TLG 0006 021 :: EURIPIDES :: Fragmenta papyracea EURIPIDES Trag. Cf. et EURIPIDIS EPISTULAE (1367)
Fragmenta papyracea frr. 1–156 + tituli Citation: Fragment — (line) | ||||
1-38(t) | ΑΡΧΕΛΑΟΣ | |||
1 | (Ἀρχέλαος) | Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατὴρ | ||
Νείλου λιπὼν κάλλιστον †ἐκ γαίης† ὕδωρ, ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς Αἰθιοπίδος γῆς, ἡνίκ’ ἂν τακῆι χιὼν | 12 | |||
5 | τέθριππ’ ἄγοντος ἡλίου κατ’ αἰθέρα, ἐλθὼν ἐς Ἄργος ὤικις’ Ἰνάχου πόλιν· Πελασγιώτας δ’ ὠνομασμένους τὸ πρὶν Δαναοὺς καλεῖσθαι νόμον ἔθηκ’ ἀν’ Ἑλλάδα. | |||
---|---|---|---|---|
8 | ||||
8 | desunt versus pauci, tum incipit | |||
8 | ||||
2(3) | ..........].π̣ε̣ρ̣μ.[.].τ̣....[ .[.]..... οὐκ ἔψαυσε· Λυγκέως ...[.].. | |||
5 | Ἄ[β]ας ἐγένετο· τοῦ δὲ δίπτυχον γένο[ς· | |||
Προῖτος μανε[ι]σῶν θυγατέρων τρισσῶν πατήρ, ὅς τ’ ἐγκαλ̣ύπτει χαλκέωι νυμφεύματ[ι Δανά̣η̣ν̣ ....θ̣εις.... Ἀκρίσιός ποτε. Δανάης δὲ Περσεὺς ἐγένετ’ ἐκ χρυσορρύτων | 13 | |||
10 | σταγόνων, ὃς ἐλθὼν Γοργόνος καρατόμος Αἰθίοπ’ ἔγημεν Ἀνδρομέδαν τὴν Κηφέως, ἣ τριπτύχους ἐγείνατ’ ἐκ Περσέως κόρους· Ἀλκαῖον ἠδὲ Σθένελον, ὅς τ’ Ἄργους πόλιν ἔ[σ]χεν Μυκήνας, πατέρα δ’ Ἀλκμήνης τρίτον | |||
15 | Ἠλεκτρύωνα· Ζ[ε]ὺς δ’ ἐς Ἀλκμήνης λέχος π̣ε̣[σ]ὼν τὸ κλειν[ὸ]ν Ἡρακλέους σπείρει δέμας. Ὕλλος δὲ τοῦδ[ε], Τήμενος δ’ Ὕλλου πατρός, ὃς Ἄργος ὤικης’ Ἡρακλέους γεγὼς ἄπο. ἀπαιδίαι δὲ χρώμενος πατὴρ ἐμὸς | |||
20 | Τήμενος ἐς ἁγνῆς ἦλθε Δωδώνης πτύχας τέκνων ἔρωτι· τῆς δ’ ὁμωνύμου Διὸς πρόπολος Διώνης εἶπε Τημένωι τάδε· “ὦ παῖ πεφυκὼς ἐκ γονῶν Ἡρακλέους, Ζεύς σ[οι] δίδωσι παῖδ’, ἐγὼ μαντεύομαι, | |||
25 | ὃν Ἀρχ[έλ]αον χρὴ καλεῖν σε ...[ | 14 | ||
3* | (Χορ. Γερ.) βασιλεῦ χώρας τῆς πολυβώλου, Κισσεῦ, πεδίον πυρὶ μαρμαίρει. | |||
2 | ||||
4 | (Χο.) οὐ γὰρ ὑπερθεῖν κύματος ἄκραν δυνάμεσθ’· ἔτι γὰρ θάλλει πενία κακὸν ἔχθιστον, φεύγει δ’ ὄλβος. | |||
3 | ||||
5 | (Α.) ἡμῶν τί δῆτα τυγχάνεις χρείαν ἔχων; (Β.) πατέρων γὰρ ἐσθλῶν ἐλπίδας δίδως γεγώς. | |||
2 | ||||
6 | ἐν τοῖς τέκνοις γὰρ ἁρετὴ τῶν εὐγενῶν ἔλαμψε, κρείσσων τ’ ἐστὶ πλουσίου γάμου † πένης γὰρ οὐκ ἐκεῖν’ ἀπώλεσεν τὸ τοῦ πατρὸς γενναῖον. | |||
4 | ||||
7 | σοὶ δ’ εἶπον, ὦ παῖ, τὰς τύχας ἐκ τῶν πόνων | |||
θηρᾶν· ὁρᾶις γὰρ πατέρα σὸν τιμώμενον. | 15 | |||
8 | πατρὸς δ’ ἀνάγκη παισὶ πείθεσθαι λόγωι. | |||
1 | ||||
9 | πλουτεῖς; ὁ πλοῦτος δ’ ἀμαθία δειλόν θ’ ἅμα. | |||
1 | ||||
10 | σὺν μυρίοισι τὰ καλὰ γίγνεται πόνοις. | |||
1 | ||||
11 | νεανίαν γὰρ ἄνδρα χρὴ τολμᾶν ἀεί· οὐδεὶς γὰρ ὢν ῥάιθυμος εὐκλεὴς ἀνήρ, ἀλλ’ οἱ πόνοι τίκτουσι τὴν εὐδοξίαν. | |||
3 | ||||
12* | οὐκ ἔστιν ὅστις ἡδέως ζητῶν βιοῦν εὔκλειαν εἰσεκτήσατ’, ἀλλὰ χρὴ πονεῖν. | |||
2 | ||||
13 | ὁ δ’ ἡδὺς αἰὼν ἡ κακή τ’ ἀνανδρία | |||
οὔτ’ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν. | 16 | |||
14 | ἐμὲ δ’ ἄρ’ οὐ μοχθεῖν δίκαιον; τίς δ’ ἄμοχθος εὐκλεής; τίς τῶν μεγίστων δειλὸς ὢν ὠρέξατο; | |||
3 | ||||
15 | ἐγὼ δὲ τὸν σὸν κρᾶτ’ ἀναστέψαι θέλω. | |||
1 | ||||
16 | φέρει δὲ καὶ τοῦτ’ οὐχὶ μικρόν, εὐγενὴς ἀνὴρ στρατηγῶν εὐκλεᾶ τ’ ἔχων φάτιν. | |||
2 | ||||
17 | ὀλίγον ἄλκιμον δόρυ κρεῖσσον στρατηγῶι μυρίου στρατεύματος. | |||
2 | ||||
18 | ὀλίγοι γὰρ ἐσθλοὶ κρείσσονες πολλῶν κακῶν. | |||
1 | ||||
19 | [ ]ν μεν[ [ φ]ρονημα̣[ | |||
[ ]κτείνοντ’ ἀχ̣[ [ ]αρως ἔμελλε π̣[ | 17 | |||
5 | [ ]ηθεις παρ̣ω̣τε̣[ [ ]β’ ἄναξ καθιζε̣ π̣[ [ ]τ̣ω, παῖ, προβαλ̣λ̣[ ἓν δέ σοι μό⸥νον προφωνῶ⸤· μὴ ’πὶ δουλείαν ποτὲ ζῶν ἑκὼν ⸥ἔλθηις παρόν σο⸤ι κατθανεῖν ἐλευθέρωι. | |||
10 | [ ]των ἔσωθε κα̣[ [ ]ν̣· εἰ δ’ εὐτυχήσουσ[ [ ]έ̣στω τὸ λοιπὸν[ [ ἄ]νδρα χρὴ δι̣α̣τ̣ων̣[ [ ]ν̣ ἁμέραν· | |||
15 | [ ]εῖ γὰρ αἱ τύχα[ι [ ]ι τ̣ὸ̣ν̣ θρεκ̣[ | |||
16 | ||||
20 | νεανίας τε καὶ πένης σοφός θ’ ἅμα· ταῦτ’ εἰς ἓν ἐλθόντ’ ἄξι’ ἐνθυμήσεως. | |||
2 | ||||
21 | τί δ’ οὐκ ἂν εἴη χρηστὸς ὄλβιος γεγώς; | |||
1 | ||||
22 | οὐκ ἔστι πενίας ἱερὸν αἰσχίστης θεοῦ. μισῶ γὰρ ὄντως οἵτινες φρονοῦσι μέν, | |||
φρονοῦσι δ’ †οὐδενός τε† χρημάτων ὕπερ. | 18 | |||
23 | μὴ πλούσιον θῆις· ἐνδεέστερος γὰρ ὢν ταπεινὸς ἔσται· κεῖνο δ’ ἰσχύει μέγα, πλοῦτος λαβών τε τοῦτον εὐγενὴς ἀνήρ. | |||
3 | ||||
24 | τυραννίδ’ ἣ θεῶν δευτέρα νομίζεται· τὸ μὴ θανεῖν γὰρ οὐκ ἔχει, τὰ δ’ ἄλλ’ ἔχει. | |||
2 | ||||
25 | κρείσσω γὰρ οὔτε δοῦλον οὔτ’ ἐλεύθερον τρέφειν ἐν οἴκοις ἀσφαλὲς τοῖς σώφροσιν. | |||
2 | ||||
26 | ἐκ τῶν δικαίων γὰρ νόμοι ταὐξήματα μεγάλα φέρουσι πάντα δ’ ἀνθρώποις 〈 〉 τάδ’ ἐστὶ χρήματ’, ἤν τις εὐσεβῆι θεόν. | |||
3 | ||||
27 | ἁπλοῦς ὁ μῦθος, μὴ λέγ’ εὖ· τὸ γὰρ λέγειν εὖ δεινόν ἐστιν, εἰ φέρει τινὰ βλάβην. | |||
2 | ||||
28 | (Α.) πόλλ’, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοί. | |||
(Β.) τὸ ῥᾶιστον εἶπας, αἰτιάσασθαι θεούς. | 19 | |||
29 | δοκεῖς τὰ τῶν θεῶν ξυνετὰ νικήσειν ποτὲ καὶ τὴν Δίκην που μάκρ’ ἀπωικίσθαι βροτῶν· ἡ δ’ ἐγγύς ἐστιν, οὐχ ὁρωμένη δ’ ὁρᾶι ὃν χρὴ κολάζειν τ’ οἶδεν· ἀλλ’ οὐκ οἶσθα σὺ | |||
5 | ὁπόταν ἄφνω μολοῦσα διολέσηι κακούς. | |||
5 | ||||
30 | μακάριος ὅστις νοῦν ἔχων τιμᾶι θεὸν καὶ κέρδος αὑτῶι τοῦτο ποιεῖται μέγα. | |||
2 | ||||
31 | πολλοὺς δ’ ὁ θυμὸς ὁ μέγας ὤλεσεν βροτῶν ἥ τ’ ἀξυνεσία, δύο κακὼ τοῖς χρωμένοις. | |||
2 | ||||
32 | τῶι γὰρ βιαίωι κἀγρίωι τὸ μαλθακὸν εἰς ταὐτὸν ἐλθὸν τοῦ λίαν παρείλετο. | |||
2 | ||||
33 | ὀργῆι δὲ φαύληι πόλλ’ ἔνεστ’ ἀσχήμονα. | |||
1 | ||||
34 | ἔπαυς’ ὁδουροὺς λυμεῶνας | 20 | ||
35 | ἔσωισα δούλην οὖσαν· οἱ γὰρ ἥσσονες τοῖς κρείσσοσιν φιλοῦσι δουλεύειν βροτῶν. | |||
2 | ||||
36 | πάλαι σκοποῦμαι τὰς τύχας † τῶν βροτῶν ὡς εὖ μεταλλάσσουσιν· ὃς γὰρ ἂν σφαλῆι εἰς ὀρθὸν ἔστη χὠ πρὶν εὐτυχῶν πίτνει. | |||
3 | ||||
37 | ἔστι τι καὶ παρὰ δάκρυσι κείμενον ἡδὺ βροτοῖς, ὅταν ἄνδρα φίλον στενάχηι τις ἐν οἴκωι. | |||
3 | ||||
38 | τὰ γὰρ οὐκ ὀρθῶς πρασσόμεν’ ὀρθῶς | |||
τοῖς πράσσουσιν κακὸν ἦλθεν. | 21 | |||
39-65(t) | ΕΡΕΧΘΕΥΣ | |||
39 | (Ποσειδῶν) Αἰθιοπίαν νιν ἐξέσως’ ἐπὶ χθόνα. | 23 | ||
40 | καί μοι, πολὺν γὰρ πελανὸν ἐκπέμπεις δόμων, φράσον σελήνας τάσδε πυρίνου χλόης. | |||
2 | ||||
41 | ὀλολύζετ’, ὦ γυναῖκες, ὡς ἔλθηι θεὰ χρυσῆν ἔχουσα Γοργόν’ ἐπίκουρος πόλει. | |||
2 | ||||
42 | ὡς σὺν θεοῖσι τοὺς σοφοὺς κινεῖν δόρυ στρατηλάτας χρή, τῶν θεῶν δὲ μὴ βίαι. | |||
2 | ||||
43 | οὐδεὶς στρατεύσας ἄδικα σῶς ἦλθεν πάλιν. | |||
1 | ||||
44 | τὰς οὐσίας γὰρ μᾶλλον ἢ τὰς ἁρπαγὰς τιμᾶν δίκαιον· οὔτε γὰρ πλοῦτός ποτε βέβαιος ἄδικος. | |||
3 | ||||
45 | ναῦς ἡ μεγίστη κρεῖσσον ἢ μικρὸν σκάφος. | 24 | ||
46 | ὀλίγους ἐπαινῶ μᾶλλον ἢ πολλοὺς κακούς. | |||
1 | ||||
47 | ζεῦγος τριπάρθενον | |||
1 | ||||
48 | οὐκ ἔστι μητρὸς οὐδὲν ἥδιον τέκνοις· ἐρᾶτε μητρός, παῖδες, ὡς οὐκ ἔστ’ ἔρως τοιοῦτος ἄλλος ὅστις ἡδίων ἐρᾶν. | |||
3 | ||||
49 | θετῶν δὲ παίδων ποῦ κράτος; τὰ φύντα γὰρ κρείσσω νομίζειν τῶν δοκημάτων χρεών. | |||
2 | ||||
50 | (Πραξιθέα) τὰς χάριτας ὅστις εὐγενῶς χαρίζεται, ἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν, χρόνωι δὲ δρῶσι, δυσγενέστερον 〈λέγω〉. ἐγὼ δὲ δώσω παῖδα τὴν ἐμὴν κτανεῖν. | |||
5 | λογίζομαι δὲ πολλά· πρῶτα μὲν πόλιν | |||
οὐκ ἄν τιν’ ἄλλην τῆσδε βελτίω λαβεῖν· ἧι πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, αὐτόχθονες δ’ ἔφυμεν· αἱ δ’ ἄλλαι πόλεις πεσσῶν ὁμοίως διαφορηθεῖσαι βολαῖς | 25 | |||
10 | ἄλλαι παρ’ ἄλλων εἰσὶν εἰσαγώγιμοι. ὅστις δ’ ἀπ’ ἄλλης πόλεος οἰκήσηι πόλιν, ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλωι παγείς, λόγωι πολίτης ἐστί, τοῖς δ’ ἔργοισιν οὔ. ἔπειτα τέκνα τοῦδ’ ἕκατι τίκτομεν, | |||
15 | ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα. πόλεως δ’ ἁπάσης τοὔνομ’ ἕν, πολλοὶ δέ νιν ναίουσι· τούτους πῶς διαφθεῖραι με χρή, ἐξὸν προπάντων μίαν ὑπερδοῦναι θανεῖν; εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος | |||
20 | τὸ μεῖζον, †ἑνὸς† οἶκος οὐ πλέον σθένει πταίσας ἁπάσης πόλεος οὐδ’ ἴσον φέρει. εἰ δ’ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν στάχυς ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ, οὐκ ἄν νιν ἐξέπεμπον εἰς μάχην δορός, | |||
25 | θάνατον προταρβοῦς’; ἀλλ’ ἔμοιγ’ εἴη τέκνα ἃ καὶ μάχοιτο καὶ μετ’ ἀνδράσιν πρέποι, | |||
μὴ σχήματ’ ἄλλως ἐν πόλει πεφυκότα. τὰ μητέρων δὲ δάκρυ’ ὅταν πέμπηι τέκνα, πολλοὺς ἐθήλυν’ εἰς μάχην ὁρμωμένους. | 26 | |||
30 | μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ ζῆν παῖδας εἵλοντ’ ἢ παρήινεσαν κακά. καὶ μὴν θανόντες γ’ ἐν μάχηι πολλῶν μέτα τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τ’ ἴσην· τἠμῆι δὲ παιδὶ στέφανος εἶς μιᾶι μόνηι | |||
35 | πόλεως θανούσηι τῆσδ’ ὕπερ δοθήσεται. καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θ’ ὁμοσπόρω σώσει· τί τούτων οὐχὶ δέξασθαι καλόν; τὴν οὐκ ἐμὴν 〈 〉 πλὴν φύσει δώσω κόρην θῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται | |||
40 | πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι; οὐκ οὖν ἅπαντα τοὐπ’ ἐμοὶ σωθήσεται; [ἄρξουσιν ἄλλοι, τήνδ’ ἐγὼ σώσω πόλιν.] ἐκεῖνο δ’ οὗ τὸ πλεῖστον ἐν κοινῶι μέρος, οὐκ ἔσθ’ ἑκούσης τῆς ἐμῆς ψυχῆς †ἄτερ† | |||
45 | προγόνων παλαιὰ θέσμι’ ὅστις ἐκβαλεῖ· οὐδ’ ἀντ’ ἐλάας χρυσέας τε Γοργόνος τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις Εὔμολπος οὐδὲ Θρῆιξ ἀναστέψει λεὼς στεφάνοισι, Παλλὰς δ’ οὐδαμοῦ τιμήσεται. | |||
50(50) | χρῆσθ’, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν, σώιζεσθε, νικᾶτ’· ἀντὶ γὰρ ψυχῆς μιᾶς οὐκ ἔσθ’ ὅπως οὐ τήνδ’ ἐγὼ σώσω πόλιν. ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε οὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥαιδίως | 27 | ||
55 | οἰκοῖμεν ἄν σε κοὐδὲν ἂν πάσχοις κακόν. | |||
55 | ||||
51* | (Πρ.) φιλῶ τέκν’, ἀλλὰ πατρίδ’ ἐμὴν μᾶλλον φιλῶ. | |||
1 | ||||
52 | ἐγὼ δὲ τοὺς καλῶς τεθνηκότας ζῆν φημὶ μᾶλλον †τοῦ βλέπειν τοὺς μὴ καλῶς† | |||
2 | ||||
53 | (Ἐρεχθεύς) ὀρθῶς μ’ ἐπήρου· βούλομαι δὲ σοί, τέκνον, φρονεῖς γὰρ ἤδη κἀποσώισαι’ ἂν πατρὸς γνώμας φράσαντος, ἢν θάνω, παραινέσαι κειμήλι’ ἐσθλὰ καὶ νέοισι χρήσιμα. | |||
5 | βραχεῖ δὲ μύθωι πολλὰ συλλαβὼν ἐρῶ. | |||
πρῶτον φρένας μὲν ἠπίους ἔχειν χρεών· τῶι πλουσίωι τε τῶι τε μὴ διδοὺς μέρος ἴσον σεαυτὸν εὐσεβεῖν πᾶσιν δίδου. δυοῖν παρόντοιν πραγμάτοιν πρὸς θάτερον | 28 | |||
10 | γνώμην προσάπτων τὴν ἐναντίαν μέθες. ἀδίκως δὲ μὴ κτῶ χρήματ’, ἢν βούληι πολὺν χρόνον μελάθροις ἐμμένειν· τὰ γὰρ κακῶς οἴκους ἐσελθόντ’ οὐκ ἔχει σωτηρίαν. ἔχειν δὲ πειρῶ· τοῦτο γὰρ τό τ’ εὐγενὲς | |||
15 | καὶ τοὺς γάμους δίδωσι τοὺς πρώτους ἔχειν. ἐν τῶι πένεσθαι δ’ ἐστὶν ἥ τ’ ἀδοξία, κἂν ἦι σοφός τις, ἥ τ’ ἀτιμία βίου. φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις κέκτησο· τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῆι | |||
20 | τῆι σῆι †πονηροὺς† κλῆιθρον εἰργέτω στέγης. ὁμιλίας δὲ τὰς γεραιτέρων φίλει, ἀκόλαστα δ’ ἤθη λαμπρὰ συγγελᾶν μόνον μίσει· βραχεῖα τέρψις ἡδονῆς κακῆς. ἐξουσίαι δὲ μήποτ’ ἐντρυφῶν, τέκνον, | |||
25 | αἰσχροὺς ἔρωτας δημοτῶν διωκαθεῖν. ὃ καὶ σίδηρον ἀγχόνας τ’ ἐφέλκεται, χρηστῶν πενήτων ἤν τις αἰσχύνηι τέκνα. καὶ τοὺς πονηροὺς μήποτ’ αὔξαν’ ἐν πόλει· κακοὶ γὰρ ἐμπλησθέντες ἢ νομίσματος | |||
30 | ἢ πόλεος ἐμπεσόντες εἰς ἀρχήν τινα σκιρτῶσιν, ἀδόκητ’ εὐτυχησάντων δόμων. | |||
ἀλλ’ ὦ τέκνον μοι δὸς χέρ’, ὡς θίγηι πατήρ, καὶ χαῖρ’· ὑπ’ αἰδοῦς δ’ οὐ λίαν ἀσπάζομαι· γυναικόφρων γὰρ θυμὸς ἀνδρὸς οὐ σοφοῦ. | 29 | |||
34 | ||||
54 | εἷς μὲν λόγος μοι δεῦρ’ ἀεὶ περαίνεται. | |||
1 | ||||
55 | ἐκ τῶν πόνων τοι τἀγάθ’ αὔξεται βροτοῖς. | |||
1 | ||||
56 | (Ἐρεχθ.) αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι· καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα. | |||
2 | ||||
57* | τοὐνθένδ’ ἀπίχθυς βαρβάρους οἰκεῖν δοκῶ. | 30 | ||
58 | ἐν ἀστρώτωι πέδωι εὕδουσι, πηγαῖς δ’ οὐχ ὑγραίνουσιν πόδας. | |||
2 | ||||
59 | μίασμα δρυός | |||
1 | ||||
60 | (Χο. Γερ.) κείσθω δόρυ μοι μίτον ἀμφιπλέκειν ἀράχναις, μετὰ δ’ ἡσυχίας πολιῶι γήραι σύνοικος | |||
ἄιδοιμι κάρα στεφάνοις πολιὸν στεφανώσας Θρηίκιον πέλταν Ἀθάνας | 31 | |||
5 | περικίοσιν ἀγκρεμάσας θαλάμοις δέλτων τ’ ἀναπτύσσοιμι γᾶ‐ ρυν ἇι σοφοὶ κλέονται. | |||
7 | ||||
61 | ἀνέγγυοι γάμοι | |||
1 | ||||
62 | ἀνέξοδον | |||
1 | ||||
63 | Ἐλευσίνιοι μετ’ Εὐμόλπου· [..ἐν Ἐρε]χθεῖ Εὐριπί[δης | |||
1 | ||||
64 | Ἀσιάδος κρούματα | 32 | ||
65 | (Χο.) | ..]ω̣σι τάχα[............... ἐ]ποί̣ησε πᾶν ..]ει Χάρων.[ τί]ς̣ ἂμ πρὸς ἀγμοῖς Παλλάδος σταθεὶς ποδὶ κ]ῆρυξ γένοιτ’ ἂν τῶν κατὰ στρατόν, φίλοι; | ||
4 | ||||
5 | []ἦ̣ ποτ’ ἀνὰ πόλιν ἀλαλαῖς ἰὴ παιὰν κ]αλλίνικον βοάσω μέλος ἵ̣να λαβόμενος ἔρ]γ̣ον γεραιᾶς χερὸς Λίβυος ..αε̣ντος λω]τοῦ κιθάριδος βοαῖς............ε ..].ι τροχαλὸς ἑπομέναις; ἆ̣ρα νέα γέροντι | |||
10 | κοι]ν̣ώσεται χοροῦ παρθένος; | |||
10 | ἀ]λλ’ εἰσορῶ γὰρ τόνδ’ ἀπὸ στρατοῦ πέ̣λ̣[ας | |||
11 | ||||
11 | desunt versus fere 10 | 33 | ||
(Ἄγγελος) | μη.[... Ἐρεχθ]εὺς ὡς τροπαῖα[ ⸏ἔστη[σε χώρ]αι τῆιδε βαρβά[ρ | |||
(Πρ.) | ⸏καλῶ[ς ἔλεξ]ας· ἀλ̣λὰ τ̣ίς γαρειθ[ | |||
15 | (Ἀγ.) | ⸏πέπτ[ωκε..]......π.ρευ[ | ||
(Πρ.) | ⸏πόσις δ’ Ἐρεχθεύς ἐστί μοι σεσ[ωσμένος; | |||
(Ἀγ.) | ⸏μακάριός ἐστι κεῖνος εὐδαίμων [θ’ ἅμα. | |||
(Πρ.) | ⸏εἰ ζῆι γε πόλεώς τ’ εὐτυχῆ νίκ[ην | |||
(Ἀγ.) | ⸏ὥστ’ αὐτὰ ταῦτα σ̣κ̣ῦ̣λα λειφθ̣[ῆναι μόνον. | |||
20 | (Πρ.) | ⸏τί φήις; τέθνηκεν ἢ φάος βλέπε[ι τόδε; | ||
(Ἀγ.) | τέθνηκ’· ἐγὼ δὲ του.[ τ...[...]........[ | |||
22 | ||||
22 | desunt versus fere 100 | 34 | ||
(Πρ.) | []ε δυστήνου μόρον [] | |||
25 | []υς’ ἐμὰς κόρας []τεγην [].επιπτετε []νο̣ν̣ δ’ ἀπύουσα [] | |||
30 | []π̣ωσι δωμάτων []λαιναι []προσοψιν.ει̣.....[ | |||
32 | ||||
32 | desunt versus fere 10 | |||
33 | (Χο.) | .[]..... Δ̣ηοῦς κ̣άρα· φερόμεθ’ ἀγόμεθ’ ἐπὶ δάκρυα· | ||
35 | σὲ δ’ αἰαῖ διῆλθέ ς’, οἴμοι. (Πρ.) αἰαῖ· τίν’ ἐπὶ πρῶτον, ἢ σὲ τὰν πάτραν, ἢ σὲ τὰν φίλαν παρθένων δ̣ραμωνφρ...μ̣ανει τ̣άφωι | |||
τ̣ακ̣ε̣ρ̣ὰ μέλεα προσεῖδον π̣α̣π̣α̣ῖ, ...ν κάτω πόσιν ἐμὸν στένω; ............ | 35 | |||
40 | φόνια φυσήματ’, ἢ σὲ τὰν πρὸ πόλεως τὸν ἀνίερον ἀνίερον 〈ἀν〉όσιον ἀνόσιον κ̣αὶ κορυ̣φ̣ὰν ἀπ̣άτ̣αι θ[ οἰ]χόμεθ’ οἰχόμεθ’, ὦ π[ ὡς ἄδ]α̣κρύς τις ὠμόφρων ὃς κακοῖς ἐμοῖς οὐ στένει. | |||
45 | φεῦ φε]ῦ, ἰὼ γᾶ, φεύγετε.......υ.... πόνων] εἴ τί μοί ποτ’ εἴη τελευτά̣. [ ]γ̣ετε χώρας χθ̣όν̣ιος μ......νο̣ις [ ]ἄτας· ὀρχεῖται δὲ π[ό]λεο̣ς̣ πέδον σάλωι· [ ].ἐ̣μβάλλει Ποσειδῶν πόλε̣ι̣· | |||
65(50) | [ ]ἥ̣π̣ερ δυστανο̣τ̣ά̣τ̣α̣.......ἐμοὶ [ ]ων πόνοι πάρεισι, συμπίπτει στέγη· [ ].ασεν στρατ̣ός, οἰχόμεθα....πάσαις [ ]..υ........πα....ρ̣α̣φε π̣άν̣τα ἐν δώ]μ̣ασι̣ν π̣άλαι βακχεύων. | |||
54 | ||||
55 | (Ἀθηνᾶ) | αὐδῶ τρίαιναν τῆσδ’ ἀ̣π̣ο̣σ̣τ̣ρ̣έ̣φ̣ειν χθονός, | ||
πόντιε Πόσειδον, μηδὲ γ̣ῆ̣ν̣ ἀναστατο̣ῦ̣ν̣ πόλιν τ’ ἐρείπειν τὴν ἐμὴν ἐπήρ̣α̣τ̣ο̣ν̣· μηδ’ εὐτυχῆ σοι δοι............οι· οὐχ εἷ̣ς ἄδην ς’ ἔπλησεν; οὐ κατὰ χθονὸς | 36 | |||
60 | κρύψας Ἐρεχθέα τῆς ἐμῆς ἥψω φρενός; κἄπε]ι̣τα μέλλεις ταῦτα δ̣ὴ̣ τ̣..ες..ρα [ ]ε̣ρτεροι[ ]..σεν θεά. σὺ δ’,] ὦ χθονὸς [σώτειρα Κηφισοῦ] κ̣όρη, ἄκου’ Ἀθάνας τῆς ἀμήτορο[ς λό]γ̣ους· | |||
65 | καὶ πρῶτα μέν σο̣ι̣ σ̣η̣μ̣α̣ν̣ῶ παι[δὸς] πέρι ἣν τῆσδε χώρας σὸς προθύεται [πόσι]ς· θάψον νιν οὗπερ ἐξέπνευς’ ο[ἰκτ]ρὸν βίον, καὶ τάσδ’ ἀδελφὰς ἐν τάφωι τ[αὐτ]ῶι χθονὸς γενναιότητος οὕνεχ’, αἵτιν[ες φί]λ̣ης | |||
70 | ὅρκους ἀδελφῆς οὐκ ἐτόλμησα[ν λι]π̣εῖν. | |||
ψυχαὶ μὲν οὖν τῶνδ’ οὐ βεβᾶς’ [Ἅιδ]η̣ν πάρα, εἰς δ’ αἰθέρ’ αὐτῶν πνεῦμ’ ἐγὼ [κ]α̣τώικισα· ὄνομα δὲ κλεινὸν θήσομαι κα[θ’ Ἑλλ]άδα Ὑακινθίδας βροτοῖσι κικλή[σκε]ιν θεάς. | 37 | |||
75 | ἐπ̣ε̣ι..........κα.οιχετητ̣[....]μένη τ̣οῦ συ............ὑακίν[θου γ]άνος καὶ γῆν ἔσωισε, τοῖς ἐμοῖς ἀστο[ῖς λέγ]ω ἐνιαυσίαις σφας μὴ λελησμ[ένους] χ̣ρόνωι θυσίαισι̣ τ̣ι̣μ̣ᾶ̣ν καὶ σφαγαῖσι [βουκ]τ̣όνοις | |||
80 | κοσμοῦ[ντας ἱ]εροῖς παρθένων [χορεύ]μασιν· γνον[......]χ̣θρ̣. εἰς μάχη[ν κιν.[.......]ας ἀσπίδα στρατ[ πρώταισι θύειν πρότομα πολεμίου δορὸς τῆς οἰνοποιοῦ μὴ θιγόντας ἀμπέλου | |||
85 | μηδ’ εἰς πυρὰν σπένδοντας ἀλλὰ πολυπόνου καρπὸν μελίσσης ποταμίαις πηγαῖς ὁμοῦ· | |||
ἄβατον δὲ τέμενος παισὶ ταῖσδ’ εἶναι χρεών, εἴργειν τε μή τις πολεμίων θύσηι λαθὼν νίκην μὲν αὐτοῖς γῆι δὲ τῆιδε πημονήν. | 38 | |||
90 | πόσει δὲ τῶι σῶι σηκὸν ἐμ μέσηι πόλει τεῦξαι κελεύω περιβόλοισι λαΐνοις, κεκλήσεται δὲ τοῦ κτανόντος οὕνεκα σεμνὸς Ποσειδῶν ὄνομ’ ἐπωνομασμένος ἀστοῖς Ἐρεχθεὺς ἐμ φοναῖσι βουθύτοις. | |||
95 | σοὶ δ’, ἣ πόλεως τῆσδ’ ἐξανώρθωσας βάθρα, δίδωμι βωμοῖς τοῖς ἐμοῖσιν ἔμπυρα πόλει προθύειν ἱερέαν κεκλημένην. ἃ μὲν κατ’ αἶαν τή̣ν̣δ̣ε̣ 〈δεῖ〉 ’κπονεῖν κλύεις, ἃ δ’ αὖ δικάζει Ζεὺς πατὴρ ἐν οὐρανῶι | |||
65(100) | λέγοιμ’ ἄν· Εὔμολπος γὰρ Εὐμόλπου γεγὼ[ς τοῦ κατθ[ανόντος | |||
Δημητρ[ ὃγ χρὴ γεν[έσθαι γήμαντ[ | 39 | |||
105 | μίαν δελ̣[ καὶ τ̣ὴν τ[ Ὑάσιν δεμ.[ ἄ̣σ̣τρ̣ων λ̣.[ Δηοῦς μι̣[ | |||
110 | ἄρρητά γε[ π̣ό̣νος τε.[ σεμνῶν.[ Ἑρμοῦ το̣[ Κήρυκεσ[ | |||
115 | ἀλλ’ ἴσχε.[ οἰκτρὰ̣ς ἀ̣υ[τ ⸏καὶ τὰ πε[ρὶ | |||
(Πρ.) | δέσποινα.[ | |||
ο]ἰκτροὶ με̣[ | 40 | |||
66-77(t) | ΚΡΕΣΦΟΝΤΗΣ | |||
66(13) | Α | ⸏μ̣[ῶν ἄδικο]ς̣ οἴκων δε[σ]πότης περὶ ξένους; | ||
Γ | ⸏ὁ̣ [νῦν γ’], ὁ δ’ οὐκ ὢν πᾶσι προσφιλέστατος. | |||
15 | Α | ⸏τ̣[ίς δ’ ἔσ]τ̣ι; τὸν δὲ μηκέτ’ ὄντ’ αὖθις φράσον. | ||
Γ | ⸏ἀ̣[φ’ Ἡ]ρ̣[α]κ̣λειδῶν, ὄνομα Πολυφόντης, ξένε. | |||
Α | ⸏ὁ̣ [κα]τθανὼν δὲ δεσπότης τίς ἦν δόμων; | |||
Γ | ⸏ταὐτοῦ γένους τοῦδ’ οἶσθα Κρεσφόντην κλύων; | |||
Α | ⸏κτιστῆρά γ’ ὄντα τῆσδε γῆς Μεσσηνία[ς. | |||
20 | Γ | ⸏τοῦτον κατακτὰς δῶμα Πολυφόντης [ἔ]χει. | 42 | |
Α | ⸏πότερα βιαίως ἢ τύχαις ἀκουσίαις; | |||
Γ | β̣ίαι δολώσας, ὡς τυραννεύοι χθονός. | |||
〈Α〉 | ἄ]παιδά γ’ ὄντα καὶ γυναικὸς ἄζυγα; | |||
〈Γ〉 | ⸏οὔκ, ἀλλὰ δισσοὺς συνκ[ατέ]κτεινεν κόρους. | |||
25 | Α | ⸏ἦ πᾶς’ ὄλωλε δῆτα κα[ὶ] τέκνων σπορά; | ||
Γ | ⸏εἷς ἐστὶ παίδων λοιπ[ός], εἴπερ ἔστ’ ἔτι. | |||
〈Α〉 | ⸏πῶς τόν γε θάνατο[ν καὶ] τύχας ὑπεκφυγών; | |||
Γ | ⸏μαστοῦ ’πὶ θηλῆς σμ̣[ικρ]ὸς ὢν ἔτ’ [ἐ]ξ̣[έδυ. | |||
Α | ⸏ἔκδημο[ς] ὢν τῆ[σδ’ ἢ ’πιχ]ώριος χθ̣[ονός; | |||
30 | Γ | ⸏μητ.[..].[.]..ρ̣ον.λ̣[ | ||
〈Α〉 | ]π̣ε̣φ̣[ ]...[ | |||
31 | ||||
31 | deest versus 1(?) | |||
32 | [ ].αισο̣δε̣[ [ ]εσγεκλη̣.[ | |||
〈Α〉 | [ ]δη τί παῖς ομη̣[ | |||
35 | 〈Γ〉 | [ ]α̣νόντος ταυτ[ [ ]ν’ ἐχθ..[ []ο̣ὐχὶ χρη̣[ | ||
[].δ’ αυ̣τ[ | 43 | |||
38 | deest versus 1 (?) | |||
39 | []νετ..[.].[ | |||
40 | ἐχθροῖσιν εἴη πολεμίαν δ⸥άμαρτ’ ἔχειν. [].πόσιν. [ ]η πάρος δέρην. [ ]ε̣ις ἐχθροὺς ἔχει. [ ].ας ἀντιτείσετα[ι. | |||
45 | [ ]ε ἂν γένοιτ’ ἐμ̣[ [ ] ἑστίας ἴθι. [ ]π̣α̣ρ̣.[..]..[ γυνὴ δε.[ ποσίν τ’ ὑ[ | |||
66(50) | ξέναι δ’ ε.[ ⸏κλαίουσα· χα̣[ | |||
Α | αἰαῖ· τί δρά[σω; πῶς δ’ ἀθλ̣[ δεῖ ς’, ὦ τα[λα | |||
55 | ξίφος τεθη[ ὦ νερτερα̣[ Ἅιδη δ̣[ .ν.ʽ[ | |||
58 | ||||
58 | desunt versus 1—2 .υδ[..].[ | 44 | ||
60 | νῦν εἴ ποτ[ ὑμεῖς τεασ̣[ μνησθέν[τ σφ[ ὦ φίλτατε[ | |||
65 | ..]π̣ηστα[ κ]α̣ὶ νῦν μ[ ...[.]..[ | |||
67 | ||||
67 | desunt versus fere 4(?) | |||
68 | ].συ.....[ ]ες· ἐπειδ[ | |||
70 | Χο αἰαῖ· φεῦ[ βαρεαγο[ πολυεπ[ μέλεα δ’.[ ἐκλαυσα[ | |||
75 | τυρανν[ τουπα[ .].π̣ολυ̣[ ὅσιον.[ | |||
78 | ]..υ̣ε̣μ̣[ | |||
80 | ]ωνεχε̣[ ]λεγουσ[ .]ζ̣υ̣γ̣[ ]μ..[ ]π̣ε̣[ | |||
84 | ||||
85 | ]ε̣χωδεπ̣[ | |||
]ξενοσ[ | 45 | |||
67 | ἐχρῆν γὰρ ἡμᾶς σύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν εἰς ὅς’ ἔρχεται κακά, τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων. | |||
4 | ||||
68 | (Κρεσφόντης) εἰ μὲν γὰρ οἰκεῖ νερτέρας ὑπὸ χθονὸς ἐν τοῖσιν οὐκέτ’ οὖσιν, οὐδὲν ἂν σθένοι. | |||
2 | ||||
69 | (Μερόπη) εἰ γάρ ς’ ἔμελλεν, ὡς σὺ φήις, κτείνειν πόσις, χρῆν καὶ σὲ μέλλειν, ὡς χρόνος παρήλυθεν. | |||
2 | ||||
70 | (Πολυφόντης) ἐκεῖνο γὰρ πέπονθ’ ὅπερ πάντες βροτοί· | |||
φιλῶν μάλιστ’ ἐμαυτὸν οὐκ αἰσχύνομαι. | 46 | |||
71 | (Χο.) Εἰρήνα βαθύπλουτε καὶ καλλίστα μακάρων θεῶν, ζῆλός μοι σέθεν ὡς χρονίζεις. δέδοικα δὲ μὴ πόνοις | στρ. | ||
5 | ὑπερβάληι με γῆρας, πρὶν σὰν προσιδεῖν χαρίεσσαν ὥραν καὶ καλλιχόρους ἀοιδὰς φιλοστεφάνους τε κώμους. ἴθι μοι, πότνια, πόλιν. | |||
10 | τὰν δ’ ἐχθρὰν στάσιν εἶργ’ ἀπ’ οἴ‐ κων τὰν μαινομέναν τ’ ἔριν θηκτῶι τερπομέναν σιδάρωι. | ἀντ. | ||
12 | ||||
72 | (Με.) τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνηι βροτῶν οὐδ’ ἀνδρὸς ἐστερήμεθ’, ἀλλὰ μυρίαι τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον. | |||
3 | ||||
73 | (Με.?) καὶ δὶς ἕπτ’ αὐτῆς τέκνα | |||
Νιόβης θανόντα Λοξίου τοξεύμασιν | 47 | |||
74 | (Με.) †ὠνητέραν† δὴ τήνδ’ ἐγὼ δίδωμί σοι πληγήν | |||
2 | ||||
75 | αἰδὼς ἐν ὀφθαλμοῖσι γίγνεται, τέκνον. | |||
1 | ||||
76 | (Με.) αἱ τύχαι δέ με μισθὸν λαβοῦσαι τῶν ἐμῶν τὰ φίλτατα σοφὴν ἔθηκαν. | |||
3 | ||||
77 | κέρδη τοιαῦτα χρή τινα κτᾶσθαι βροτῶν, | |||
ἐφ’ οἷσι μέλλει μήποθ’ ὕστερον στένειν. | 48 | |||
78-82(t) | ΚΡΗΤΕΣ | |||
78 | ὦ Κρῆτες, Ἴδας τέκνα | 50 | ||
79 | (Χο.) Φοινικογενοῦς τέκνον Εὐρώπης καὶ τοῦ μεγάλου Ζηνός, ἀνάσσων Κρήτης ἑκατομπτολιέθρου· ἥκω ζαθέους ναοὺς προλιπών, | |||
5 | οὓς αὐθιγενὴς στεγανοὺς παρέχει τμηθεῖσα δοκοὺς Χαλύβωι πελέκει καὶ ταυροδέτωι κόλληι κραθεῖς’ ἀτρεκεῖς ἁρμοὺς κυπάρισσος. ἁγνὸν δὲ βίον τείνομεν ἐξ οὗ | |||
10 | Διὸς Ἰδαίου μύστης γενόμην καὶ νυκτιπόλου Ζαγρέως βούτης τὰς ὠμοφάγους δαῖτας τελέσας μητρί τ’ ὀρείαι δᾶιδας ἀνασχὼν μετὰ Κουρήτων | 51 | ||
15 | βάκχος ἐκλήθην ὁσιωθείς. πάλλευκα δ’ ἔχων εἵματα φεύγω γένεσίν τε βροτῶν 〈 〉 καὶ νεκροθήκαις οὐ χριμπτόμενος τὴν ἐμψύχων | |||
20 | βρῶσιν ἐδεστῶν πεφύλαγμαι. | |||
20 | ||||
80 | σύμμικτον εἶδος κἀποφώλιον βρέφος | 52 | ||
81 | [ ]εσις ὅτ’ ἐπιπνεῖ [ ]ος Λυκίας ἄπο̣ [Λα]τ̣ώϊε παῖ [ ]λ̣[.]ν ὦναξ | |||
5 | [ ].α μέλπων [ ].ψ.ασε μέγ̣αν [ ]φοις [εὐ]πάτειρα | |||
8 | ||||
8 | quot versus desint non constat (26 minimum) | |||
9 | σκηπ[ | |||
10 | αυτη[ το̣ι̣ονδ̣[ ἐπ̣’ ε̣..[ π[.].ω̣π̣[ κα̣ι.εω[ | |||
15 | ⸏ἐπελ.[ | |||
Χο | [ | |||
Μι. | [ [ ].σ̣[ [ ]..[...]..[..].[ | |||
20 | (Χο.) | ........]έσ̣τη ταῖς ἀτ[ | 53 | |
(Μι.) | ........]κουσα̣[.]ρ̣..[ | |||
(Χο.) | ........]ασαντηνδ[ | |||
(Μι.) | ........]ην μέλλουσα.[ | |||
(Χο.) | ........]τω χρὴ προσ[.]υ̣τ[ | |||
25 | (Μι.) | .......].οισι προσβ[ολ]ὴν̣[ | ||
(Χο.) | .......]ων σου βούλομαι[ | |||
(Μι.) | .......]..πησεαπεο[ | |||
(Χο.) | .....]....ο̣υ̣σα̣[]τ̣..ος....[ | |||
(Μι.) | ταύ⸥ρου μέμικται καὶ βροτο⸤ῦ διπλῆι φύσει. | |||
30 | (Χο.) | ἤκ]ουσα καὶ πρίν· πῶς δ’ ο[ | ||
(Μι.) | στέ]ρνοις ἔφεδρον κρᾶτα τ[αύρειον φέρει. | |||
(Χο.) | τετρ]ασκελὴς γὰρ ἢ δίβαμ[ος ἔρχεται; | |||
(Μι.) | δίπ]ους [μ]ελαίνηι δασκ[ | |||
(Χο.) | ἦ κ]α̣ί τι πρὸς τοῖσδ’ ἄλλο[ | |||
35 | (Μι.) | μύ]ωπος ο̣ἴ̣σ̣τ̣ρ̣ου κέρκον[ | ||
(Χο.) | ..]τ[.......]υ γῆρυν[ | |||
(Μι.) | ..]..[....].[..]φορβάδοσ[ | |||
(Χο.) | μ]α̣στ[ὸς] δὲ μ[η]τρὸς ἢ βοὸς σ[ | |||
(Μι.) | τρ]έφ[ου]σιν οἱ τεκόντες οὐ.[ | |||
40 | (Χο.) | ...]ε̣φ̣[....].ι δωμάτων[ | 54 | |
(Μι.) | ...].[....]ν̣ου τοῖς τεκο[ῦσι | |||
(Χο.) | [ ]ρη[..]νμηλο̣[ | |||
(Μι.) | [ ]μπ.υσι.[ | |||
43 | [ ]..[..].[ | |||
45 | [ ν..ιω[ ⸏ἀπείρου μι[ Κρήτης απα̣[ φόβος τὰ θεῖ[α πολλὴ γὰρ .[ | |||
81(50) | ἐμοι.[ | |||
81(50) | ||||
82 | (Χο.) | οὐ γάρ τιν’ ἄλλην φημὶ τολμῆσαι τάδε· σὺ † δ’ ἐκ κακῶν†, ἄναξ, ⸏φρόντισον εὖ καλύψαι. | ||
Πασιφά(η) | ἀρνουμένη μὲν οὐκέτ’ ἂν πίθοιμί σε· | |||
5 | πάντως γὰρ ἤδη δῆλον ὡς ἔχει τάδε. | |||
ἐγ[ὼ] γὰρ εἰ μὲν ἀνδρὶ προύβαλον δέμας τοὐμὸν λαθραίαν ἐμπολωμένη Κύπριν, ὀρθῶς ἂν ἤδη μάχ̣[λο]ς̣ οὖς’ ἐφαινόμην· νῦν δ’, ἐκ θεοῦ γὰρ προσβολῆς ἐμηνάμην, | 55 | |||
10 | ἀλγῶ μέν, ἐστὶ δ’ οὐχ ἑκο[ύσ]ιον κακόν. ἔχει γὰρ οὐδὲν εἰκός· ἐς τί γὰρ βοὸς βλέψας’ ἐδήχθην θυμὸν αἰσχίστηι νόσωι; ὡς εὐπρεπὴς μὲν ἐν πέπλοισιν ἦν ἰδεῖν, πυρσῆς δὲ χαίτης καὶ παρ’ ὀμμάτων σέλας | |||
15 | οἰνωπὸν ἐξέλαμπε πε̣ρ̣[καί]νων γένυν; οὐ μὴν δέμας γ’ εὔρ[υθμον ν]υμφίου· τοιῶνδε λέκτρω[ν οὕνεκ’ εἰς] πεδοστιβῆ ῥινὸν καθις....[ ]ται. ἀλλ’ οὐδὲ παίδων φ̣[ύτορ’ εἰκὸς ἦν] πόσιν | |||
20 | θέσθαι· τί δῆτα τῆι̣[δ’ ἐμαι]νόμην νόσωι; δαίμων ὁ τοῦδε κἄμ’ ἐ̣[νέπλησεν κα]κ̣ῶν, μάλιστα δ’ οὗτος οισε[ ]ων· ταῦρον γὰρ οὐκ ἔσφαξ̣[εν ὅν γ’ ἐπηύ]ξατο ἐλθόντα θύσειν φάσμα [πο]ντίω[ι θε]ῶ̣ι. | |||
25 | ἐκ τῶνδέ τοί ς’ ὑπῆλθ[ε κἀ]πετείσ[ατο | |||
δίκην Ποσειδῶν, ἐς δ’ ἔμ’ ἔσκηψ[εν νόσος. κἄπειτ’ ἀυτεῖς κἀπιμαρτύρηι θεοὺς αὐτὸς τάδ’ ἔρξας καὶ καταισχύνας ἐμέ. κἀγὼ μὲν ἡ τεκοῦσα κοὐδὲν αἰτία | 56 | |||
30 | ἔκρυψα πληγὴν δαίμονος θεήλατον, σὺ δ’, εὐπρεπῆ γὰρ κἀπιδείξασθαι καλά, τῆς σῆς γυναικός, ὦ κάκιστ’ ἀνδρῶν φρονῶν, ὡς οὐ μεθέξων πᾶσι κηρύσσεις τάδε. σύ τοί μ’ ἀπόλλυς, σὴ γὰρ ἡ ’ξ[αμ]αρτία, | |||
35 | ἐκ σοῦ νοσοῦμεν. πρὸς τάδ’ εἴτε ποντίαν κτείνειν δοκεῖ σοι, κτε[ῖ]ν’· ἐπίστασαι δέ τοι μιαιφόν’ ἔργα καὶ σφαγὰς ἀνδροκτόνους· εἴτ’ ὠμοσίτου τῆς ἐμῆς ἐρᾶις φαγεῖν σαρκός, πάρεστι· μὴ λίπηις θοινώμενος. | |||
40 | ἐλεύθεροι γὰρ κοὐδὲν ἠδικηκότες ⸏τῆς σῆς ἕκατι ζημ[ία]ς̣ θανούμεθα. | |||
(Χο.) | πολλοῖσι δῆλον [ὡς θεήλατον] κακὸν ⸏τόδ’ ἐστίν· ὀργη[ ].ς, ἄναξ. | |||
Μίν(ως) | ἆρ’ ἐστόμωται; μ[ ]βοᾶι. | |||
45 | χωρεῖτε, λόγχη[ ο]υμένη λάζυσθε τὴν πανο[ῦργον, ὡ]ς καλῶς θάνηι, καὶ τὴν ξυνεργὸν [τήνδε, δ]ωμάτων δ’ ἔσω [ἄγο]ντες αὐτὰς ἔρ[ξατ’ ἐς κρυπτ]ήριον, [ὡς μ]ηκέτ’ εἰσίδ[ωσιν ἡλίου κ]ύκλον. | 57 | ||
82(50) | (Χο.) | ἄ]ναξ, ἐπίσχ[ες· φρο]ντί[δος] γὰρ ἄξιον ⸏τὸ πρ[ᾶγ]μα· [νηλ]ὴ̣ς̣ δ’ ο[ὔτις] εὔβουλος βροτῶν. | ||
(Μι.) | κ[αὶ δὴ] δ̣[έδοκται] μὴ ἀναβάλλεσθαι δίκην. | 58 | ||
83-101(t) | ΟΙΔΙΠΟΥΣ | |||
83 | [ ].ιδῆ τε βοστρύχ[ων] φ̣ό̣β̣η̣ν· οὐρὰν δ’ ὑπί⸥λας’ ὑπὸ λεοντόπουν βάσιν καθέζετ’⸥ ]δ’ ἀποφέρους’ ὠκύπτερον [ ]ν ἐπιπα...ριζ̣[.]ν χρόνωι· | |||
5 | [ ]υ̣ διήλεσε.ι̣φ..σ̣ω̣ν φόβην [ ]προσβάληι τ’ αὐγα̣ῖ̣ς̣ πτερόν· εἰ μὲν πρὸς ἵπ⸥πους ἡλίου χρυσωπὸν ἦ⸤ν νώτισμα θη⸥ρός· εἰ δὲ ⸤πρ⸥ὸς νέφος βά⸤λοι κυανωπὸν ὥ⸥ς τις Ἶρι⸤ς ἀν⸥τηύγει σ⸤έλας. | |||
10 | [ νε]κ̣ρῶν.[ [ ]γοῦς ὑπ[ [ ]αφρόνω[ [ ]..ουσαν̣[ [ ]ροχ[ | |||
15 | [ ]ι̣τ̣[ | |||
15 | ||||
15 | quot versus desint non constat | |||
16 | [ ]...α....ρ.ρ[ [ ]μον ἐλίπομεν[ [ ]πων ἵσταντ’ ἀ[ | |||
[ σ]υρίξασα ι....[ | 60 | |||
20 | [ ]αἴνιγμ’ ἡ μιαιφ[όνος κόρη [ ἐ]π̣ειποῦς’ ἑξά̣[μ]ε̣τ[ρ’ ἀφῆκ’ ἔπη· [ ]εν⁚ ξύνεσιν δ’ ἔχ̣ο̣[ν τέτραπον ἠδὲ δί]πουν τι τρίπο̣[υν [ ]νῆ τρισὶ δ’ .[ | |||
25 | [ ]ί̣νδ’ ἄρσεν κα̣[ὶ [ ].εύεις ἢ πάλιν β̣[ [ ]ὸν ὕμνον οπ̣[ [ ]ὑ̣μεῖς λέξ[ατε [ ]πουν[ | |||
29 | ||||
30 | [ ]..[ [ ]πάθρω[]κ̣.[ [ἀν]ταγωνιστῆ̣[ [ ]έχοιτ’· ο.[ [ ]όνοσκ..´ρῆ̣[ | |||
35 | [ ]φοισ[ | 61 | ||
84 | (Θεράπ.) ἡμεῖς δὲ Πολύβου παῖδ’ ἐρείσαντες πέδωι ἐξομματοῦμεν καὶ διόλλυμεν κόρας. | |||
2 | ||||
85 | οὔτοι νόμισμα λευκὸς ἄργυρος μόνον καὶ χρυσός ἐστιν, ἀλλὰ κἀρετὴ βροτοῖς νόμισμα κεῖται πᾶσιν, ἧι χρῆσθαι χρεών. | |||
3 | ||||
86 | μεγάλη τυραννὶς ἀνδρὶ τέκνα καὶ γυνή | |||
1 | ἴσην γὰρ ἀνδρὶ συμφορὰν εἶναι λέγω τέκνων θ’ ἁμαρτεῖν καὶ πάτρας καὶ χρημάτων ἀλόχου τε κεδνῆς, ὡς μόνων τῶν χρημάτων | |||
4 | **************** | |||
5 | ἢ κρεῖσσόν ἐστιν ἀνδρί, σώφρον’ ἢν λάβηι. | |||
5 | ||||
87 | ἄλλως δὲ πάντων δυσμαχώτατον γυνή. | |||
1 | ||||
88 | πᾶσα γὰρ δούλη πέφυκεν ἀνδρὸς ἡ σώφρων γυνή· | |||
ἡ δὲ μὴ σώφρων ἀνοίαι τὸν ξυνόνθ’ ὑπερφρονεῖ. | 62 | |||
89 | πᾶσα γὰρ ἀνδρὸς κακίων ἄλοχος, κἂν ὁ κάκιστος γήμηι τὴν εὐδοκιμοῦσαν. | |||
3 | ||||
90 | ἑνὸς δ’ ἔρωτος ὄντος οὐ μί’ ἡδονή· οἱ μὲν κακῶν ἐρῶσιν, οἱ δὲ τῶν καλῶν. | |||
2 | ||||
91 | νοῦν χρὴ θεᾶσθαι, νοῦν· τί τῆς εὐμορφίας ὄφελος, ὅταν τις μὴ φρένας καλὰς ἔχηι; | |||
2 | ||||
92 | ἀλλ’ ἦμαρ 〈ἕν〉 τοι μεταβολὰς πολλὰς ἔχει. | |||
1 | ||||
93 | ἐκ τῶν ἀέλπτων ἡ χαρὰ μείζων βροτοῖς. | |||
1 | ||||
94 | φθόνος δ’ ὁ πολλῶν φρένα διαφθείρων βροτῶν | |||
ἀπώλες’ αὐτὸν κἀμὲ συνδιώλεσεν. | 63 | |||
95 | πότερα γενέσθαι δῆτα χρησιμώτερον συνετὸν ἄτολμον ἢ θρασύν τε κἀμαθῆ; τὸ μὲν γὰρ αὐτῶν σκαιόν, ἀλλ’ ἀμύνεται, τὸ δ’ ἡσυχαῖον ἀργόν· ἐν δ’ ἀμφοῖν νόσος. | |||
4 | ||||
96 | ἐκμαρτυρεῖν γὰρ ἄνδρα τὰς αὑτοῦ τύχας εἰς πάντας ἀμαθές, τὸ δ’ ἐπικρύπτεσθαι σοφόν. | |||
2 | ||||
97 | πολλάς γ’ ὁ δαίμων τοῦ βίου μεταστάσεις ἔδωκεν ἡμῖν μεταβολάς τε τῆς τύχης. | |||
2 | ||||
98 | ἐγὼ γὰρ ὅστις μὴ δίκαιος ὢν ἀνὴρ βωμὸν προσίζει, τὸν νόμον χαίρειν ἐῶν πρὸς τὴν δίκην ἄγοιμ’ ἂν οὐ τρέσας θεούς· κακὸν γὰρ ἄνδρα χρὴ κακῶς πάσχειν ἀεί. | |||
4 | ||||
99* | ἀλλ’ ἡ Δίκη γὰρ καὶ διὰ σκότου βλέπει. | 64 | ||
100 | τόν θ’ ὑμνοποιὸν δόνα[χ’, ὃν ἐκφύει Μέ]λας ποταμὸς ἀηδόν’ εὐπνόων αὐλῶν σοφήν. | |||
2 | ||||
101 | ἄναρθρος | 65 | ||
102-149(t) | ΤΗΛΕΦΟΣ | |||
102 | (Τήλεφος) Ὦ γα⸤ῖα πατρίσ⸥, ἣν Πέλοψ ὁρίζεται, χαῖρ’, ὅς τε πέτραν Ἀρκάδων δυσχείμερον | |||
Πὰν ἐμβατεύεις, ἔνθεν εὔχομαι γένος· Αὔγη γὰρ Ἀλέου παῖς με τῶι Τιρυνθίωι | 67 | |||
5 | τίκτει λαθραίως Ἡρακλεῖ· σύνοιδ’ ὄρος Παρθένιον, ἔνθα μητέρ’ ὠδίνων ἐμὴν ἔλυσεν Εἰλείθυια, γίγνομαι δ’ ἐγώ. καὶ πόλλ’ ἐμόχθης’, ἀλλὰ συντεμῶ λόγον. ἦλθον δὲ Μυσῶν πεδίον, ἔνθ’ εὑρὼν ἐμὴν | |||
10 | μητέρα κατοικῶ, καὶ δίδωσί μοι κράτη Τεύθρας ὁ Μυσός, Τήλεφον δ’ ἐπώνυμον καλοῦσί μ’ ἀστοὶ Μυσίαν κατὰ χθόνα· τηλοῦ γὰρ οἰκῶν βίοτον ἐξιδρυσάμην. Ἕλλην δὲ βαρβαροῖσιν ἦρχον †ἐκτονων† | |||
15 | πολλοῖς σὺν ὅπλοις πρίν γ’ Ἀχαϊκὸς μολὼν στρατὸς τὰ Μυσῶ[ν πε]δί’ ἐπ[ι]στρωφᾶι 〈ποδί〉. | |||
16 | ||||
103 | (Τήλ.) πτώχ’ ἀμφίβληστρα σώματος λαβὼν ῥάκη | |||
ἀλκτήρια †τύχης | 68 | |||
104 | (Τήλ.) δεῖ γάρ με δόξαι πτωχόν 〈 〉 εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή. | |||
2 | ||||
105 | ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος | |||
1 | ||||
106 | ὦ Φοῖβ’ Ἄπολλον Λύκιε | |||
1 | ||||
107 | μοχθεῖν ἀνάγκη τοὺς θέλοντας εὐτυχεῖν. | |||
1 | ||||
108 | τόλμα σὺ κἄν τι τραχὺ νείμωσιν θεοί. | |||
1 | ||||
109 | (Τήλ.) μή μοι φθονήσητ’, ἄνδρες Ἑλλήνων ἄκροι, εἰ πτωχὸς ὢν τέτληκ’ ἐν ἐσθλοῖσιν λέγειν. | |||
2 | ||||
110 | Μυσὸν Τήλεφον | 69 | ||
111 | (Τήλ.) κώπης ἀνάσσων κἀποβὰς εἰς Μυσίαν ἐτραυματίσθην πολεμίωι βραχίονι. | |||
2 | ||||
112 | (Τήλ.) ληιστὰς ἐλαύνων καὶ κατασπέρχων δορί. | |||
1 | ||||
113 | (Τήλ.) Ἀγάμεμνον, οὐδ’ εἰ πέλεκυν ἐν χεροῖν ἔχων μέλλοι τις εἰς τράχηλον ἐμβαλεῖν ἐμόν, σιγήσομαι δίκαιά γ’ ἀντειπεῖν ἔχων. | |||
3 | ||||
114 | καλῶς ἔχει μοι· Τηλέφωι δ’ ἁγὼ φρονῶ. | |||
1 | ||||
115 | (Τήλ.?) ἐρεῖ τις, οὐ χρῆν. | |||
1 | ||||
116 | (Τήλ.?) φέρ’ εἰ 〈 〉 ἐκπλεύσας σκάφει | |||
1 | ||||
117 | (Τήλ.) καθῆσθ’ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ. | 70 | ||
118 | (Τήλ.) τὸν δὲ Τήλεφον οὐκ οἰόμεσθα; | |||
2 | ||||
119 | (Τήλ.) εἶτα δὴ θυμούμεθα παθόντες οὐδὲν μεῖζον ἢ δεδρακότες; | |||
2 | ||||
120 | ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ. | |||
1 | ||||
121 | ὦ πόλις Ἄργους, κλύεθ’ οἷα λέγει. | |||
1 | ||||
122 | (Τήλ.) τί γάρ με πλοῦτος ὠφελεῖ; σμίκρ’ ἂν θέλοιμι καὶ καθ’ ἡμέραν ἔχων ἄλυπος οἰκεῖν μᾶλλον ἢ πλουτῶν νοσεῖν. | |||
3 | ||||
123 | οὔ τἄρ’ Ὀδυσσεύς ἐστιν αἱμύλος μόνος· | |||
χρεία διδάσκει, κἂν βραδύς τις ἦι, σοφόν. | 71 | |||
124 | (Τήλ.?) | σὺ δ’ εἶκ’ ἀνάγκηι καὶ θεοῖσι μὴ μάχου· τόλμα δὲ π⸥ρ⸤οσβλέπειν με καὶ φρονήματος χάλα. τά το⸥ι μέ⸤γιστα πολλάκις θεὸς ταπείν’ ἔ⸥θηκ⸤ε καὶ συνέστειλεν πάλιν. | ||
5 | [ ]υχ[ [ ]..[ | |||
6 | ||||
125 | τί δ’ ὦ τάλας σοι τῶιδε πείθεσθαι μέλει; | |||
1 | ||||
126 | ὥρα σε θυμοῦ κρείσσονα γνώμην ἔχειν. | |||
1 | ||||
127 | Ἕλληνες ὄντες βαρβάροις δουλεύσομεν; | |||
1 | ||||
128 | κακῶς ὄλοιτ’ ἄν· ἄξιον γὰρ Ἑλλάδι. | |||
1 | ||||
129 | κακός τίς ἐστι προξένωι σοὶ χρώμενος. | |||
1 | ||||
130 | (Ἀγαμ.) ἴθ’ ὅποι χρήιζεις· οὐκ ἀπολοῦμαι | |||
τῆς σῆς Ἑλένης οὕνεκα. | 72 | |||
131 | (Ἀγαμ.) Σπάρτην ἔλαχες, κείνην κόσμει· τὰς δὲ Μυκήνας ἡμεῖς ἰδίαι. | |||
2 | ||||
132 | πριστοῖσι λόγχης θέλγεται ῥινήμασιν. | |||
1 | ||||
133 | λοχαῖον σῖτον | |||
1 | ||||
134 | ψυκτήρ | |||
1 | ||||
135 | ἀπέπτυς’ ἐχθροῦ φωτὸς ἔχθιστον τέκος. | |||
1 | ||||
136* | πρὸς ταῦθ’ ὅτι χρὴ καὶ παλαμάσθω καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέσθω· τὸ γὰρ εὖ μετ’ ἐμοῦ καὶ τὸ δίκαιον ξύμμαχον ἔσται, | |||
5 | κοὐ μή ποθ’ ἁλῶ κακὰ πράσσων. | |||
5 | ||||
137* | χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶν. | 73 | ||
138* | εἰ τοῖς ἐν οἴκωι χρήμασιν λελείμμεθα, ἡ δ’ εὐγένεια καὶ τὸ γενναῖον μένει. | |||
2 | ||||
139* | ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν | |||
1 | ||||
140* | βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέσσαρα. | |||
1 | ||||
141** | ἄπελθε λαΐνων σταθμῶν. | |||
1 | ||||
142** | λυπηρὸς ἴσθ’ ὢν κἀποχώρησον δόμων. | |||
1 | ||||
143** | πληγὲν μαχαίραι τῆιδε φοινίας φλέβας καθαιματώσει βωμόν. | |||
2 | ||||
144** | τῆιδε θἠμέραι κριθήσεται | |||
εἴτ’ ἔστ’ ἔτι ζῶν εἴτ’ ὄλωλε 〈Τήλεφοσ〉. | 74 | |||
145** | οὗτος σὺ τολμᾶις πτωχὸς ὢν λέγειν τάδε; | |||
1 | ||||
146** | ἐγὼ δὲ φεύξομαί 〈γ’〉 ἐλεύθερος γεγώς. | |||
1 | ||||
147 | [ ].παντλεῖν εἰτι[ [ ]τ̣οί[ν]υν πάντεσ[ [ ]ε̣ν̣ κατ’ ἄστυ· μη[ [ ]..[].μηδεν..[ | |||
5 | [×–⏑]δοντες δ’ αὐτὸν ἐνφ[ [×–⏑–]μᾶς οἷς μέλει τ[ [ ]π̣ρ[ό]τερον πάντες τ..[ [ ].πόλιν μαστεύωμ̣[εν [ ].ις; τί δοκεῖ; πῶ[ς ἂν | |||
10 | [ ].έσαιμεν ἄρισ̣[τον [ ]μασ[τ]εύειν χρή· | |||
11 | [ ].[ ποτε[ φησομ̣[εν | |||
15 | λ’ οὐδὲν ἀληθέσ[ ἀλλ’ ἤ με μάτην[ | |||
κ[αίτοι τ]ί λέγω;[ [ ]φ̣ανεῖσθαι τ[ [ ]εχωτο..ε[ | 75 | |||
20 | [ ]απω[ [ ]εβου[ | |||
21 | [×–⏑–× πτω]χὸς ὢν οὐ πτω[χ⏑– [ ]...ν φράσειε̣[ [ φ]ρ̣άσας· τί προσμ[ | |||
25 | [ ]νου μέτ’ ἐστι μ[ [ ]...αμησε.[ | |||
26 | [ ].[ [ ]οδ.[ ]νωτ.[ [ ⸏]εους· ὁσο.τεσυ..[ | |||
30 | [εἶ]ἑν· τί δή σοι χρησ[ [χ]ωλὸν βολαίας τη[ [π]ότερά ς’ ἔτρωσαν .[ [].ις φανεῖ τοῦδ’ ἀπα[ [] .[]τε τὸν βα[ | |||
35 | [ ]ν φησιν ἰ̣α̣[ | |||
35 | [ ⸏]το[ ⸏τί οὖν ς’ ἀπείργε[ι ⸏τὸ μὴ προδοῦναι[ | |||
⸏ο]ὔ̣ [π]ού τις̣ ἐ̣χ̣[θ]ρῶν̣[ | 76 | |||
40 | ⸏ο]ὐκ οἶδα· δει[μ]αιν̣[ κλαίω[ν] πλανήσει.[ α[.]σ̣εμνος̣..[ ⸏]..ω̣[..]ι..α̣.[ ⸏ἀλλα.ασι[γ]ᾶι̣[.]ε[ | |||
45 | ⸏ἧσσόν γ’ ἂν οὖν[ ⸏Ἀγάμεμνον[ ⸏βλ[ά]πτειν τὸ κο[ινὸν ο]ὐκ οἶσθ’ Ὀδυσσ[ ..]ἐ̣ν χρόνω̣[ι .]ν̣.αισ[ | |||
147(50) | .].κ[.]ρα´....ων̣συ[ .].ω[.]ἀ̣κοῦσαι καιρόσ[ .]. ἀ̣[γ]ρ̣ίου του φωτόσ[ .]..[.]εχετ[.]λαμπρ[ [ ⸏].ε.[..]υνεικο[ | |||
54 | ||||
55 | ξε̣[ ε..[ να.[ τρε.[ του[ | |||
60 | καιρ[ πε.[ τα.[ ἄκ.[ | |||
63 | [ ].κουσ[]τωσ̣[ | |||
65 | [ ]σι συμμάχου[ [ ]μ̣α....γὰρ κ[ [ ].οις Τηλεφο.[ [×–⏑]ἡμᾶς ὦ πρ[ [×–⏑]υκὼς εἴ τις ἐ[ | 77 | ||
70 | [ ]επαγ̣ηι̣ πτω[χ [ ].ειδῆ[]...θ.[ [ ]υμ.αισε.[ [ ]ηις· ἀλλας.[ [ ]ν̣ουσσυ[]α..[ | |||
75 | [ ].ωδ’ ε..ονο.[ [ ]μ̣ω̣[]ρ̣ι̣του.[ | |||
76 | ⸏]μ̣ηπ̣[ τ]έχνηι γεμ̣[ ὅ]μως δ’ ὀνη.[ | |||
80 | ⸏οὐ]κ ἀξιώσω[ ὦ] φίλτατ’, ὦ.[ στ]είχοντί νυ[ν ἰδ]ού· πορεύο[μ φρ]ουρειτε νυ[ν | |||
84 | ||||
85 | ]μαστήρ· ]δην ]..εινας ]εν ]ν. | |||
90 | ] ]...α ]α ]κορας | 78 | ||
93 | ]ε̣..ηι..[ | |||
95 | ]νιν καὶ π̣.[ ]..[]ηντ̣ο̣δ̣[ ]ν θαυμαζ[ ].υνμ.[ ].ιτουτ̣[ | |||
147(100) | ]ς..ε[ | |||
147(100) | [ ].[ []νανδρος τ̣[ []ἡμῖν πα̣[ []α̣νδρι θεοῦ[ | |||
105 | [].τας χρὴ π̣[ []οντω.[ | |||
106 | ]στενω[ ]δεινο.[ | |||
108 | ].ουδ[ | |||
110 | ]χθρω[ | |||
110 | [ ]..Ἀχαιοισ[ [πέπ]οιθ’ Ὀδυσσ[ | |||
[ ]. τί δοκεῖ ς.[ [ ]γ̣ω[ | 79 | |||
115 | [ ]σγ̣ημ.[ [ ]ετ̣ωκρεῖ.[ [ ]π̣αν̣..[ | |||
117 | ]κλοπ̣[ ]φη.[ | |||
120 | ].εν[ | |||
120 | ].ε.[ ].ευα̣[ ]Μυσίου[ | |||
123 | ].η.[ | |||
125 | ]ανδρ[ | |||
125 | ||||
148* | []φ̣[ [ ]κο̣ιν[..]έ̣ρχετα[ι [ ]ς Τήλε[φ’], ἐ̣ς τὰ Πέ̣[ργαμα [σήμαινε] να[ύτα]ι̣ς καὶ κ[υ]βερνή[ταις πόρον | |||
5 | [ π]αρὼ[ν] ἐκ νυκ[τός]· εἶτα σ[ [ ]μεν [σύ]μβουλο[ς] ἐλθὲ τῶι [στόλωι. [ἐπεὶ] γὰρ ἡμῶν, ὡς ὁ [μῦ]θός ἐστ’, ἀ[γοὶ [δίκηι τὰ π]ρῶτα καὶ νόμ[ο]ις Ἑλληνι[κοῖς [εἴργο]υσι χρῆσθαι, τ[ῆ]ς τύχης ἁμ[αρ]τ̣[άνων | |||
10 | [τολμᾶι δόμ]οισιν ἐμπε[σ]εῖν· ἀστὸς γὰ[ρ] ὣς [εἶς’, ὃν τὸ] κηρύκειον ο[ὐ] δάκνει πλέον· | |||
[ ]κ̣οι ς’ ἂν τῆσδ’ ἀφ’ ἑσπέρας γνάθο[ς [ ]ἢν εὖ θώμεθ’, [ἀ]μνηστεῖν σε χρὴ [τῶν εἰσέπει]τα· σοὶ δ’ ὑπεξελεῖν πάρα | 80 | |||
15 | [τοῖσδ’ εἴ τι] μὴ πρόσχο[ρδ]ον, ὡς ἁνὴρ μόληι. [ ἄγε σ]ὺν τούτοις τ[ῶι] μὲν ξείνωι [ συμπλε]ῖν πομποὺ[ς] παρατασσέσθω· [ ⏑⏑ να]ύαρχος τίς [ἀν]ὴρ ἔσται; [ τὸ δ’ ἄρ’] ἐκ τούτω[ν αὐ]τὸς ἐγὼ πᾶν | |||
19 | ||||
149 | (Χο.) | ἢ νότ[ου ἢ] ζεφύρο̣ιο δίνα πέμψ̣[ει Τ]ρωιάδας ἀκτάς, σύ τε π̣[ηδ]α̣λίωι παρεδρεύω̣[ν φράσει̣[ς τ]ῶ̣ι̣ κατὰ πρῶιραν̣ | ||
5 | εὐθὺς Ἰλ̣[ίο]υ πόρον Ἀτρεΐδα̣[ις] ἰ̣δέσθαι. σὲ γὰρ Τε[γ]εᾶτις ἡμῖν, | |||
Ἑλλάς, οὐχ̣ὶ Μυσία, τίκτει ναύταν σύν τινι δὴ θεῶν | 81 | |||
10 | ⸏καὶ πεμπτῆρ’ ἁλίων ἐρετμῶν. | |||
Ἀχιλλε(ύς) | μῶν καὶ σὺ καινὸς ποντίας ἀπὸ χθονὸς ἥκεις, Ὀδυσσεῦ; ποῦ ’στι σύλλογος φ[ί]λων; ⸏τί μέλλετ’; οὐ χρῆν ἥσυχον κεῖσθαι π[ό]δα. | |||
Ὀδ(υσσεύς) | δοκεῖ στρατεύειν καὶ μέλει τοῖς ἐν τέλει | |||
15 | ⸏τάδ’· ἐν δέοντι δ’ ἦλθες, ὦ παῖ Πηλέως. | |||
Ἀχιλλ(εύς) | οὐ μὴν ἐπ’ ἀκταῖς γ’ ἐστὶ κωπήρης στρατός, ⸏οὔτ’ οὖν ὁπλίτης ἐξετάζεται παρών. | |||
Ὀδ(υσσεύς) | ⸏ἀλλ’ αὐτίκα· σπεύδειν γὰρ ἐν καιρῶι χρεών. | |||
Ἀχιλλε(ύς) | αἰεί ποτ’ ἐστὲ νωχελεῖς καὶ μέλλετε, | |||
20 | ῥήσεις θ’ ἕκαστος μυρίας καθήμενος λέγει, τὸ δ’ ἔργον [ο]ὐ̣δαμοῦ περαίνεται. κἀ̣[γ]ὼ μέν, ὡς ὁρᾶ[τ]ε, δρᾶν ἕτοιμος ὢν ἥκ̣ω, στρατός τε Μ̣[υρ]μιδών, καὶ πλεύσ[ομαι | |||
⸏τὰ [τ]ῶν Ἀτρειδ̣[ῶν οὐ μένων] μελλήμ[ατα. | 82 | |||
150(t) | ΑΛΚΜΕΩΝ | |||
1 | ἀλλ’ ἕρπ’ ἐς οἴκ̣[ους μὴ τοῦ[τ’] ἐμη[ ὑμῖν τ’ ἀπαυδ[ῶ εἴ τις λακοῦσα τ̣[ | |||
5 | μή μ’ αἰτιᾶσθ[ε ὅστις δὲ δούλωι φω⸤τὶ πιστεύει βροτῶν, ⸏πολλὴν παρ’ ἡ⸤μῖν μωρίαν ὀφλισκάνει. γλυκεια[ μαινομ[ | |||
10 | ὑπὸ γαια.[ τέκνοισι̣[ και...σ̣ο̣[ χ.[ ..[ | |||
15 | ..[ κυλινδ[ ....ν· ο[ δ.π..τ̣ων[ δρε..εισ̣[ | |||
20 | λατρευ. ἀλλὰ βίου [ | 83 | ||
151(t) | ΑΛΚΜΗΝΗ | |||
151a(7) | — — — ὡ̣ς μ̣ὴ̣ μὲν ἡμῖν τοῦδε....[ πα[ῖ]δ̣ες τὸ λῶιστον, εἰ δὲ .[ | |||
10 | κα.....ε̣ι̣. σαφῶς π......[...].υ τόδε. ἀ̣λ̣λ’ ο̣ὐκ ἐάσει μ’, ὡς ἔοικ̣ε̣ [.]ο̣.[...]νος π̣αι̣σ̣ὶν συνελθεῖν καὶ λόγ..[...]ων.....ν⁚ | |||
(Β.) | κακῶς ὄλοιο, πρίμ ποτ’ εἰς ἐμοὺ[ς δό]μους ἐλθεῖν πατρώιο[υ]ς ......[....]μ̣ο̣υ̣ λιπών, | |||
15 | ὡς ἐν δόμοις τ’ ὀχληρὰ...[....]..δίδω̣ς στένων, δακρύων καὶ κατο[ικτίρ]ων τύχας. οὐκ [ο]ἶδ’, ἀσήμους....ι̣ν̣ασο..[..]π̣’ ἀ̣ε̣ί αγ....πα̣ιω̣ν.., εἴ τις ἦν ικ.[..]....ω ν.[...]..[.]..δ̣...α̣.νπ̣ο.[..]..παῖ | |||
20 | — — — | |||
151b(10) | ..τ̣α̣ς̣.[.]ν̣ο̣ς. συμφυρ̣τ̣[ ....κ̣ε̣νυω̣..τασα[ Θήβας ἐπι...μοιστο̣ι̣σ̣[ ληισταὶ γ̣ὰ̣ρ̣[.]ν̣ι̣.....[ Τάφιοι μολόντες τάσδ[ | |||
15 | νήσους ἁλιτενεῖς, ἃς καλ̣[οῦς’ Ἐχινάδας. ἡ δ’ ἐξομεῖται μηθενὸ[ς ὃς μὴ μετέλθοι συγγόν[ Ταφίους· λιγὺς δὲ χρησ[μὸς Ἀμφιτρύων γὰρ ἐπὶ γά[μοις | 84 | ||
20 | τ̣η̣κ̣ε̣ι̣.λ̣..υ̣.....α̣φ̣ι̣.[ — — — | |||
152-156(t) | FLORILEGIUM | |||
152(t) | [Εὐριπίδου Κρήσσαις] | |||
1 | ⸤ἐπίσταμαι δὲ⸥ καὶ π̣⸤επ⸥είραμα̣ι̣ ⸤λί⸥α⸤ν ὡς τῶν ἐχό̣⸤ν⸥τ̣ων πάντες ⸤ἅ⸥νθρωποι φίλοι. οὐδε̣ὶ̣[ς] γὰρ ἕρπει πρὸς τὸ μὴ τροφὴν ἔχον ἀλλ’ εἰς τὸ πλοῦτον κ̣αὶ συνουσ[ί]αν ἔχον· | |||
5 | καὶ τῶν ἐχόντων ηὑγένεια κρίνεται· | |||
ἀνὴρ δ’ ἀχρήμων εἰ θάνοι πράσσει καλῶς. | 85 | |||
153(t) | Εὐριπίδου | |||
1 | ὁ πρῶτος ἡμῖν τῶν ἐν οὐρανῶι θεῶν βωμοὺς ἱδρύσας εὐαγῆ τ’ ἀγάλματα τ̣μ̣η̣τοῖσι τέχνης ζωοποιήσα[ς] τύποις ἑνὸς κατημέλησεν ὡς οἶμαι τότε, | |||
5 | ὃς τοῦ μεγίστου καὶ θεῶν ὑπερτάτου Πλούτου σ̣τ̣εφή̣ρη βωμὸν οὐχ ἱδρύσατο. ἔμοιγε † Ζευ.[ | |||
7 | ||||
154(t) | Εὐριπίδου ἐγ̣ δ̣ευτέρου 〈Φρίξου〉 | |||
1 | ὦ θνητὰ παραφρονήματ’ ἀνθρώπων, μάτην οἵ φασιν εἶναι τὴν τύχην ἀλ⸤λ’ οὐ⸥ θεούς· ὡς οὐδὲν ἴστε κ̣ε̣ἰ [λ]έγ̣ε̣ιν δοκεῖτέ̣ τι̣. εἰ μὲν γὰρ ἡ ⸤τύ⸥χη ’στιν οὐδὲν δεῖ θεῶν, | |||
5 | ε̣⸤ἰ⸥ δ̣’ οἱ θεοὶ ⸤σθένουσιν⸥ οὐδὲν ἡ τύ⸤χη. | |||
5 | ||||
155* | βελλεροφ[....]. ο̣ὐ̣ [γ]ὰρ οἱ θεοί νομι̣[ | |||
ο̣ι̣.[ | 86 | |||
156(t) | Εὐριπίδου | |||
1 | ὦ Ζεῦ, τί τοῦτ’ ἐφόδιον ἀνθρώποις δίδως, τοῖς μὲν πονηροῖς πᾶσι τὴν εὐγλωσσίαν, | |||
τοῖς δ’ οὖσι χρηστοῖς ἀδυναμεῖν ἐν τῶι λέγειν; | 87 |