TLG 0006 023 :: EURIPIDES :: Fragmenta Phaethontis

EURIPIDES Trag.
(Atheniensis: 5 B.C.)

Cf. et EURIPIDIS EPISTULAE (1367)
Vita et scholia: Cf. SCHOLIA IN EURIPIDEM (5023)

Fragmenta Phaethontis

Source: Diggle, J. (ed.), Euripides. Phaethon. Cambridge: Cambridge University Press, 1970: 55–69.

Cf. et 0006 032

Citation: (Line)

tΦΑΕΘΩΝ
1(ΚΛΥΜΕΝΗ)
1 Μέροπι τῆσδ’ ἄνακτι γῆς, ἣν ἐκ τεθρίππων ἁρμάτων πρώτην χθόνα Ἥλιος ἀνίσχων χρυσέαι βάλλει φλογί. καλοῦσι δ’ αὐτὴν γείτονες μελάμβροτοι
5Ἕω φαεννὰς Ἡλίου θ’ ἱπποστάσεις. . . .
6θερμὴ δ’ ἄνακτος φλὸξ ὑπερτέλλουσα γῆς . . . . . . . .
7καίει τὰ πόρσω τἀγγύθεν δ’ εὔκρατ’ ἔχει. . . .
8[ ]αγ̣α̣ς̣ θεῶν [ ]κ̣πέμπων πατήρ
10[ ]εις λ̣έ̣χο̣ς̣ [ ].α̣ιλ̣οσε̣υς̣ [ ]....α̣.α̣ς̣ [ ]....ω̣ν̣ λ̣έχη[ ]ν̣ο̣σ̣μ̣ε̣ν̣η̣ι̣
15[ ]ε̣γω̣.....₎₍.
[ ]νονθ’ ὁρῶ [ ]ω̣μ̣ενο̣ν[ ]......[γα]μ̣ηλίους55
20[ ]δ̣εν πατρί [ ].......ν [ ]..πατήρ[ ]ε̣υ̣π̣εφ̣υς̣ [ ]η̣ θ̣ε̣ᾶ̣ς̣ λέχη
25[ ]ἀ̣εὶ λέγ̣εις̣ [ ]ν̣ θ̣ε̣ο̣ύς̣ [ ἐ]λ̣π̣ίσιν̣ [ ]....ερον [ ]ε̣λ̣η̣μ̣ε̣θ̣α̣
30[ ]..υ̣γμ̣αι̣ φι̣λ̣ε̣ῖ̣ [ ]α̣τ̣η̣ς̣ γ̣ά̣μοι [ ].ευσα.ε̣.ω̣ [ ]ς̣.α̣ι̣ π̣ι̣κ̣ρ̣α̣ι̣ [ ].ω̣μ̣ε̣νο̣υ.
35[ ]θων̣ ὅτου [ ]....φυ̣.[ ]......[ ]ν̣έπουσά μοι [ ]λησ̣ω πατρός
40[ ]......[ ].ο̣ν̣ φίλον[ τ]ὰ φίλτατα· [ ]ε̣υ̣δ̣η̣.ι̣θ̣ε̣ις̣
[ ]ο̣τ̣α̣ν φαν.56
45(desunt versus quattuor)
45(Κλ.) μνησθεὶς ὅ μοί ποτ’ εἶφ’ ὅτ’ ηὐνάσθη θεὸς αἰτοῦ τί χρήιζεις ἕν· πέρα γὰρ οὐ θέμις λαβεῖν σε· κἂν μὲν τυγχάνηις 〈ὅπερ θέλεισ〉 θεοῦ πέφυκας· εἰ δὲ μή, ψευδὴς ἐγώ.
Φα. πῶς οὖν πρόσειμι δῶμα θερμὸν Ἡλίου;

(50)

Κλ. κείνωι μελήσει σῶμα μὴ βλάπτειν τὸ σόν.
Φα. εἴπερ πατὴρ πέφυκεν, οὐ κακῶς λέγεις.
Κλ. σάφ’ ἴσθι· πεύσηι δ’ αὐτὸ τῶι χρόνωι σαφῶς.
Φα. ἀρκεῖ· πέποιθα γάρ σε μὴ ψευδῆ λέγειν. ἀλλ’ ἕρπ’ ἐς οἴκους· καὶ γὰρ αἵδ’ ἔξω δόμων
55δμωιαὶ περῶσιν, αἳ πατρὸς κατὰ σταθμὰ σαίρουσι δῶμα καὶ δόμων κειμήλια καθ’ ἡμέραν φοιβῶσι κἀπιχωρίοις ὀσμαῖσι θυμιῶσιν εἰσόδους δόμων. ὅταν δ’ ὕπνον γεραιὸς ἐκλιπὼν πατὴρ
60πύλας ἀμείψηι καὶ λόγους γάμων πέρι λέξηι πρὸς ἡμᾶς, Ἡλίου μολὼν δόμους τοὺς σοὺς ἐλέγξω, μῆτερ, εἰ σαφεῖς λόγοι.
ΧΟΡΟΣ
63ἤ̣δ̣η̣ μὲν ἀρτιφανὴς
Ἀὼς ἱ̣[ππεύει] κατὰ γᾶν,57
65ὑπὲρ δ’ ἐμᾶς κεφαλᾶς Πλειά[δων πέφευγε χορός], μέλπει δὲ δένδρεσι λεπτ‐ ὰν ἀηδὼν ἁρμονίαν ὀρθρευομένα γόοις
70
Ἴτυν Ἴτυν πολύθρηνον. σύριγγας δ’ οὐριβάται κινοῦσιν ποιμνᾶν ἐλάται, ἔγρονται δ’ εἰς βοτάναν ξανθᾶν πώλων συζυγίαι·
75ἤδη δ’ εἰς ἔργα κυνα‐ γοὶ στείχουσιν θηροφόνοι, παγαῖς τ’ ἐπ’ Ὠκεανοῦ
μελιβόας κύκνος ἀχεῖ. ἄκατοι δ’ ἀνάγονται ὑπ’ εἰρεσίαις
80ἀνέμων τ’ εὐαέσσιν ῥοθίοις, ἀνὰ̣ δ̣’ ἱ̣σ̣τ̣ί̣α̣ ν̣[αῦται] ἀειράμενοι ἰαχοῦσιν [Ἕπου] π̣ό̣τνι’ αὔρ[α]
[ἡμῖν ὑπ’] ἀκύμονι πομπᾶι σιγώντων ἀνέμων58
85[ποτὶ τέκνα] τε καὶ φιλίας ἀλόχους· σινδὼν δὲ πρότ̣ονον ἐπὶ μέσον πελάζει. τὰ μὲν οὖν ἑτέροισι μέριμνα π̣έλει, κόσμον δ’ ὑμεναίων δεσποσύνων ἐμὲ καὶ τὸ δίκαιον ἄγει καὶ ἔρως
90 ὑμνεῖν· δμωσὶν γὰρ ἀνάκτων εὐαμερίαι προσιοῦσαι
μολπᾶι θάρσος ἄγους’ ἐπιχάρματά τ’· εἰ δὲ τύχα τι τέκοι βαρὺν βαρεῖα φόβον ἔπεμψεν οἴκοις.
95ὁρίζεται δὲ τόδε φάος γάμων τέλει, τὸ δή ποτ’ εὐχαῖς ἐγὼ λισσομένα προσέβαν ὑμέναιον ἀεῖσαι φίλον φίλων δεσποτᾶν·
θεὸς ἔδωκε, χρόνος ἔκρανε

(100)

λέχος ἐμοῖσιν ἀρχέταις. ἴτω τελεία γάμων ἀοιδά.
ἀλλ’ ὅδε γὰρ δὴ βασιλεὺς πρὸ δόμων κῆρύξ θ’ ἱερὸς καὶ παῖς Φαέθων βαίνουσι τριπλοῦν ζεῦγος, ἔχειν χρὴ59
105στόμ’ ἐν ἡσυχίαι· περὶ γὰρ μεγάλων γνώμας δείξει παῖδ’ ὑμεναίοις ὁσίοισι θέλων ζεῦξαι νύμφης τε λεπάδνοις.
ΚΗΡΥΞ
109Ὠκεανοῦ πεδίων οἰκήτορες,
110 εὐφαμεῖτ’ ὦ, ἐκτόπιοί τε δόμων ἀπαείρετε· ὦ ἴτε λαοί. κηρύσσω †δ’ ὁσίαν βασιλήϊον αὐτῶι δ’ αὐδὰν†
115εὐτεκνίαν τε γάμοις, ὧν ἔξοδος ἅδ’ ἕνεχ’ ἥκει, παιδὸς πατρός τε τῆιδ’ ἐν ἡμέραι λέχη κρᾶναι θελόντων· ἀλλὰ σῖγ’ ἔστω λεώς.
ΜΕΡΟΨ
119. . . . . . .
120. . . . εἰ γὰρ εὖ λέγω (desunt versus quinque)
121ὧν δ’ υ[ ε.ο̣ι̣μ̣.[ ἐν σοι ν̣[
ναῦν τοι μί’ ἄγκυρ’ οὐχ ὁμῶς σώιζειν φιλεῖ60
125τῶι τρεῖς ἀφέντι· προστάτης θ’ ἁπλοῦς πόλει σφαλερός, ὑπὼν δὲ κἄλλος οὐ κακὸν πέλει. ἰσχὺ̣ν ν̣[ γήμας̣.[ γάμ̣ο̣ι̣σ̣[
130ἄλλος̣.[ δώσει.[ νέος δ̣.[ ἥβης..[ ουχε̣ι̣χ.[
135παι̣....[ γέρων.[ νέαι.υ̣[ τοσῶιδ[ε δεινὸν[
140σπουδ[ κανδ̣ι̣[ πεσὼν[ ἔχων δ̣[ κλέψ̣ει̣[
145πολεμ̣[ κῆδο̣σ̣[ δεδοικ[ ἕξε̣ι̣ς̣ δ̣’ α̣[ ὅταν τ̣ε[

(150)

καὶ ζῶν̣[ γαμεῖσ[ καιουχ[ ουσαν.[ αρου.α[
155π̣ᾶ̣σ̣ι̣ν̣ σ̣[ εισοψε̣[
αγνω.[ . . .61
158(Φα.) ἐλεύθερος δ’ ὢν δοῦλός ἐστι τοῦ λέχους, πεπραμένον τὸ σῶμα τῆς φερνῆς ἔχων.
160. . .
160(Μερ.) ἐν τοῖσι μώροις τοῦτ’ ἐγὼ κρίνω βροτῶν, ὅστις πατρῶια παισὶ μὴ φρονοῦσιν εὖ ἢ καὶ πολίταις παραδίδως’ ἐξουσίαν. . . .
163(Φα.) ὡς πανταχοῦ γε πατρὶς ἡ βόσκουσα γῆ. . . .
164(Φα.) δεινόν γε, τοῖς πλουτοῦσι τοῦτο δ’ ἔμφυτον
165σκαιοῖσιν εἶναι· τί ποτε τοῦδ’ ἐπαίτιον; ἆρ’ ὄλβος αὐτοῖς ὅτι τυφλὸς συνηρετεῖ τυφλὰς ἔχουσι τὰς φρένας †καὶ τῆς τύχης†; . . .
168(ΤΡΟΦΕΥΣ) ἔλα δὲ μήτε Λιβυκὸν αἰθέρ’ εἰσβαλών·
170κρᾶσιν γὰρ ὑγρὰν οὐκ ἔχων ἁψῖδα σὴν καίων διοίσει . . . .
170. . . . . . .
170. . . . . . . ἵει δ’ ἐφ’ ἑπτὰ Πλειάδων ἔχων δρόμον. τοσαῦτ’ ἀκούσας παῖς ἔμαρψεν ἡνίας· κρούσας δὲ πλευρὰ πτεροφόρων ὀχημάτων μεθῆκεν, αἱ δ’ ἔπταντ’ ἐπ’ αἰθέρος πτυχάς.62
175πατὴρ δ’ ὄπισθε νῶτα Σειρίου βεβὼς ἵππευε παῖδα νουθετῶν· Ἐκεῖς’ ἔλα, τῆιδε στρέφ’ ἅρμα, τῆιδε. . . .
178[ ]ι̣ προθυμίαι [ ]ω̣ψ̣ο̣υ̣ο̣
180[ ].κ̣ι̣ο̣λ̣τ̣υ̣χ̣α̣ι̣ [ ]δυστ̣υχεῖς̣ [ ]γ̣ὰ̣ρ̣ λ̣ί̣π̣ω̣ [ ]ε̣ς̣..χθονός [ ]πλοῦτον δ’ ἐμῶι
185[ ]ι̣σ̣ο̣υσαγ̣η̣ [ ].οησεκ̣ω [ ]ων ἴ̣χνος [ ]ς ἅπ̣αντ̣’ ἐρ̣ῶ̣ [ ]χ̣θονὸς σκότου
190[ ]π̣ό̣λει [τυ]ραννίδι [ ]α̣.ω̣ν̣μ̣ε̣..ο̣υ̣ [ ἐ]λ̣εύθεροι̣ .[ ]ον πλούσ̣ιον̣
195[ ]ν̣η πόλι̣ς̣ [ ]μη νόμος [ ]ς ἐπήινεσα
[ ]..η̣ν σοφή [ π]ράγματα63

(200)

[ ]θυμοσ̣ω̣ [ ].ἀμήχανοι .[ ].γὰρ αὖ πλοκή [ ]η̣μαι τόδε [ ]λ̣ο̣τ̣ερα
205[ ].ιτοις κακοῖς [ ]σ̣κ̣ό̣τωι [ ]π̣οίωι τάφωι̣ [ ].η̣σεται [ ]ν δι’ ἄστεως
210[ κ]ειμήλιον [ ]ς νεκροί̣ [ ].ι̣τας τύχας [ ]ο̣ς̣ π̣ειρα̣τ̣έ̣ο̣.(desunt versus sex)
214(Κλ.) †πυροσθ† Ἐρινὺς ἐν †νεκρο̣ι̣ς̣ θ̣.ρ̣..ν̣υ̣αι̣†
215ζώσης δ’ ἀνίης’ ἀτμὸν ἐμφανῆ 〈φλογόσ〉. ἀπωλόμην· οὐκ οἴσετ’ εἰς δόμους νέκυν; πόσις πόσις μοι πλησίον γαμηλίους μολπὰς ἀϋτεῖ παρθένοις ἡγούμενος. οὐ θᾶσσον; οὐ σταλαγμὸν ἐξομόρξετε,
220εἴ πού τίς ἐστιν αἵματος χαμαὶ πεσών; ἐπείγετ’ ἤδη δμωΐδες· κρύψω δέ νιν
ξεστοῖσι θαλάμοις, ἔνθ’ ἐμῶι κεῖται πόσει χρυσός, μόνη δὲ κλῆιθρ’ ἐγὼ σφραγίζομαι. ὦ καλλιφεγγὲς Ἥλι’, ὥς μ’ ἀπώλεσας64
225καὶ τόνδ’· Ἀπόλλων δ’ ἐν βροτοῖς ὀρθῶς καλῆι, ὅστις τὰ σιγῶντ’ ὀνόματ’ οἶδε δαιμόνων.
ΠΑΡΘΕΝΟΙ
227Ὑμὴν Ὑμήν. τὰν Διὸς οὐρανίαν ἀείδομεν, τὰν ἐρώτων πότνιαν, τὰν παρθένοις
230γαμήλιον Ἀφροδίταν. πότνια, σοὶ τάδ’ ἐγὼ νυμφεῖ’ ἀείδω, Κύπρι θεῶν καλλίστα, τῶι τε νεόζυγι σῶι πώλωι τὸν ἐν αἰθέρι κρύπτεις,
235σῶν γάμων γένναν· ἃ τὸν μέγαν τᾶσδε πόλεως βασιλῆ νυμφεύεαι ἀστερωποῖσιν δόμοισι χρυσέοις
ἀρχὸν φίλον Ἀφροδίτα·65
240ὦ μάκαρ, ὦ βασιλεὺς μείζων ἔτ’ ὄλβον, ὃς θεὰν κηδεύσεις καὶ μόνος ἀθανάτων γαμβρὸς δι’ ἀπείρονα γαῖαν θνατὸς ὑμνήσηι.
245Μερ. χώρει σὺ καὶ τάσδ’ εἰς δόμους ἄγων κόρας γυναῖκ’ ἄνωχθι πᾶσι τοῖς κατὰ σταθμὰ θεοῖς χορεῦσαι κἀγκυκλώσασθαι δόμοις σεμνοῖσιν ὑμεναίοισιν, Ἑστίας θ’ ἕδος, ἀφ’ ἧς γε σώφρων πᾶς τις ἄρχεται θεοῖς

(250)

εὐχὰς π̣ο̣[ιεῖσθαι (desunt versus quattuor)
251θεᾶς προσελθεῖν τέμενος ἐξ ἐμῶν δόμων.
ΘΕΡΑΠΩΝ
252ὦ δέσποτ’, ἔστρεψ’ ἐκ δόμων ταχὺν πόδα. οὗ γὰρ σὺ σώιζηι σεμνὰ θησαυρίσματα χρυσοῦ, δι’ ἁρμῶν ἐξαμείβεται πύλης
255καπνοῦ μέλαιν’ ἄησις ἔνδοθεν στέγης. προσθεὶς πρόσωπον φλόγα μὲν οὐχ ὁρῶ πυρός, γέμοντα δ’ οἶκον μέλανος ἔνδοθεν καπνοῦ.
ἀλλ’ ἔσιθ’ ἐς οἶκον, μή τιν’ Ἥφαιστος χόλον δόμοις ἐπεισφρεὶς μέλαθρα συμφλέξηι πυρὶ66
260ἐν τοῖσιν ἡδίστοισι Φαέθοντος γάμοις.
Μερ. πῶς φήις; ὅρα μὴ θυμάτων πυρουμένων κατ’ οἶκον ἀτμὸν κεῖς’ ἀποσταλέντ’ ἴδηις.
Θερ. ἅπαντα ταῦτ’ ἤθρης’· ἀκαπνώτως ἔχει.
Μερ. οἶδεν δ’ ἐμὴ τάδ’ ἢ οὐκ ἐπίσταται δάμαρ;
265Θερ. θυηπολοῦσα θεοῖς ἐκεῖς’ ἔχει φρένας.
Μερ. ἀλλ’ εἶμ’, ἐπεί τοι καὶ φιλεῖ τὰ τοιάδε ληφθέντα φαύλως ἐς μέγαν χειμῶν’ ἄγειν. σὺ δ’ ὦ πυρὸς δέσποινα Δήμητρος κόρη Ἥφαιστέ τ’ εἴητ’ εὐμενεῖς δόμοις ἐμοῖς.
270Χο. τάλαιν’ ἐγὼ τάλαινα ποῖ πόδα πτερόεντα καταστάσω ἀν’ αἰθέρ’, ἢ γᾶς ὑπὸ κεῦθος ἄφαν‐
τον ἐξαμαυρωθῶ; ἰώ μοί μοι.
275κακὰ φανήσεται· βασίλεια τάλαινα παῖς τ’ ἔσω κρυφαῖος νέκυς, ὀτοτοτοῖ, κεραύνιαί τ’ ἐκ Διὸς πυριβόλοι πλαγαὶ λέχεά θ’ Ἁλίου.
280ὦ δυστάλαινα τῶν ἀμετρήτων κακῶν· Ὠκεανοῦ κόρα, †πατρὸς ἴθι πρόσπεσε γόνυ λιταῖς σφαγὰς
σφαγὰς οἰκτρὰς ἀρκέσαι σᾶς δειρᾶς†.67
Μερ. (ἔσωθεν)
284ἰώ μοί μοι.
285Χο. ἠκούσατ’ ἀρχὰς δεσπότου στεναγμάτων;
Μερ. (ἔσωθεν)
286ἰὼ τέκνον.
Χο. κ̣α̣λ̣ε̣ῖ̣ τ̣ὸ̣ν̣ οὐ κλύοντα δυστυχῆ γόνον. [ ]ά̣τ̣ων ὁρᾶν σαφῆ. (desunt versus tres)
289(Μερ.)
289α̣ια[
290ὃς ὑμεν[αι‐ εὐκελαδ̣[ ὡς ουρα[ σὺ δὲ παρ̣[ δα̣[
295ουκει̣θ̣.[ ὑμεναι[ ολ̣[ β̣ο̣[ δα[

(300)

οι̣[ το̣[ μ.[ φ.[ ὅστ̣ι̣ς ι̣.[
305 ς.[ κα̣[ λι̣[ καλεῖτε[ ὃ̣ς̣ ἐμαν̣[
310κακὰ δε[68
Χο. ὅδ’ ἐκ δό[μων παιδὸς.[
Μερ. εἶἑν· θ̣υ̣ρ̣[ ὡς εἰσο̣[
315ο̣.α̣νεκ̣[ θεᾶς δε̣[
ΤΡΟΦΕΥΣ
317ὤμοι [
Μερ. στέναζ[ε
Τρ. αἰαῖ [
320Μερ. δ̣ι̣π̣λᾶ δ̣[
Τρ. τ̣ί̣ γ̣ὰρ̣ λ̣ε̣[
Μερ. τίς παιδ[
Τρ. εἰδὼ̣ς α[
Μερ. ἵν’ ἀντα̣[
325Τρ. σμικρο̣[
Μερ. κρεισσ̣[
Τρ. ὃς σεθ̣[69