TLG 0006 020 :: EURIPIDES :: Fragmenta

EURIPIDES Trag.
(Atheniensis: 5 B.C.)

Cf. et EURIPIDIS EPISTULAE (1367)
Vita et scholia: Cf. SCHOLIA IN EURIPIDEM (5023)

Fragmenta

Source: Nauck, A. (ed.), Tragicorum Graecorum fragmenta. Leipzig: Teubner, 1889 (repr. Hildesheim: Olms, 1964): 363–378, 380–410, 412–419, 421–427, 429–468, 470–496, 498–513, 515–516, 518–578, 580–599, 601–609, 611–612, 616–623, 625–667, 670–716.

frr. 1–38, 40–63, 65–177, 179–181, 183–224, 226–369, 371–426, 428–478, 480–484, 486–487, 489–495, 497–513, 515–567, 569–588, 590–740, 742–779, 781–819, 821–837, 839–850, 852–859, 861–880, 882–890, 892–924, 926–941, 943–953, 955–1003, 1005–1015, 1017–1020, 1023–1092, 1095–1115, 1117, 1123–1127, 1129–1132 + tituli

Citation: Fragment — (line)

1-13

(t)

ΑΙΓΕΥΣ

1

ποίαν σε φῶμεν γαῖαν ἐκλελοιπότα πόλει ξενοῦσθαι τῇδε; τίς πάτρας ὅρος; τίς ἔσθ’ ὁ φύσας; τοῦ κεκήρυξαι πατρός;

2

τί σε μάτηρ ἐν δεκάτᾳ τόκου ὠνόμαζεν;

3

δειλῶν γυναῖκες δεσποτῶν θρασύστομοι.

4

πέφυκε γάρ πως παισὶ πολέμιον γυνὴ τοῖς πρόσθεν ἡ ζυγεῖσα δευτέρῳ πατρί.

5

εἰ μὴ καθέξεις γλῶσσαν, ἔσται σοι κακά.

6

τί γὰρ πατρῴας ἀνδρὶ φίλτερον χθονός;

7

κρεῖσσον δὲ πλούτου καὶ βαθυσπόρου χθονὸς ἀνδρῶν δικαίων κἀγαθῶν ὁμιλίαι.

8

ἀνδρὸς ὑπ’ ἐσθλοῦ καὶ τυραννεῖσθαι καλόν.

9

ἦ που κρεῖσσον τῆς εὐγενίας
τὸ καλῶς πράσσειν.

10

κατθανεῖν δ’ ὀφείλεται καὶ τῷ κατ’ οἴκους ἐκτὸς ἡμένῳ πόνων.

11

ἔστι καὶ πταίσαντ’ ἀρετὰν ἀποδείξασθαι θανάτῳ.

12

Πάνακτος

13

ἀντραῖος

14-41

(t)

ΑΙΟΛΟΣ

14

Ἕλλην γάρ, ὡς λέγουσι, γίγνεται Διός, τοῦ δ’ Αἴολος παῖς, Αἰόλου δὲ Σίσυφος Ἀθάμας τε Κρηθεύς θ’ ὅς τ’ ἐπ’ Ἀλφειοῦ ῥοαῖς
θεοῦ μανεὶς ἔρριψε Σαλμωνεὺς φλόγα.

15

ἴδοιμι δ’ αὐτῶν ἔκγον’ ἄρσεν’ ἀρσένων· πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος· πλείστη γὰρ ἀρετὴ τοῦθ’ ὑπάρχον ἐν βίῳ, τὴν ἀξίωσιν τῶν καλῶν τὸ σῶμ’ ἔχειν.

16

λαμπροὶ δ’ ἐν αἰχμαῖς Ἄρεος ἔν τε συλλόγοις, μή μοι τὰ κομψὰ ποικίλοι γενοίατο,
ἀλλ’ ὧν πόλει δεῖ μεγάλα βουλεύοντες εὖ.

17

ἆρ’ ἔτυμον φάτιν ἔγνων, Αἴολε, ς’ εὐνάζειν τέκνα φίλτατα;

18

δοξάσαι ἔστι, κόραι· τὸ δ’ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν.

19

τί δ’ αἰσχρὸν ἢν μὴ τοῖσι χρωμένοις δοκῇ;

20

μὴ πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν,
ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο.

21

δοκεῖτ’ ἂν οἰκεῖν γαῖαν, εἰ πένης ἅπας λαὸς πολιτεύοιτο πλουσίων ἄτερ; οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, ἀλλ’ ἔστι τις σύγκρασις, ὥστ’ ἔχειν καλῶς.
5ἃ μὴ γὰρ ἔστι τῷ πένητι πλούσιος δίδως’· ἃ δ’ οἱ πλουτοῦντες οὐ κεκτήμεθα, τοῖσιν πένησι χρώμενοι τιμώμεθα.

22

τὴν δ’ εὐγένειαν πρὸς θεῶν μή μοι λέγε, ἐν χρήμασιν τόδ’ ἐστί, μὴ γαυροῦ, πάτερ· κύκλῳ γὰρ ἕρπει· τῷ μὲν ἔσθ’, ὃ δ’ οὐκ ἔχει· κοινοῖσι δ’ αὐτοῖς χρώμεθ’· ᾧ δ’ ἂν ἐν δόμοις
5χρόνον συνοικῇ πλεῖστον, οὗτος εὐγενής.

23

ἀλλ’ ἢ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ,
ἥ τ’ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται.

24

κακὸν γυναῖκα πρὸς νέαν ζεῦξαι νέον· μακρὰ γὰρ ἰσχὺς μᾶλλον ἀρσένων μένει, θήλεια δ’ ἥβη θᾶσσον ἐκλείπει δέμας.

25

φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει· γέροντες οὐδέν ἐσμεν ἄλλο πλὴν ψόφος καὶ σχῆμ’, ὀνείρων δ’ ἕρπομεν μιμήματα· νοῦς δ’ οὐκ ἔνεστιν, οἰόμεσθα δ’ εὖ φρονεῖν.

26

τῇ δ’ Ἀφροδίτῃ πόλλ’ ἔνεστι ποικίλα· τέρπει τε γὰρ μάλιστα καὶ λυπεῖ βροτούς. τύχοιμι δ’ αὐτῆς ἡνίκ’ ἐστὶν εὐμενής.

27

ἦ βραχύ τοι σθένος ἀνέρος· ἀλλὰ ποικιλίᾳ πραπίδων
δεινὰ μὲν φῦλα πόντου χθονίων τ’ ἀερίων τε
5δάμναται παιδεύματα.

28

παῖδες, σοφοῦ πρὸς ἀνδρὸς ὅστις ἐν βραχεῖ πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.

29

σιγᾶν φρονοῦντα κρείσσον’ εἰς ὁμιλίαν πεσόντα· τούτῳ δ’ ἀνδρὶ μήτ’ εἴην φίλος μήτε ξυνείην, ὅστις αὐτάρκη φρονεῖν πέποιθε δούλους τοὺς φίλους ἡγούμενος.

30

ἀλλ’ ὅμως
οἰκτρός τις αἰὼν πατρίδος ἐκλιπεῖν ὅρους.

31

ὀργῇ γὰρ ὅστις εὐθέως χαρίζεται, κακῶς τελευτᾷ· πλεῖστα γὰρ σφάλλει βροτούς.

32

κακῆς 〈ἀπ’〉 ἀρχῆς γίγνεται τέλος κακόν.

33

οἴμοι, τίς ἀλγεῖν οὐκ ἐπίσταται κακοῖς; τίς ἂν κλύων τῶνδ’ οὐκ ἂν ἐκβάλοι δάκρυ;

34

γλυκεῖα γάρ μοι φροντὶς οὐδαμῇ βίου.

35

αἰεὶ τὸ μὲν ζῇ, τὸ δὲ μεθίσταται κακόν, τὸ δ’ αὖ πέφηνεν αὖθις ἐξ ἀρχῆς νέον.

36

γυναῖκα δ’ ὅστις παύσεται λέγων κακῶς,
δύστηνος ἆρα κοὐ σοφὸς κεκλήσεται.

37

μοχθεῖν ἀνάγκη· τὰς δὲ δαιμόνων τύχας ὅστις φέρει κάλλιστ’ ἀνὴρ οὗτος σοφός.

38

τὰ πόλλ’ ἀνάγκη διαφέρει τολμήματα.

40

ἀκρατές

41

κατηρτυκέναι

42-64

(t)

ΑΛΕΞΑΝΔΡΟΣ

42

καὶ χρόνου προύβαινε πούς

43

παλαιὰ καινοῖς δακρύοις οὐ χρὴ στένειν.

44

〈Α.〉 οἶδ’· ἀλλὰ κάμπτειν τῷ χρόνῳ λύπας χρεών.
〈Β.〉 χρῆν· τοῦτο δ’ εἰπεῖν ῥᾷον ἢ φέρειν κακά.

45

ὥστ’ οὔτις ἀνδρῶν εἰς ἅπαντ’ εὐδαιμονεῖ.

46

πάντων τὸ θανεῖν· τὸ δὲ κοινὸν ἄχος μετρίως ἀλγεῖν σοφία μελετᾷ.

47

ὅθεν δὲ νικᾶν χρῆν σε, δυστυχεῖς, ἄναξ· ὅθεν δέ ς’ οὐ χρῆν, εὐτυχεῖς. δούλοισι γὰρ τοῖς σοῖσι νικᾷς, τοῖς δ’ ἐλευθέροισιν οὔ.

48

σοφὸς μὲν οὖν εἶ, Πρίαμ’, ὅμως δέ σοι λέγω· δούλου φρονοῦντος μᾶλλον ἢ φρονεῖν χρεὼν οὐκ ἔστιν ἄχθος μεῖζον οὐδὲ δώμασιν κτῆσις κακίων οὐδ’ ἀνωφελεστέρα.

49

ἤλεγχον· οὕτω γὰρ κακὸν δούλων γένος·
γαστὴρ ἅπαντα, τοὐπίσω δ’ οὐδὲν σκοπεῖ.

50

δούλων ὅσοι φιλοῦσι δεσποτῶν γένος, πρὸς τῶν ὁμοίων πόλεμον αἴρονται μέγαν.

51

δούλους γὰρ οὐ καλὸν πεπᾶσθαι κρείσσονας τῶν δεσποτῶν.

52

περισσόμυθος ὁ λόγος, εὐγένειαν εἰ βρότειον εὐλογήσομεν. τὸ γὰρ πάλαι καὶ πρῶτον ὅτ’ ἐγενόμεθα, διὰ δ’ ἔκρινεν ἁ τεκοῦσα γᾶ βροτούς,
5ὁμοίαν χθὼν ἅπασιν ἐξεπαίδευσεν ὄψιν. ἴδιον οὐδὲν ἔσχομεν· μία δὲ γονὰ τό τ’ εὐγενὲς καὶ τὸ δυσγενές· νόμῳ δὲ γαῦρον αὐτὸ κραίνει χρόνος. τὸ φρόνιμον εὐγένεια καὶ τὸ συνετὸν
10ὁ θεὸς δίδωσιν, οὐχ ὁ πλοῦτος.

53

οὐκ ἔστιν ἐν κακοῖσιν εὐγένεια,
παρ’ ἀγαθοῖσι δ’ ἀνδρῶν.

54

κακόν τι παίδευμ’ ἦν ἄρ’ εἰς εὐανδρίαν ὁ πλοῦτος ἀνθρώποισιν αἵ τ’ ἄγαν τρυφαί· πενία δὲ δύστηνον μέν, ἀλλ’ ὅμως τρέφει μοχθεῖν τ’ ἀμείνω τέκνα καὶ δραστήρια.

55

ἄδικον ὁ πλοῦτος, πολλὰ δ’ οὐκ ὀρθῶς ποεῖ.

56

ἄναξ, διαβολαὶ δεινὸν ἀνθρώποις κακόν· ἀγλωσσίᾳ δὲ πολλάκις ληφθεὶς ἀνὴρ δίκαια λέξας ἧσσον εὐγλώσσου φέρει.

57

ὦ παγκάκιστοι καὶ τὸ δοῦλον οὐ λόγῳ ἔχοντες, ἀλλὰ τῇ τύχῃ κεκτημένοι

58

οἴμοι, θανοῦμαι διὰ τὸ χρήσιμον φρενῶν,
ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία.

59

ἐκ τῶν ὁμοίων οἱ κακοὶ γαμοῦς’ ἀεί.

60

χρόνος δὲ δείξει 〈σ’〉· ᾧ τεκμηρίῳ μαθὼν ἢ χρηστὸν ὄντα γνώσομαί ς’ ἢ κακόν.

61

μισῶ σοφὸν ἐν λόγοισιν, ἐς δ’ ὄνησιν οὐ σοφόν.

62

Ἑκάβη, τὸ θεῖον ὡς ἄελπτον ἔρχεται θνητοῖσιν, ἕλκει δ’ οὔποτ’ ἐκ ταὐτοῦ τύχας.

63

ἄρρητος κόρη

65-87

(t)

ΑΛΚΜΕΩΝ Α et Β

65

ἥκω δ’ ἀτενὴς ἀπ’ οἴκων

66

οὐδὲ πυνθάνεσθε ταῦτ’, ὦ παρθένοι, τἀν τῇ πόλει;

67

ὁ φόβος, ὅταν τις αἵματος μέλλῃ πέρι λέγειν καταστὰς εἰς ἀγῶν’ ἐναντίον, τό τε στόμ’ εἰς ἔκπληξιν ἀνθρώπων ἄγει τὸν νοῦν τ’ ἀπείργει μὴ λέγειν ἃ βούλεται.
5τῷ μὲν γὰρ ἔνι κίνδυνος, ὃ δ’ ἀθῷος μένει. ὅμως δ’ ἀγῶνα τόνδε δεῖ μ’ ὑπεκδραμεῖν· ψυχὴν γὰρ ἆθλα κειμένην ἐμὴν ὁρῶ.

68

〈Α.〉 μητέρα κατέκταν τὴν ἐμήν, βραχὺς λόγος.
〈Φ.〉 ἑκὼν ἑκοῦσαν ἢ 〈οὐ〉 θέλουσαν οὐχ ἑκών;

69

μάλιστα μέν μ’ ἐπῆρ’ ἐπισκήψας πατήρ, ὅθ’ ἅρματ’ εἰσέβαινεν εἰς Θήβας ἰών.

70

ὃς Οἰδίπουν ἀπώλες’, Οἰδίπους δ’ ἐμέ, χρυσοῦν ἐνεγκὼν ὅρμον εἰς Ἄργους πόλιν.

71

αἷμα γὰρ σόν, μῆτερ, ἀπενίψατο

72

χαῖρ’, ὦ γεραιέ· τήν τε παῖδ’ ἐκδοὺς ἐμοὶ
γαμβρὸς νομίζῃ καὶ πατὴρ σωτήρ τ’ ἐμός.

73

ἀργαίνειν

74

φίλαι φίλαι, πρόβατε, μόλε τις ὧδε· ποδαπὸς ὁ ξένος Κορινθίοις ἔμολεν ἀγχίαλος;

75

ὦ παῖ Κρέοντος, ὡς ἀληθὲς ἦν ἄρα, ἐσθλῶν ἀπ’ ἀνδρῶν ἐσθλὰ γίγνεσθαι τέκνα, κακῶν δ’ ὅμοια τῇ φύσει τῇ τοῦ πατρός.

76

ὁρᾶτε τὸν τύραννον ὡς ἄπαις γέρων
φεύγει· φρονεῖν δὲ θνητὸν ὄντ’ οὐ χρὴ μέγα.

77

ἀπαιώνιστον

78

γυναῖκα καὶ ὠφελίαν καὶ νόσον ἀνδρὶ φέρειν μεγίσταν ἐδίδαξα τὠμῷ λόγῳ.

79

βροτοῖς τὰ μείζω τῶν μέσων τίκτει νόσους· θεῶν δὲ θνητοὺς κόσμον οὐ πρέπει φέρειν.

80

φεῦ 〈φεῦ〉, τὰ μεγάλα μεγάλα καὶ πάσχει κακά.

81

ταπεινὰ γὰρ χρὴ τοὺς κακῶς πεπραγότας λέγειν, ἐς ὄγκον δ’ οὐκ ἄνω βλέπειν τύχης.

82

τὰ τῶν τεκόντων ὡς μετέρχεται θεὸς
μιάσματα

83

εἰ τοῦ τεκόντος οὐδὲν ἐντρέπῃ πατρός

84

ἢ τί πλέον εἶναι παῖδας ἀνθρώποις, πάτερ, εἰ μὴ ἐπὶ τοῖς δεινοῖσιν ὠφελήσομεν;

85

μέτεστι τοῖς δούλοισι δεσποτῶν νόσου.

86

ὅστις δὲ δούλῳ φωτὶ πιστεύει βροτῶν, πολλὴν παρ’ ἡμῖν μωρίαν ὀφλισκάνει.

87

γυναῖκες, ὁρμήθητε μηδ’ ἀθυμία σχέθῃ τις ὑμᾶς· ταῦτα γὰρ σκεθρῶς ὁρᾶν
ἡμᾶς ἀνάγκη τοὺς νομίζοντας τέχνην

88-104

(t)

ΑΛΚΜΗΝΗ

88

πολὺς δ’ ἀνεῖρπε κισσὸς εὐφυὴς κλάδος, ἀηδόνων μουσεῖον

89

οὐ γάρ ποτ’ εἴων Σθένελον εἰς τὸν εὐτυχῆ χωροῦντα τοῖχον τῆς δίκης ἀποστερεῖν.

90

πόθεν δὲ πεύκης πανὸν ἐξηῦρες λαβεῖν;

91

ἀτρέκεια δ’ ἄριστον ἀνδρὸς ἐν πόλει δικαίου πέλει.

92

ἴστω τ’ ἄφρων ὢν ὅστις ἄνθρωπος γεγὼς δῆμον κολούει χρήμασιν γαυρούμενος.

93

ἀεὶ δ’ ἀρέσκειν τοῖς κρατοῦσι· ταῦτα γὰρ δούλοις ἄριστα· κἀφ’ ὅτῳ τεταγμένος εἴη τις, ἁνδάνοντα δεσπόταις ποεῖν.

94

τῶν γὰρ δυναστῶν πλεῖστος ἐν πόλει λόγος.

95

ἀλλ’ οὐδὲν ηὑγένεια πρὸς τὰ χρήματα· τὸν γὰρ κάκιστον πλοῦτος εἰς πρώτους ἄγει.

96

σκαιόν τι χρῆμα πλοῦτος ἥ τ’ ἀπειρία.

97

ἀλλ’ οὐ γὰρ ὀρθῶς ταῦτα, γενναίως 〈δ’〉 ἴσως ἔπραξας· αἰνεῖσθαι δὲ δυστυχῶν ἐγὼ μισῶ· λόγος γὰρ τοὔργον οὐ νικᾷ ποτε.

98

ἀλλ’ εὖ φέρειν χρὴ συμφορὰς τὸν εὐγενῆ.

99

τὸν εὐτυχοῦντα χρῆν σοφὸν πεφυκέναι.

100

θάρσει, τάχ’ ἂν γένοιτο· πολλά τοι θεὸς κἀκ τῶν ἀέλπτων εὔπορ’ ἀνθρώποις τελεῖ.

101

ἀλλ’ ἡμέρα τοι πολλὰ καὶ μέλαινα νὺξ
τίκτει βροτοῖσιν.

102

σοφώτεροι γὰρ συμφορὰς τὰς τῶν πέλας πάντες διαθρεῖν ἢ τύχας τὰς οἴκοθεν.

103

δεινόν τι τέκνων φίλτρον ἐνῆκεν θεὸς ἀνθρώποις.

104

ἀμολγὸν νύκτα

105-113

(t)

ΑΛΟΠΗ

105

ὁρῶ μὲν ἀνδρῶν τόνδε γυμνάδα στόλον στείχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον.

106

.. γέμουσαν κύματος θεοσπόρου

107

πλήσας δὲ νηδὺν οὐδ’ ὄναρ κατ’ εὐφρόνην
φίλοις ἔδειξεν αὑτόν.

108

γυνὴ γυναικὶ σύμμαχος πέφυκέ πως.

109

οὐ μὴν σύ γ’ ἡμᾶς τοὺς τεκόντας ᾐδέσω.

110

ἐγὼ δ’, ὃ μὲν μέγιστον, ἄρξομαι λέγειν ἐκ τοῦδε πρῶτον· πατρὶ πείθεσθαι χρεὼν παῖδας νομίζειν τ’ αὐτὸ τοῦτ’ εἶναι δίκην.

111

τί δῆτα μοχθεῖν δεῖ γυναικεῖον γένος φρουροῦντας; αἱ γὰρ εὖ τεθραμμέναι πλέον σφάλλουσιν οἴκους τῶν παρημελημένων.

112

ὁ χρόνος ἅπαντα τοῖσιν ὕστερον φράσει,
λάλος ἐστὶν οὗτος, οὐκ ἐρωτῶσιν λέγει.

113

ὁδῆσαι

114-156

(t)

ΑΝΔΡΟΜΕΔΑ

114

ΑΝΔΡ. Ὦ νὺξ ἱερά, ὡς μακρὸν ἵππευμα διώκεις ἀστεροειδέα νῶτα διφρεύους’ αἰθέρος ἱερᾶς
5τοῦ σεμνοτάτου δι’ Ὀλύμπου.

115

τί ποτ’ Ἀνδρομέδα περίαλλα κακῶν μέρος ἐξέλαχον, θανάτου τλήμων
μέλλουσα τυχεῖν;

116

ποῖαι λιβάδες, ποία σειρήν

117

φίλαι παρθένοι, φίλαι μοι

118

προσαυδῶ σὲ τὰν ἐν ἄντροις, ἀπόπαυσον, ἔασον Ἀ‐ χοῖ με σὺν φίλαισιν γόου κόρον λαβεῖν.

119

συνάλγησον, ὡς ὁ κάμνων δακρύων μεταδοὺς ἔχει
κουφότητα μόχθων.

120

ἄνοικτος ὃς τεκὼν σὲ τὴν πολυπονωτάτην βροτῶν μεθῆκεν Ἅιδᾳ πάτρας ὑπερθανεῖν.

121

ἐκθεῖναι κήτει φορβάν

122

(n)

Ar. Thesm. 1029—1041
1029ὁρᾷς; οὐ χοροῖσιν
1030οὐδ’ ὑφ’ ἡλίκων νεανίδων .... ἕστηκ’ ἔχους’, ἀλλ’ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη κήτει βορὰ ... πρόκειμαι. γαμηλίῳ μὲν οὐ ξὺν
1035παιῶνι, δεσμίῳ δέ, γοᾶσθέ μ’, ὦ γυναῖκες, ὡς μέλεα μὲν πέπονθα μέλεος, ὦ τάλας ἐγὼ τάλας, ἀπὸ δὲ συγγόνων τάλαν’ ἄνομα πάθεα
1040φῶτά τε λιτομένα, πολυδάκρυτον Ἀίδα γόον φλέγουσαν
1041net mox v. 1047—1055
1047ἰὼ μοίρας ἄτεγκτε δαίμων·
ὦ κατάρατος ἐγώ·
1048τίς ἐμὸν οὐκ ἐπόψεται πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ;

122

(1050)

εἴθε με πυρφόρος ἀστεροπητὴς τὸν βάρβαρον ἐξολέσειεν. οὐ γὰρ ἔτ’ ἀθανάταν φλόγα λεύσσειν ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην λαιμότμητ’ ἄχη, δαιμονῶν αἰόλαν
1055νέκυσιν ἐπὶ πορείαν.

123

Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος κάρα κομίζων

124

ὦ θεοί, τίν’ εἰς γῆν βαρβάρων ἀφίγμεθα ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος τέμνων κέλευθον πόδα τίθημ’ ὑπόπτερον.

125

ἔα, τίν’ ὄχθον τόνδ’ ὁρῶ περίρρυτον
ἀφρῷ θαλάσσης; παρθένου τ’ εἰκώ τινα ἐξ αὐτομόρφων λαΐνων τυκισμάτων σοφῆς ἄγαλμα χειρός.

126

σιγᾷς· σιωπὴ δ’ ἄπορος ἑρμηνεὺς λόγων.

127

ΠΕΡΣ. ὦ παρθέν’, οἰκτίρω σε κρεμαμένην ὁρῶν. ΑΝΔΡ. σὺ δ’ εἶ τίς ὅστις τοὐμὸν ᾤκτιρας πάθος;

128

ὦ ξένε, κατοίκτιρόν με τὴν παναθλίαν, λῦσόν με δεσμῶν.

129

ὦ παρθέν’, εἰ σῴσαιμί ς’, εἴσῃ μοι χάριν;

130

τὰς συμφορὰς γὰρ τῶν κακῶς πεπραγότων οὐπώποθ’ ὕβρις’, αὐτὸς ὀρρωδῶν παθεῖν.

131

μή μοι προτείνων ἐλπίδ’ ἐξάγου δάκρυ. γένοιτό τἂν πόλλ’ ὧν δόκησις οὐκ ἔνι.

132

ἄγου δέ μ’, ὦ ξεῖν’, εἴτε πρόσπολον θέλεις
εἴτ’ ἄλοχον εἴτε δμωίδ’ . . . . .

133

ἀλλ’ ἡδύ τοι σωθέντα μεμνῆσθαι πόνων.

134

εὔκλειαν ἔλαβον οὐκ ἄνευ πολλῶν πόνων.

135

ἦ που τὸ μέλλον ἐκφοβεῖ καθ’ ἡμέραν· ὡς τοῦ γε πάσχειν τοὐπιὸν μεῖζον κακόν.

136

σὺ δ’ ὦ θεῶν τύραννε κἀνθρώπων Ἔρως, ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλά, ἢ τοῖς ἐρῶσιν εὐτυχῶς συνεκπόνει
μοχθοῦσι μόχθους ὧν σὺ δημιουργὸς εἶ.
5καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ, μὴ δρῶν δ’ ὑπ’ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.

137

τῶν γὰρ πλούτων ὅδ’ ἄριστος γενναῖον λέχος εὑρεῖν.

138

ὅσοι γὰρ εἰς ἔρωτα πίπτουσιν βροτῶν, ἐσθλῶν ὅταν τύχωσι τῶν ἐρωμένων, οὐκ ἔσθ’ ὁποίας λείπεται τόδ’ ἡδονῆς.

139

αἰαῖ, τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους; ἀλλ’ οὐκ ἂν ἐνδέξαιτο βάρβαρος φύσις.

140

ὦ τλῆμον, ὡς σοὶ τὰς τύχας μὲν ἀσθενεῖς
ἔδωχ’ ὁ δαίμων, μέγα φρονοῦσι δ’ οἱ λόγοι.

141

ἐγὼ δὲ παῖδας οὐκ ἐῶ νόθους λαβεῖν· τῶν γνησίων γὰρ οὐδὲν ὄντες ἐνδεεῖς νόμῳ νοσοῦσιν· ὅ σε φυλάξασθαι χρεών.

142

χρυσὸν μάλιστα βούλομαι δόμοις ἔχειν· καὶ δοῦλος ὢν γὰρ τίμιος πλουτῶν ἀνήρ, ἐλεύθερος δὲ χρεῖος ὢν οὐδὲν σθένει. χρυσοῦ νόμιζε σαυτὸν εἵνεκ’ εὐτυχεῖν.

143

χρήμασιν γὰρ εὐτυχῶ· ταῖς συμφοραῖσι δ’, ὡς ὁρᾷς, οὐκ εὐτυχῶ.

144

μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἐγὼ γὰρ ἀρκέσω.

145

ὁρῶ δὲ πρὸς τὰ παρθένου θοινάματα
κῆτος θοάζον ἐξ Ἀτλαντικῆς ἁλός.

146

πᾶς δὲ ποιμένων ἔρρει λεώς, ὃ μὲν γάλακτος κίσσινον φέρων σκύφος πόνων ἀναψυκτῆρ’, ὃ δ’ ἀμπέλων γάνος.

147

οἱ κατ’ οἶκον ἀμφὶ δαῖτα καὶ τράπεζαν

148

τέλειος

149

νεότης μ’ ἐπῆρε καὶ θράσος τοῦ νοῦ πλέον.

150

οὐκ ἔστιν ὅστις εὐτυχὴς ἔφυ βροτῶν, ὃν μὴ τὸ θεῖον ὡς τὰ πολλὰ συνθέλει.

151

τήν τοι Δίκην λέγουσι παῖδ’ εἶναι Διὸς ἐγγύς τε ναίειν τῆς βροτῶν ἁμαρτίας.

152

... τὸ δαιμόνιον οὐχ ὁρᾷς ὅπῃ μοίρας διεξέρχεται;
στρέφει δ’ ἄλλους ἄλλως εἰς ἁμέραν.

153

ὃ μὲν ὄλβιος ἦν, τὸ δ’ ἀπέκρυψεν θεὸς ἐκ κείνων τῶν ποτε λαμπρῶν· νεύει βίοτος, νεύει δὲ τύχα κατὰ πνεῦμ’ ἀνέμων.

154

〈Α.〉 τὸ ζῆν ἀφέντες τὸ κατὰ γῆς τιμῶσί σου. 〈Β.〉 κενόν γ’· ὅταν γὰρ ζῇ τις, εὐτυχεῖ χρεών.

155

ἀγρεύματα

156

ἀμείβεται

157-178

(t)

ΑΝΤΙΓΟΝΗ

157

Ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ

158

εἶτ’ ἐγένετ’ αὖθις ἀθλιώτατος βροτῶν.

159

χρυσεόνωτον ἀσπίδα τὰν Καπανέως

160

νέοι νέοισι συννοσοῦσι τἀφανῆ.

161

ἤρων· τὸ μαίνεσθαι δ’ ἄρ’ ἦν ἔρως βροτοῖς.

162

ἀνδρὸς δ’ ὁρῶντος εἰς Κύπριν νεανίου ἀφύλακτος ἡ τήρησις, ὡς κἂν φαῦλος ᾖ τἄλλ’, εἰς ἔρωτα πᾶς ἀνὴρ σοφώτατος·
ἢν δ’ ἂν προσῆται Κύπρις, ἥδιστον λαβεῖν.

163

ἀνδρὸς φίλου δὲ χρυσὸς ἀμαθίας μέτα ἄχρηστος, εἰ μὴ κἀρετὴν ἔχων τύχοι.

164

ἄριστον ἀνδρὶ κτῆμα συμπαθὴς γυνή.

165

ἄκουσον· οὐ γὰρ οἱ κακῶς πεπραγότες σὺν ταῖς τύχαισι τοὺς λόγους ἀπώλεσαν.

166

τὸ μῶρον αὐτῷ τοῦ πατρὸς νόσημ’ ἔνι·
φιλεῖ γὰρ οὕτως ἐκ κακῶν εἶναι κακούς.

167

ἡ γὰρ δόκησις πατράσι παῖδας εἰκέναι· τὰ πολλὰ ταύτῃ γίγνεται τέκνων πέρι.

168

ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση.

169

.. ἐπ’ ἄκραν ἥκομεν γραμμὴν κακῶν.

170

οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος, καὶ βωμὸς αὐτῆς ἔστ’ ἐν ἀνθρώπου φύσει.

171

δεῖ τοῖσι πολλοῖς τὸν τύραννον ἁνδάνειν.

172

οὔτ’ εἰκὸς ἄρχειν οὔτε χρῆν εἶναι νόμον τύραννον εἶναι· μωρία δὲ καὶ θέλειν
ὃς τῶν ὁμοίων βούλεται κρατεῖν μόνος.

173

οἰκεῖος ἀνθρώποισι γίγνεσθαι φιλεῖ πόλεμος ἐν ἀστοῖς, ἢν διχοστατῇ πόλις.

174

[μὴ οὖν ἔθελε λυπεῖν σαυτὸν ἐξειδὼς ὅτι πολλάκι τὸ λυποῦν ὕστερον χαρὰν ἄγει καὶ τὸ κακὸν ἀγαθοῦ γίγνεται παραίτιον.]

175

ὅστις δὲ πρὸς τὸ πῖπτον εὐλόφως φέρει,
τὸν δαίμον’ οὗτος ἧσσόν ἐστιν ἄθλιος.

176

θάνατος γὰρ ἀνθρώποισι νεικέων τέλος ἔχει· μαθεῖν δὲ πᾶσίν ἐστιν εὐμαρές. τίς γὰρ πετραῖον σκόπελον οὐτάζων δορὶ ὀδύναισι δώσει; τίς δ’ ἀτιμάζων νέκυς,
5εἰ μηδὲν αἰσθάνοιντο τῶν παθημάτων;

177

ὦ παῖ Διώνης, ὡς ἔφυς μέγας θεός, Διόνυσε, θνητοῖς τ’ οὐδαμῶς ὑποστατός.

179-227

(t)

ΑΝΤΙΟΠΗ

179

Οἰνόῃ σύγχορτα ναίω πεδία ταῖς τ’ Ἐλευθεραῖς

180

Ὑσιαί

181

τὸν μὲν κίκλησκε Ζῆθον· ἐζήτησε γὰρ τόκοισιν εὐμάρειαν ἡ τεκοῦσά νιν.

183

λαμπρός θ’ ἕκαστος κἀπὶ τοῦτ’ ἐπείγεται νέμων τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος,
ἵν’ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν.

184

μοῦσάν τιν’ ἄτοπον εἰσάγεις, ἀσύμφορον, ἀργόν, φίλοινον, χρημάτων ἀτημελῆ.

185

... ἀμελεῖς ὧν 〈σε φροντίζειν ἐχρῆν·〉 ψυχῆς φύσιν 〈γὰρ〉 ὧδε γενναίαν 〈λαχὼν〉 γυναικομίμῳ διαπρέπεις μορφώματι ..... κοὔτ’ ἂν ἀσπίδος κύτει
5〈καλῶσ〉 ὁμιλήσειας οὔτ’ ἄλλων ὕπερ
νεανικὸν βούλευμα βουλεύσαιό 〈τι〉.

186

πῶς γὰρ σοφὸν τοῦτ’ ἔστιν, ἥτις εὐφυᾶ λαβοῦσα τέχνη φῶτ’ ἔθηκε χείρονα;

187

ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος τὰ μὲν κατ’ οἴκους ἀμελίᾳ παρεὶς ἐᾷ, μολπαῖσι δ’ ἡσθεὶς τοῦτ’ ἀεὶ θηρεύεται, ἀργὸς μὲν οἴκοις καὶ πόλει γενήσεται,
5φίλοισι δ’ οὐδείς· ἡ φύσις γὰρ οἴχεται,
ὅταν γλυκείας ἡδονῆς ἥσσων τις ᾖ.

188

ἀλλ’ ἐμοὶ πιθοῦ· παῦσαι μελῳδῶν, πολέμων δ’ εὐμουσίαν ἄσκει· τοιαῦτ’ ἄειδε καὶ δόξεις φρονεῖν, σκάπτων, ἀρῶν γῆν, ποιμνίοις ἐπιστατῶν,
5ἄλλοις τὰ κομψὰ ταῦτ’ ἀφεὶς σοφίσματα, ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις.

189

ἐκ παντὸς ἄν τις πράγματος δισσῶν λόγων
ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη σοφός.

190

λύρα βοῶν .. ῥύσι’ ἐξερρύσατο

191

.. κρεῖσσον ὄλβου κτῆμα

192

χρόνος θεῶν τε πνεῦμ’ ἔρως θ’ ὑμνῳδίας

193

ὅστις δὲ πράσσει πολλὰ μὴ πράσσειν παρόν, μῶρος, παρὸν ζῆν ἡδέως ἀπράγμονα.

194

ὁ δ’ ἥσυχος φίλοισί τ’ ἀσφαλὴς φίλος πόλει τ’ ἄριστος. μὴ τὰ κινδυνεύματα αἰνεῖτ’· ἐγὼ γὰρ οὔτε ναυτίλον φιλῶ τολμῶντα λίαν οὔτε προστάτην χθονός.

195

ἅπαντα τίκτει χθὼν πάλιν τε λαμβάνει.

196

τοιόσδε θνητῶν τῶν ταλαιπώρων βίος· οὔτ’ εὐτυχεῖ τὸ πάμπαν οὔτε δυστυχεῖ. [εὐδαιμονεῖ τε καὖθις οὐκ εὐδαιμονεῖ.] τί δῆτ’ ἐν ὄλβῳ μὴ σαφεῖ βεβηκότες
5οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι;

197

βροτοῖσιν εὔκρας οὐ γένοιτ’ ἂν ἡδονή.

198

εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος μηδὲν δόμοισι τῶν καλῶν πειράσεται, ἐγὼ μὲν οὔποτ’ αὐτὸν ὄλβιον καλῶ, φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα.

199

τὸ δ’ ἀσθενές μου καὶ τὸ θῆλυ σώματος κακῶς ἐμέμφθης· εἰ γὰρ εὖ φρονεῖν ἔχω, κρεῖσσον τόδ’ ἐστὶ καρτεροῦ βραχίονος.

200

γνώμαις γὰρ ἀνδρὸς εὖ μὲν οἰκοῦνται πόλεις, εὖ δ’ οἶκος, εἴς τ’ αὖ πόλεμον ἰσχύει μέγα· σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας
νικᾷ, σὺν ὄχλῳ δ’ ἀμαθία πλεῖστον κακόν.

201

καὶ μὴν ὅσοι μὲν σαρκὸς εἰς εὐεξίαν ἀσκοῦσι βίοτον, ἢν σφαλῶσι χρημάτων, κακοὶ πολῖται· δεῖ γὰρ ἄνδρ’ εἰθισμένον ἀκόλαστον ἦθος γαστρὸς ἐν ταὐτῷ μένειν.

202

ἐγὼ μὲν οὖν ᾄδοιμι καὶ λέγοιμί τι σοφόν, ταράσσων μηδὲν ὧν πόλις νοσεῖ.

203

ἔνδον δὲ θαλάμοις βουκόλον .... κομῶντα κισσῷ στῦλον εὐίου θεοῦ.

204

πόλλ’ ἔστιν ἀνθρώποισιν, ὦ ξένοι, κακά.

205

φρονῶ δ’ ὃ πάσχω, καὶ τόδ’ οὐ σμικρὸν κακόν· τὸ μὴ εἰδέναι γὰρ ἡδονὴν ἔχει τινὰ
νοσοῦντα, κέρδος δ’ ἐν κακοῖς ἀγνωσία.

206

ὦ παῖ, γένοιντ’ ἂν εὖ λελεγμένοι λόγοι ψευδεῖς, ἐπῶν δὲ κάλλεσιν νικῷεν ἂν τἀληθές· ἀλλ’ οὐ τοῦτο τἀκριβέστατον, ἀλλ’ ἡ φύσις καὶ τοὐρθόν· ὃς δ’ εὐγλωσσίᾳ
5νικᾷ, σοφὸς μέν, ἀλλ’ ἐγὼ τὰ πράγματα κρείσσω νομίζω τῶν λόγων ἀεί ποτε.

207

κύουσα τίκτω ἡνίκ’ ἠγόμην πάλιν

208

εἰ δ’ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ’ ἐμώ, ἔχει λόγον καὶ τοῦτο· τῶν πολλῶν βροτῶν
δεῖ τοὺς μὲν εἶναι δυστυχεῖς, τοὺς δ’ εὐτυχεῖς.

209

οὐ σωφρονίζειν ἔμαθον· αἰδεῖσθαι δὲ χρή, γύναι, τὸ λίαν καὶ φυλάσσεσθαι φθόνον.

210

οὐδὲ γὰρ λάθρᾳ δοκῶ φωτὸς κακούργου σχήματ’ ἐκμιμούμενον σοὶ Ζῆν’ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν.

211

φεῦ φεῦ, βροτείων πημάτων ὅσαι τύχαι ὅσαι τε μορφαί· τέρμα δ’ οὐκ εἴποι τις ἄν.

212

εἰ νοῦς ἔνεστιν· εἰ δὲ μή, τί δεῖ καλῆς γυναικός, εἰ μὴ τὰς φρένας χρηστὰς ἔχοι;

213

κόρος δὲ πάντων· καὶ γὰρ ἐκ καλλιόνων λέκτροις ἐπ’ αἰσχροῖς εἶδον ἐκπεπληγμένους, δαιτὸς δὲ πληρωθείς τις ἄσμενος πάλιν
φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα.

214

κῆδος καθ’ αὑτὸν τὸν σοφὸν κτᾶσθαι χρεών.

215

πᾶσι δ’ ἀγγέλλω βροτοῖς ἐσθλῶν ἀπ’ ἀλόχων εὐγενῆ σπείρειν τέκνα.

216

οὐ χρή ποτ’ ἄνδρα δοῦλον ὄντ’ ἐλευθέρας γνώμας διώκειν οὐδ’ ἐς ἀργίαν βλέπειν.

217

.. τὸ δοῦλον οὐχ ὁρᾷς ὅσον κακόν;

218

φεῦ φεῦ, τὸ δοῦλον ὡς ἁπανταχῇ γένος πρὸς τὴν ἐλάσσω μοῖραν ὥρισεν θεός.

219

κόσμος δὲ σιγὴ στεγανὸς ἀνδρὸς οὐ κακοῦ· τὸ δ’ ἐκλαλοῦν τοῦθ’ ἡδονῆς μὲν ἅπτεται,
κακὸν δ’ ὁμίλημ’, ἀσθενὲς δὲ καὶ πόλει.

220

πολλοὶ δὲ θνητῶν τοῦτο πάσχουσιν κακόν· γνώμῃ φρονοῦντες οὐ θέλους’ ὑπηρετεῖν ψυχῇ τὰ πολλὰ πρὸς φίλων νικώμενοι.

221

εἰ δέ που τύχοι πέριξ ἑλίξας εἷλκε .. ὁμοῦ λαβὼν γυναῖκα πέτραν δρῦν μεταλλάσσων ἀεί.

222

τήν τοι Δίκην λέγουσι παῖδ’ εἶναι χρόνου, δείκνυσι δ’ ἡμῶν ὅστις ἐστὶ μὴ κακός.

223

Δίκα τοι Δίκα χρόνιος, ἀλλ’ ὅμως ὑποπεσοῦς’
ἔλαθεν, ὅταν ἔχῃ τιν’ ἀσεβῆ βροτῶν.

224

Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς Θήβης πέδον οἰκεῖν κελεύω, τὸν δὲ μουσικώτατον κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα.

226

νόσον ἔχειν

227

εὐθύδημον

228-264

(t)

ΑΡΧΕΛΑΟΣ

228

Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατὴρ Νείλου λιπὼν κάλλιστον ἐκ γαίας ὕδωρ, ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς Αἰθιοπίδος γῆς, ἡνίκ’ ἂν τακῇ χιὼν
5τέθριππ’ ἄγοντος ἡλίου κατ’ αἰθέρα, ἐλθὼν ἐς Ἄργος ᾤκις’ Ἰνάχου πόλιν· Πελασγιώτας δ’ ὠνομασμένους τὸ πρὶν
Δαναοὺς καλεῖσθαι νόμον ἔθηκ’ ἀν’ Ἑλλάδα.

229

βασιλεῦ χώρας τῆς πολυβώλου Κισσεῦ, πεδίον πυρὶ μαρμαίρει

230

οὐ γὰρ ὑπερθεῖν κύματος ἄκραν δυνάμεσθ’· ἔτι γὰρ θάλλει πενία κακὸν ἔχθιστον, φεύγει δ’ ὄλβος.

231

ἡμῶν τί δῆτα τυγχάνεις χρείαν ἔχων; πατέρων γὰρ ἐσθλῶν ἐλπίδας δίδως γεγώς.

232

ἐν τοῖς τέκνοις γὰρ ἁρετὴ τῶν εὐγενῶν ἔλαμψε, κρεῖσσόν τ’ ἐστὶ πλουσίου γάμου 〈γένοσ〉· πένης γὰρ οὐκ ἐκεῖν’ ἀπώλεσεν
τὸ τοῦ πατρὸς γενναῖον.

233

σοὶ δ’ εἶπον, ὦ παῖ, τὰς τύχας ἐκ τῶν πόνων θηρᾶν ὁρᾷς γὰρ πατέρα σὸν τιμώμενον.

234

πατρὸς δ’ ἀνάγκη παισὶ πείθεσθαι λόγῳ.

235

πλουτεῖς, ὁ πλοῦτος δ’ ἀμαθία δειλόν θ’ ἅμα.

236

σὺν μυρίοισι τὰ καλὰ γίγνεται πόνοις.

237

νεανίαν γὰρ ἄνδρα χρὴ τολμᾶν ἀεί· οὐδεὶς γὰρ ὢν ῥᾴθυμος εὐκλεὴς ἀνήρ, ἀλλ’ οἱ πόνοι τίκτουσι τὴν εὐδοξίαν.

238

οὐκ ἔστιν ὅστις ἡδέως ζητῶν βιοῦν
εὔκλειαν εἰσεκτήσατ’, ἀλλὰ χρὴ πονεῖν.

239

ὁ δ’ ἡδὺς αἰὼν ἡ κακή τ’ ἀνανδρία οὔτ’ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν.

240

ἐμὲ δ’ ἄρ’ οὐ μοχθεῖν δίκαιον; τίς δ’ ἄμοχθος εὐκλεής; τίς τῶν μεγίστων δειλὸς ὢν ὠρέξατο;

241

ἐγὼ δὲ τὸν σὸν κρᾶτ’ ἀναστέψαι θέλω.

242

φέρει δὲ καὶ τοῦτ’ οὐχὶ μικρόν, εὐγενὴς
ἀνὴρ στρατηγῶν εὐκλεᾶ τ’ ἔχων φάτιν.

243

ὀλίγον ἄλκιμον δόρυ κρεῖσσον στρατηγοῦ μυρίου στρατεύματος.

244

ὀλίγοι γὰρ ἐσθλοὶ κρείσσονες πολλῶν κακῶν.

245

ἓν δέ σοι μόνον προφωνῶ, μὴ ἐπὶ δουλείαν ποτὲ ζῶν ἑκὼν ἔλθῃς παρὸν σοὶ κατθανεῖν ἐλευθέρῳ.

246

νεανίας τε καὶ πένης σοφός θ’ ἅμα· ταῦτ’ εἰς ἓν ἐλθόντ’ ἄξι’ ἐνθυμήσεως.

247

τί δ’ οὐκ ἂν εἴη χρηστὸς ὄλβιος γεγώς;

248

οὐκ ἔστι πενίας ἱερὸν αἰσχίστης θεοῦ. μισῶ γὰρ ὄντως οἵτινες φρονοῦσι μέν,
φρονοῦσι δ’ οὐδὲν ὥς γε χρημάτων ὕπερ.

249

μὴ πλούσιον θῇς· ἐνδεέστερος γὰρ ὢν ταπεινὸς ἔσται· κεῖνο δ’ ἰσχύει μέγα, πλοῦτος λαβών 〈τε〉 τοῦτον εὐγενὴς ἀνήρ.

250

τυραννίδ’ ἣ θεῶν δευτέρα νομίζεται· τὸ μὴ θανεῖν γὰρ οὐκ ἔχει, τὰ δ’ ἄλλ’ ἔχει.

251

κρείσσω γὰρ οὔτε δοῦλον οὔτ’ ἐλεύθερον τρέφειν ἐν οἴκοις ἀσφαλὲς τοῖς σώφροσιν.

252

ἐκ τῶν δικαίων γὰρ νόμοι τ’ αὐξήματα μεγάλα φέρουσι πάντα δ’ ἀνθρώποις .. τάδ’ ἐστὶ χρήματ’, ἤν τις εὐσεβῇ θεόν.

253

ἁπλοῦς ὁ μῦθος, μὴ λέγ’ εὖ· τὸ γὰρ λέγειν
εὖ δεινόν ἐστιν, εἰ φέρει τινα βλάβην.

254

πόλλ’, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοί. τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς.

255

δοκεῖς τὰ τῶν θεῶν ξυνετὰ νικήσειν ποτὲ καὶ τὴν Δίκην που μάκρ’ ἀπῳκίσθαι βροτῶν· ἣ δ’ ἐγγύς ἐστιν, οὐχ ὁρωμένη δ’ ὁρᾷ ὃν χρὴ κολάζειν τ’ οἶδεν· ἀλλ’ οὐκ οἶσθα σὺ
5ὁπόταν ἄφνω μολοῦσα διολέσῃ κακούς.

256

μακάριος ὅστις νοῦν ἔχων τιμᾷ θεὸν
καὶ κέρδος αὐτῷ τοῦτο ποιεῖται μέγα.

257

πολλοὺς δ’ ὁ θυμὸς ὁ μέγας ὤλεσεν βροτῶν ἥ τ’ ἀξυνεσία, δύο κακὼ τοῖς χρωμένοις.

258

τῷ γὰρ βιαίῳ κἀγρίῳ τὸ μαλθακὸν εἰς ταὐτὸν ἐλθὸν τοῦ λίαν παρείλετο.

259

ὀργῇ δὲ φαύλῃ πόλλ’ ἔνεστ’ ἀσχήμονα.

260

ἔπαυς’ ὁδουροὺς λυμεῶνας

261

ἔσῳσα δούλην οὖσαν· οἱ γὰρ ἥσσονες
τοῖς κρείσσοσιν φιλοῦσι δουλεύειν βροτῶν.

262

πάλαι σκοποῦμαι τὰς τύχας τῶν βροτῶν ὡς εὖ μεταλλάσσουσιν· ὃς γὰρ ἂν σφαλῇ εἰς ὀρθὸν ἔστη χὡ πρὶν εὐτυχῶν πίτνει.

263

ἔστι καὶ παρὰ δάκρυσι κείμενον ἡδὺ βροτοῖς, ὅταν ἄνδρα φίλον στενάχῃ τις ἐν οἴκῳ.

264

τὰ γὰρ οὐκ ὀρθῶς πρασσόμεν’ ὀρθῶς τοῖς πράσσουσιν κακὸν ἦλθεν.

265-281

(t)

ΑΥΓΗ

265

νοῦ δ’ οἶνος ἐξέστησέ μ’· ὁμολογῶ δέ σε ἀδικεῖν, τὸ δ’ ἀδίκημ’ ἐγένετ’ οὐχ ἑκούσιον.

266

σκῦλα μὲν βροτοφθόρα χαίρεις ὁρῶσα καὶ νεκρῶν ἐρείπια, κοὐ μυσαρά σοι ταῦτ’ ἐστίν· εἰ δ’ ἐγὼ ἔτεκον,
δεινὸν τόδ’ ἡγῇ;

267

δεινὴ πόλις νοσοῦς’ ἀνευρίσκειν κακά.

268

καὶ βουθυτεῖν γὰρ ἠξίους ἐμὴν χάριν.

269

Ἔρωτα δ’ ὅστις μὴ θεὸν κρίνει μέγαν καὶ τῶν ἁπάντων δαιμόνων ὑπέρτατον, ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.

270

οὐ τῶν κακούργων οἶκτος ἀλλὰ τῆς δίκης.

271

πτηνὰς διώκεις, ὦ τέκνον, τὰς ἐλπίδας. οὐχ ἡ τύχη γε· τῆς τύχης δ’ οὐχ εἷς τρόπος.

272

τίς δ’ οὐχὶ χαίρει νηπίοις ἀθύρμασιν;

273

πᾶσιν γὰρ ἀνθρώποισιν, οὐχ ἡμῖν μόνον, ἢ καὶ παραυτίκ’ ἢ χρόνῳ δαίμων βίον ἔσφηλε, κοὐδεὶς διὰ τέλους εὐδαιμονεῖ.

274

τὸ γὰρ ἐπιεικὲς ὠφελεῖ τὰς ξυμφοράς.

275

κακῶς δ’ ὄλοιντο πάντες οἳ τυραννίδι χαίρουσιν ὀλίγῃ τ’ ἐν πόλει μοναρχίᾳ· τοὐλεύθερον γὰρ ὄνομα παντὸς ἄξιον,
κἂν σμίκρ’ ἔχῃ τις, μεγάλ’ ἔχειν νομιζέτω.

276

γυναῖκές ἐσμεν· τὰ μὲν ὄκνῳ νικώμεθα, τὰ δ’ οὐκ ἂν ἡμῶν θράσος ὑπερβάλοιτό τις.

277

ποῖ; πῶς δὲ λήσει; τίς δὲ νῷν πιστὸς φίλος; ζητῶμεν· ἡ δόκησις ἀνθρώποις κακόν, καὶ τοὐπιχειρεῖν γ’ ἐξαμαρτάνειν φιλεῖ.

278

κέρας ὄρθιον

279

ἀπενήσω

280

διέφθειρε

281

φιλοτραφής

282-284

(t)

ΑΥΤΟΛΥΚΟΣ ΣΑΤΥΡΙΚΟΣ

282

κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους· οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ οὔτ’ ἂν δύναιντο· πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ
5γνάθου τε δοῦλος νηδύος θ’ ἡσσημένος κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός; οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις οἷοί τ’· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ σκληρῶς μεταλλάσσουσιν εἰς τἀμήχανον.
10λαμπροὶ δ’ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα φοιτῶς’· ὅταν δὲ προσπέσῃ γῆρας πικρόν, τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας. ἐμεμψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον, οἳ τῶνδ’ ἕκατι σύλλογον ποιούμενοι
15τιμῶς’ ἀχρείους ἡδονὰς δαιτὸς χάριν. τίς γὰρ παλαίσας εὖ, τίς ὠκύπους ἀνὴρ ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών; πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν
20δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων χερὶ θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας στάς. ἄνδρας χρὴ σοφούς τε κἀγαθοὺς φύλλοις στέφεσθαι, χὥστις ἡγεῖται πόλει
25κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ, ὅστις τε μύθοις ἔργ’ ἀπαλλάσσει κακὰ μάχας τ’ ἀφαιρῶν καὶ στάσεις· τοιαῦτα γὰρ πόλει τε πάσῃ πᾶσί θ’ Ἕλλησιν καλά.

283

τοὺς ὄνους τοὺς λαρκαγωγοὺς ἐξ ὄρους οἴσειν ξύλα

284

σχοινίνας γὰρ ἵπποισι φλοΐνας ἡνίας πλέκει.

285-312

(t)

ΒΕΛΛΕΡΟΦΟΝΤΗΣ

285

ἐγὼ τὸ μὲν δὴ πανταχοῦ θρυλούμενον κράτιστον εἶναι φημὶ μὴ φῦναι βροτῷ· τρισσῶν δὲ μοιρῶν ἐγκρινῶ νικᾶν μίαν, πλούτου τε χὥτῳ σπέρμα γενναῖον προσῇ
5πενίας τ’· ἀριθμὸν γὰρ τοσόνδε προυθέμην. ὁ μὲν ζάπλουτος, εἰς γένος δ’ οὐκ εὐτυχής, ἀλγεῖ μὲν ἀλγεῖ, παγκάλως δ’ ἀλγύνεται ὄλβου διοίγων θάλαμον ἥδιστον χερί. ἔξω δὲ βαίνων τοῦδε τὸν πάρος χρόνον
10πλουτῶν ὑπ’ ἄτης ζεῦγλαν ἀσχάλλει πεσών. ὅστις δὲ γαῦρον σπέρμα γενναῖόν τ’ ἔχων βίου σπανίζει, τῷ γένει μὲν εὐτυχεῖ, πενίᾳ δ’ ἐλάσσων ἐστίν, ἐν δ’ ἀλγύνεται φρονῶν, ὑπ’ αἰδοῦς δ’ ἔργ’ ἀπωθεῖται χερῶν.
15ὁ δ’ οὐδὲν οὐδείς, διὰ τέλους δὲ δυστυχῶν τοσῷδε νικᾷ· τοῦ γὰρ εὖ τητώμενος οὐκ οἶδεν, ἀεὶ δυστυχῶν κακῶς τ’ ἔχων. οὕτως ἄριστον μὴ πεπειρᾶσθαι καλῶν. ἐκεῖνο γὰρ μεμνήμεθ’· οἷος ἦν ποτε
20κἀγὼ μετ’ ἀνδρῶν ἡνίκ’ ηὐτύχουν βίῳ

286

φησίν τις εἶναι δῆτ’ ἐν οὐρανῷ θεούς; οὐκ εἰσίν, οὐκ εἴς’, εἴ τις ἀνθρώπων θέλει μὴ τῷ παλαιῷ μῶρος ὢν χρῆσθαι λόγῳ. σκέψασθε δ’ αὐτοί, μὴ ἐπὶ τοῖς ἐμοῖς λόγοις
5γνώμην ἔχοντες. φήμ’ ἐγὼ τυραννίδα κτείνειν τε πλείστους κτημάτων τ’ ἀποστερεῖν ὅρκους τε παραβαίνοντας ἐκπορθεῖν πόλεις· καὶ ταῦτα δρῶντες μᾶλλόν εἰς’ εὐδαίμονες τῶν εὐσεβούντων ἡσυχῇ καθ’ ἡμέραν.
10πόλεις τε μικρὰς οἶδα τιμώσας θεούς, αἳ μειζόνων κλύουσι δυσσεβεστέρων λόγχης ἀριθμῷ πλείονος κρατούμεναι. οἶμαι δ’ ἂν ὑμᾶς, εἴ τις ἀργὸς ὢν θεοῖς εὔχοιτο καὶ μὴ χειρὶ συλλέγοι βίον,
15τὰ θεῖα πυργοῦσιν αἱ κακαί τε συμφοραί.

287

τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι χρεών· μέλει γὰρ αὐτοῖς οὐδέν· ἀλλ’ οὑντυγχάνων τὰ πράγματ’ ὀρθῶς ἢν τιθῇ, πράσσει καλῶς.

288

δόλοι δὲ καὶ σκοτεινὰ μηχανήματα χρείας ἀνάνδρου φάρμαχ’ ηὕρηται βροτοῖς.

289

νείκη γὰρ ἀνδρῶν φόνια καὶ μάχας χρεὼν δόλοισι κλέπτειν· τῆς δ’ ἀληθείας ὁδὸς φαύλη τίς ἐστι· ψεύδεσιν δ’ Ἄρης φίλος.

290

ἀεὶ γὰρ ἄνδρα σκαιὸν ἰσχυρὸν φύσει
ἧσσον δέδοικα τἀσθενοῦς τε καὶ σοφοῦ.

291

ὦ παῖ, νέων τοι δρᾶν μὲν ἔντονοι χέρες, γνῶμαι δ’ ἀμείνους εἰσὶ τῶν γεραιτέρων· ὁ γὰρ χρόνος δίδαγμα ποικιλώτατον.

292

πρὸς τὴν νόσον τοι καὶ τὸν ἰατρὸν χρεὼν ἰδόντ’ ἀκεῖσθαι, μὴ ἐπιτὰξ τὰ φάρμακα διδόντ’, ἐὰν μὴ ταῦτα τῇ νόσῳ πρέπῃ. νόσοι δὲ θνητῶν αἳ μέν εἰς’ αὐθαίρετοι,
5αἳ δ’ ἐκ θεῶν πάρεισιν, ἀλλὰ τῷ νόμῳ ἰώμεθ’ αὐτάς. ἀλλά σοι λέξαι θέλω, εἰ θεοί τι δρῶσιν αἰσχρόν, οὐκ εἰσὶν θεοί.

293

τιμή ς’ ἐπαίρει τῶν πέλας μεῖζον φρονεῖν. θνῄσκοιμ’ ἄν· οὐ γὰρ ἄξιον λεύσσειν φάος
κακοὺς ὁρῶντας ἐκδίκως τιμωμένους.

294

φθονοῦσιν αὐτοὶ χείρονες πεφυκότες· εἰς τἀπίσημα δ’ ὁ φθόνος πηδᾶν φιλεῖ.

295

ἤδη γὰρ εἶδον καὶ δίκης παραστάτας ἐσθλοὺς πονηρῷ τῷ φθόνῳ νικωμένους.

296

ἀνὴρ δὲ χρηστὸς χρηστὸν οὐ μισεῖ ποτε, κακὸς κακῷ δὲ συντέτηκεν ἡδονῇ· φιλεῖ δὲ θοὑμόφυλον ἀνθρώπους ἄγειν.

297

ὡς ἔμφυτος μὲν πᾶσιν ἀνθρώποις κάκη·
ὅστις δὲ πλεῖστον μισθὸν εἰς χεῖρας λαβὼν κακὸς γένηται, τῷδε συγγνώμη μὲν οὔ, πλείω δὲ μισθὸν μείζονος τόλμης ἔχων
5τὸν τῶν ψεγόντων ῥᾷον ἂν φέροι λόγον.

298

οὐκ ἂν γένοιτο τραῦμ’, ἐάν τις ἐγξέσῃ θάμνοις ἑλείοις, οὐδ’ ἂν ἐκ μητρὸς κακῆς ἐσθλοὶ γένοιντο παῖδες εἰς ἀλκὴν δορός.

299

πρὸς τὴν ἀνάγκην πάντα τἄλλ’ ἔστ’ ἀσθενῆ.

300

οἴμοι· τί δ’ οἴμοι; θνητά τοι πεπόνθαμεν.

301

ὁρᾷς δ’ ἀέλπτους μυρίων ἀναστροφάς·
πολλοὶ μὲν οἶδμα διέφυγον θαλάσσιον, πολλοὶ δὲ λόγχαις πολεμίων ἀμείνονες ἥσσους γεγῶτες κρείσσον’ ἦλθον εἰς τύχην.

302

θάρσος δὲ πρὸς τὰς συμφορὰς μέγα σθένει.

303

οὐδέποτ’ εὐτυχίαν κακοῦ ἀνδρὸς ὑπέρφρονά τ’ ὄλβον βέβαιον εἰκάσαι χρεών, οὐδ’ ἀδίκων γενεάν· ὁ γὰρ οὐδενὸς ἐκφὺς χρόνος δικαίους ἐπάγων κανόνας
5δείκνυσιν ἀνθρώπων κακότητας ἐμοί.

304

ποῦ δὴ τὸ σαφὲς θνατοῖσι βιοτᾶς; θοαῖσι μὲν ναυσὶ πόρον πνοαὶ κατὰ βένθος ἅλιον ἰθύνουσι· τύχας δὲ θνητῶν τὸ μὲν μέγ’ εἰς οὐδὲν ὁ πολὺς χρόνος
5μεθίστησι, τὸ δὲ μεῖον αὔξων

305

καὶ ξεστὸν ὄχθον Δαναϊδῶν ἑδρασμάτων
στὰς ἐν μέσοισιν εἶπε κηρύκων ..

306

ἄγ’, ὦ φίλον μοι Πηγάσου πτερόν ..

307

ἴθι χρυσοχάλιν’ αἴρων πτέρυγας

308

πάρες, ὦ σκιερὰ φυλλάς, ὑπερβῶ κρηναῖα νάπη· τὸν ὑπὲρ κεφαλῆς αἰθέρ’ ἰδέσθαι σπεύδω, τίν’ ἔχει στάσιν Εἰνοδία.

309

ἔπτησς’ ὑπείκων μᾶλλον, εἰ μᾶλλον θέλοι

310

κομίζετ’ εἴσω τόνδε τὸν δυσδαίμονα.

311

ἦσθ’ εἰς θεοὺς μὲν εὐσεβής, ὅτ’ ἦσθ’, ἀεὶ ξένοις τ’ ἐπήρκεις οὐδ’ ἔκαμνες εἰς φίλους.

312

ὑφ’ ἅρματ’ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.

313-315

(t)

ΒΟΥΣΙΡΙΣ ΣΑΤΥΡΙΚΟΣ

313

δούλῳ γὰρ οὐχ οἷόν τε τἀληθῆ λέγειν, εἰ δεσπόταισι μὴ πρέποντα τυγχάνοι.

314

ἁγνίσαι

315

ἀτρεκήσασα

316-330

(t)

ΔΑΝΑΗ

316

γύναι, καλὸν μὲν φέγγος ἡλίου τόδε, καλὸν δὲ πόντου χεῦμ’ ἰδεῖν εὐήνεμον, γῆ τ’ ἠρινὸν θάλλουσα πλούσιόν θ’ ὕδωρ,
πολλῶν τ’ ἔπαινον ἔστι μοι λέξαι καλῶν·
5ἀλλ’ οὐδὲν οὕτω λαμπρὸν οὐδ’ ἰδεῖν καλὸν ὡς τοῖς ἄπαισι καὶ πόθῳ δεδηγμένοις παίδων νεογνῶν ἐν δόμοις ἰδεῖν θάλος.

317

καὶ νῦν παραινῶ πᾶσι τοῖς νεωτέροις μὴ πρὸς τὸ γῆρας ἀναβολὰς ποιουμένους σχολῇ τεκνοῦσθαι παῖδας· οὐ γὰρ ἡδονή, γυναικί τ’ ἐχθρὸν χρῆμα πρεσβύτης ἀνήρ·
5ἀλλ’ ὡς τάχιστα. καὶ γὰρ ἐκτροφαὶ καλαὶ καὶ συννεάζων ἡδὺ παῖς νέῳ πατρί.

318

γυνὴ γὰρ ἐξελθοῦσα πατρῴων δόμων οὐ τῶν τεκόντων ἐστίν, ἀλλὰ τοῦ λέχους· τὸ δ’ ἄρσεν ἕστηκ’ ἐν δόμοις ἀεὶ γένος θεῶν πατρῴων καὶ τάφων τιμάορον.

319

συμμαρτυρῶ σοι· πανταχοῦ λελείμμεθα
πᾶσαι γυναῖκες ἀρσένων ἀεὶ δίχα.

320

οὐκ ἔστιν οὔτε τεῖχος οὔτε χρήματα οὔτ’ ἄλλο δυσφύλακτον οὐδὲν ὡς γυνή.

321

ἦν γάρ τις αἶνος, ὡς γυναιξὶ μὲν τέχναι μέλουσι, λόγχῃ δ’ ἄνδρες εὐστοχώτεροι. εἰ γὰρ δόλοισιν ἦν τὸ νικητήριον, ἡμεῖς ἂν ἀνδρῶν εἴχομεν τυραννίδα.

322

ἔρως γὰρ ἀργὸν κἀπὶ τοιούτοις ἔφυ· φιλεῖ κάτοπτρα καὶ κόμης ξανθίσματα, φεύγει δὲ μόχθους. ἓν δέ μοι τεκμήριον· οὐδεὶς προσαιτῶν βίοτον ἠράσθη βροτῶν,
5ἐν τοῖς δ’ ἔχουσιν ἡβητὴς πέφυχ’ ὅδε.

323

τάχ’ ἂν πρὸς ἀγκάλαισι καὶ στέρνοις ἐμοῖς πηδῶν ἀθύροι καὶ φιλημάτων ὄχλῳ ψυχὴν ἐμὴν κτήσαιτο· ταῦτα γὰρ βροτοῖς φίλτρον μέγιστον, αἱ ξυνουσίαι, πάτερ.

324

ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς, ὡς οὔτε μήτηρ ἡδονὰς τοίας ἔχει, οὐ παῖδες ἀνθρώποισιν, οὐ φίλος πατήρ, οἵας σὺ χοἱ σὲ δώμασιν κεκτημένοι.
5εἰ δ’ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ,
οὐ θαῦμ’ ἔρωτας μυρίους αὐτὴν τρέφειν.

325

κρείσσων γὰρ οὔτις χρημάτων πέφυκ’ ἀνήρ, πλὴν εἴ τις· ὅστις δ’ οὗτός ἐστιν οὐχ ὁρῶ.

326

ἆρ’ οἶσθ’ ὁθούνεχ’ οἱ μὲν εὐγενεῖς βροτῶν
πένητες ὄντες οὐδὲν ἀλφάνους’ ἔτι, οἳ δ’ οὐδὲν ἦσαν πρόσθεν, ὄλβιοι δὲ νῦν, δόξαν φέρονται τοῦ νομίσματος χάριν
5καὶ συμπλέκοντες σπέρμα καὶ γάμους τέκνων; δοῦναι δὲ πᾶς τις μᾶλλον ὀλβίῳ κακῷ πρόθυμός ἐστιν ἢ πένητι κἀγαθῷ. κακὸς δ’ ὁ μὴ ἔχων, οἱ δ’ ἔχοντες ὄλβιοι.

327

φιλοῦσι γάρ τοι τῶν μὲν ὀλβίων βροτοὶ σοφοὺς τίθεσθαι τοὺς λόγους, ὅταν δέ τις λειτῶν ἀπ’ οἴκων εὖ λέγῃ πένης ἀνήρ, γελᾶν· ἐγὼ δὲ πολλάκις σοφωτέρους
5πένητας ἄνδρας εἰσορῶ τῶν πλουσίων καὶ 〈τοὺσ〉 θεοῖσι μικρὰ θύοντας τέλη τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους.

328

ὅστις δόμους μὲν ἥδεται πληρουμένους, γαστρὸς δ’ ἀφαιρῶν σῶμα δύστηνος κακοῖ, τοῦτον νομίζω κἂν θεῶν συλᾶν βρέτη
τοῖς φιλτάτοις τε πολέμιον πεφυκέναι.

329

φεῦ, τοῖσι γενναίοισιν ὡς ἁπανταχοῦ πρέπει χαρακτὴρ χρηστὸς εἰς εὐψυχίαν.

330

ἐς ταὐτὸν ἥκειν φημὶ ταῖς βροτῶν τύχαις τόνδ’ ὃν καλοῦσιν αἰθέρ’, ᾧ τάδ’ ἔστι δή. οὗτος θέρους τε λαμπρὸν ἐκπέμπει σέλας, χειμῶνά τ’ αὔξει συντιθεὶς πυκνὸν νέφος,
5θάλλειν τε καὶ μή, ζῆν τε καὶ φθίνειν ποεῖ· οὕτω δὲ θνητῶν σπέρμα τῶν μὲν εὐτυχεῖ λαμπρᾷ γαλήνῃ, τῶν δὲ συννέφει πάλιν, ζῶσίν τε σὺν κακοῖσιν, οἳ δ’ ὄλβου μέτα φθίνους’ ἐτείοις προσφερεῖς μεταλλαγαῖς.

331-348

(t)

ΔΙΚΤΥΣ

331

φίλος γὰρ ἦν μοι, καί μ’ ἔρως ἕλοι ποτὲ οὐκ εἰς τὸ μῶρον οὐδέ μ’ εἰς Κύπριν τρέπων.

332

δοκεῖς τὸν Ἅιδην σῶν τι φροντίζειν γόων καὶ παῖδ’ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν; παῦσαι· βλέπουσα δ’ εἰς τὰ τῶν πέλας κακὰ ῥᾴων γένοι’ ἄν, εἰ λογίζεσθαι θέλοις
5ὅσοι τε δεσμοῖς ἐκμεμόχθηνται βροτῶν ὅσοι τε γηράσκουσιν ὀρφανοὶ τέκνων, τοὺς δ’ ἐκ μέγιστον ὀλβίας τυραννίδος τὸ μηδὲν ὄντας· ταῦτά σε σκοπεῖν χρεών.

333

φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει·
οὐκ ἂν γένοιτο χρηστὸς ἐκ κακοῦ πατρός.

334

πολλοῖς παρέστην κἀφθόνησα δὴ βροτῶν ὅστις κακοῖσιν ἐσθλὸς ὢν ὅμοιος ᾖ, λόγων ματαίων εἰς ἅμιλλαν ἐξιών. τὸ δ’ ἦν ἄρ’ οὐκ ἀκουστὸν οὐδ’ ἀνασχετόν,
5σιγᾶν κλύοντα δεινὰ πρὸς κακιόνων.

335

τυραννικόν τοι πόλλ’ ἐπίστασθαι λέγειν.

336

εἰς δ’ εὐγένειαν ὀλίγ’ ἔχω φράσαι καλά· ὁ μὲν γὰρ ἐσθλὸς εὐγενὴς ἔμοιγ’ ἀνήρ, ὁ δ’ οὐ δίκαιος κἂν ἀμείνονος πατρὸς Ζηνὸς πεφύκῃ, δυσγενὴς εἶναι δοκεῖ.

337

μὴ νεῖκος, ὦ γεραιέ, κοιράνοις τίθου·
σέβειν δὲ τοὺς κρατοῦντας ἀρχαῖος νόμος.

338

ὄντων δὲ παίδων καὶ πεφυκότος γένους καινοὺς φυτεῦσαι παῖδας ἐν δόμοις θέλεις, ἔχθραν μεγίστην σοῖσι συμβάλλων τέκνοις.

339

πατέρα τε παισὶν ἡδέως συνεκφέρειν φίλους ἔρωτας ἐκβαλόντ’ αὐθαδίαν, παῖδάς τε πατρί· καὶ γὰρ οὐκ αὐθαίρετοι βροτοῖς ἔρωτες οὐδ’ ἑκουσία νόσος.
5σκαιόν τι δὴ τὸ χρῆμα γίγνεσθαι φιλεῖ, θεῶν ἀνάγκας ὅστις ἰᾶσθαι θέλει.

340

Κύπρις γὰρ οὐδὲν νουθετουμένη χαλᾷ, ἤν τ’ αὖ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ, κἄπειτα τίκτει πόλεμον· εἰς δ’ ἀνάστασιν δόμων περαίνει πολλάκις τὰ τοιάδε.

341

μή μοί ποτ’ εἴη χρημάτων νικωμένῳ
κακῷ γενέσθαι, μηδ’ ὁμιλοίην κακοῖς.

342

.. τί μ’ ἄρτι πημάτων λελησμένην ὀρθοῖς;

343

θάρσει· τό τοι δίκαιον ἰσχύει μέγα.

344

νέος, πόνοις δέ γ’ οὐκ ἀγύμναστος φρένας.

345

ἐγὼ νομίζω πατρὶ φίλτατον τέκνα παισίν τε τοὺς τεκόντας, οὐδὲ συμμάχους ἄλλους γενέσθαι φήμ’ ἂν ἐνδικωτέρους.

346

εἷς γάρ τις ἔστι κοινὸς ἀνθρώποις νόμος καὶ θεοῖσι τοῦτο δόξαν, ὡς σαφῶς λέγω, θηρσίν τε πᾶσι, τέκνα τίκτουσιν φιλεῖν·
τὰ δ’ ἄλλα χωρὶς χρώμεθ’ ἀλλήλων νόμοις.

347

εἰ δ’ ἦσθα μὴ κάκιστος, οὔποτ’ ἂν πάτραν τὴν σὴν ἀτίζων τήνδ’ ἂν ηὐλόγεις πόλιν· ὡς ἔν γ’ ἐμοὶ κρίνοιτ’ ἂν οὐ καλῶς φρονεῖν ὅστις πατρῴας γῆς ἀτιμάζων ὅρους
5ἄλλην ἐπαινεῖ καὶ τρόποισιν ἥδεται.

348

ἁζοίμην

ante 349

(t)

ΕΠΕΙΟΣ

349-370

(t)

ΕΡΕΧΘΕΥΣ

349

Αἰθιοπίαν νιν ἐξέσῳς’ ἐπὶ χθόνα

350

καί μοι, πολὺν γὰρ πέλανον ἐκπέμπεις δόμων, φράσον σελήνας τάσδε πυρίνου χλόης

351

ὀλολύζετ’, ὦ γυναῖκες, ὡς ἔλθῃ θεὰ χρυσῆν ἔχουσα Γοργόν’ ἐπίκουρος πόλει.

352

ὡς σὺν θεοῖσι τοὺς σοφοὺς κινεῖν δόρυ
στρατηλάτας χρή, τῶν θεῶν δὲ μὴ βίᾳ.

353

οὐδεὶς στρατεύσας ἄδικα σῶς ἦλθεν πάλιν.

354

τὰς οὐσίας γὰρ μᾶλλον ἢ τὰς ἁρπαγὰς τιμᾶν δίκαιον· οὔτε γὰρ πλοῦτός ποτε βέβαιος ἄδικος

355

ναῦς ἡ μεγίστη κρεῖσσον ἢ μικρὸν σκάφος.

356

ὀλίγους ἐπαινῶ μᾶλλον ἢ πολλοὺς κακούς.

357

ζεῦγος τριπάρθενον

358

οὐκ ἔστι μητρὸς οὐδὲν ἥδιον τέκνοις· ἐρᾶτε μητρός, παῖδες, ὡς οὐκ ἔστ’ ἔρως
τοιοῦτος ἄλλος ὅστις ἡδίων ἐρᾶν.

359

θετῶν δὲ παίδων ποῦ κράτος; τὰ φύντα γὰρ κρείσσω νομίζειν τῶν δοκημάτων χρεών.

360

τὰς χάριτας ὅστις εὐγενῶς χαρίζεται, ἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν, χρόνῳ δὲ δρῶσι, δυσγενέστερον .. ἐγὼ δὲ δώσω παῖδα τὴν ἐμὴν κτανεῖν.
5λογίζομαι δὲ πολλὰ πρῶτα μὲν πόλιν οὐκ ἄν τιν’ ἄλλην τῆσδε βελτίω λαβεῖν· ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, αὐτόχθονες δ’ ἔφυμεν· αἱ δ’ ἄλλαι πόλεις πεσσῶν ὁμοίως διαφοραῖς ἐκτισμέναι
10ἄλλαι παρ’ ἄλλων εἰσὶν εἰσαγώγιμοι. ὅστις δ’ ἀπ’ ἄλλης πόλεος οἰκήσῃ πόλιν, ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς, λόγῳ πολίτης ἐστί, τοῖς δ’ ἔργοισιν οὔ. ἔπειτα τέκνα τοῦδ’ ἕκατι τίκτομεν,
15ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα. πόλεως δ’ ἁπάσης τοὔνομ’ ἕν, πολλοὶ δέ νιν ναίουσι· τούτους πῶς διαφθεῖραί με χρή, ἐξὸν προπάντων μίαν ὑπερδοῦναι θανεῖν; εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος
20τὸ μεῖζον, οὑνὸς οἶκος οὐ πλέον σθένει πταίσας ἁπάσης πόλεος οὐδ’ ἴσον φέρει. εἰ δ’ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν στάχυς ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ, οὐκ ἄν νιν ἐξέπεμπον εἰς μάχην δορός,
25θάνατον προταρβοῦς’; ἀλλ’ ἔμοιγ’ εἴη τέκνα 〈ἃ〉 καὶ μάχοιτο καὶ μετ’ ἀνδράσιν πρέποι,
μὴ σχήματ’ ἄλλως ἐν πόλει πεφυκότα. τὰ μητέρων δὲ δάκρυ’ ὅταν πέμπῃ τέκνα, πολλοὺς ἐθήλυν’ εἰς μάχην ὁρμωμένους.
30μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ ζῆν παῖδας εἵλοντ’ ἢ παρῄνεσαν κακά. καὶ μὴν θανόντες γ’ ἐν μάχῃ πολλῶν μέτα τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τ’ ἴσην· τἠμῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ
35πόλεως θανούσῃ τῆσδ’ ὑπερδοθήσεται. καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θ’ ὁμοσπόρω σώσει· τί τούτων οὐχὶ δέξασθαι καλόν; τὴν οὐκ ἐμὴν .. πλὴν φύσει δώσω κόρην θῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται
40πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι; οὐκ οὖν ἅπαντα τοὐπ’ ἐμοὶ σωθήσεται; ἄρξουσιν ἄλλοι, τήνδ’ ἐγὼ σώσω πόλιν. ἐκεῖνο δ’ οὗ 〈τὸ〉 πλεῖστον ἐν κοινῷ μέρος, οὐκ ἔσθ’ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ
45προγόνων παλαιὰ θέσμι’ ὅστις ἐκβαλεῖ· οὐδ’ ἀντ’ ἐλαίας χρυσέας τε Γοργόνος τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις Εὔμολπος οὐδὲ Θρῂξ ἀναστέψει λεὼς στεφάνοισι, Παλλὰς δ’ οὐδαμοῦ τιμήσεται.

360

(50)

χρῆσθ’, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν, σῴζεσθε, νικᾶτ’· ἀντὶ γὰρ ψυχῆς μιᾶς οὐκ ἔσθ’ ὅπως οὐ τήνδ’ ἐγὼ σώσω πόλιν. ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε οὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥᾳδίως
55οἰκοῖμεν ἄν σε κοὐδὲν ἂν πάσχοις κακόν.

361

ἐγὼ δὲ τοὺς καλῶς τεθνηκότας ζῆν φημὶ μᾶλλον τοῦ βλέπειν τοὺς μὴ καλῶς.

362

ὀρθῶς μ’ ἐπήρου· βούλομαι δὲ σοί, τέκνον, φρονεῖς γὰρ ἤδη κἀποσῴσαι’ ἂν πατρὸς γνώμας φράσαντος, ἢν θάνω, παραινέσαι κειμήλι’ ἐσθλὰ καὶ νέοισι χρήσιμα.
5βραχεῖ δὲ μύθῳ πολλὰ συλλαβὼν ἐρῶ. πρῶτον φρένας μὲν ἠπίους ἔχειν χρεών· τῷ πλουσίῳ τε τῷ τε μὴ διδοὺς μέρος ἴσον σεαυτὸν εὐσεβεῖν πᾶσιν δίδου. δυοῖν παρόντοιν πραγμάτοιν πρὸς θάτερον
10γνώμην προσάπτων τὴν ἐναντίαν μέθες. ἀδίκως δὲ μὴ κτῶ χρήματ’, ἢν βούλῃ πολὺν χρόνον μελάθροις ἐμμένειν· τὰ γὰρ κακῶς οἴκους ἐσελθόντ’ οὐκ ἔχει σωτηρίαν. ἔχειν δὲ πειρῶ· τοῦτο γὰρ τό τ’ εὐγενὲς
15καὶ τοὺς γάμους δίδωσι τοὺς πρώτους ἔχειν. ἐν τῷ πένεσθαι δ’ ἐστὶν ἥ τ’ ἀδοξία, κἂν ᾖ σοφός τις, ἥ τ’ ἀτιμία βίου. φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις κέκτησο· τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ
20τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης. ὁμιλίας δὲ τὰς γεραιτέρων φίλει, ἀκόλαστα δ’ ἤθη λαμπρὰ συγγελᾶν μόνον μίσει· βραχεῖα τέρψις ἡδονῆς κακῆς. ἐξουσίᾳ δὲ μήποτ’ ἐντρυφῶν, τέκνον,
25αἰσχροὺς ἔρωτας δημοτῶν διωκαθεῖν. ὃ καὶ σίδηρον ἀγχόνας τ’ ἐφέλκεται,
χρηστῶν πενήτων ἤν τις αἰσχύνῃ τέκνα. καὶ τοὺς πονηροὺς μήποτ’ αὔξαν’ ἐν πόλει· κακοὶ γὰρ ἐμπλησθέντες ἢ νομίσματος
30ἢ πόλεος ἐμπεσόντες εἰς ἀρχήν τινα σκιρτῶσιν, ἀδόκητ’ εὐτυχησάντων δόμων. ἀλλ’ ὦ τέκνον μοι δὸς χέρ’, ὡς θίγῃ πατήρ, καὶ χαῖρ’· ὑπ’ αἰδοῦς δ’ οὐ λίαν ἀσπάζομαι·
γυναικόφρων γὰρ θυμὸς ἀνδρὸς οὐ σοφοῦ.

363

εἷς μὲν λόγος μοι δεῦρ’ ἀεὶ περαίνεται.

364

ἐκ τῶν πόνων τοι τἀγάθ’ αὔξεται βροτοῖς. [ὁ δ’ ἡδὺς αἰὼν ἡ κακή τ’ ἀνανδρία
οὔτ’ οἶκον οὔτε πόλιν ἀνορθώσειεν ἄν.]

365

αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι· καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα.

366

τοὐνθένδ’ ἀπίχθυς βαρβάρους οἰκεῖν δοκῶ

367

ἐν ἀστρώτῳ πέδῳ εὕδουσι, πηγαῖς δ’ οὐχ ὑγραίνουσιν πόδας.

368

μίασμα δρυός

369

κείσθω δόρυ μοι μίτον ἀμφιπλέκειν ἀράχναις, μετὰ δ’ ἡσυχίας πολιῷ γήρᾳ συνοικοίην· ἀείδοιμι δὲ στεφάνοις κάρα πολιὸν στεφανώσας Θρηίκιον πέλταν πρὸς Ἀθάνας
5περικίοσιν ἀγκρεμάσας θαλάμοις δέλτων τ’ ἀναπτύσσοιμι γῆρυν ἃν σοφοὶ κλέονται.

371-380

(t)

ΕΥΡΥΣΘΕΥΣ ΣΑΤΥΡΙΚΟΣ

371

πέμπεις δ’ ἐς Ἅιδου ζῶντα κοὐ τεθνηκότα,
καί μοι τὸ τέρθρον δῆλον εἰσπορεύομαι.

372

οὐκ ἔστιν, ὦ γεραιέ, μὴ δείσῃς τάδε· τὰ Δαιδάλεια πάντα κινεῖσθαι δοκεῖ λέγειν τ’ ἀγάλμαθ’· ὧδ’ ἀνὴρ κεῖνος σοφός.

373

πᾶς δ’ ἐξεθέρισεν ὥστε πύρινον 〈στάχυν〉 σπάθῃ κολούων φασγάνου μελανδέτου.

374

ἢ κύαθον ἢ χαλκήλατον ἡθμὸν προσίσχων τοῖσδε τοῖς ὑπωπίοις

375

πιστὸν μὲν οὖν εἶναι χρὴ τὸν διάκονον τοιοῦτον εἶναι καὶ στέγειν τὰ δεσποτῶν.

376

οὐκ οἶδ’ ὅτῳ χρὴ κανόνι τὰς βροτῶν τύχας
ὀρθῶς σταθμήσαντ’ εἰδέναι τὸ δραστέον.

377

μάτην δὲ θνητοὶ τοὺς νόθους φεύγους’ ἄρα παῖδας φυτεύειν· ὃς γὰρ ἂν χρηστὸς φύῃ, οὐ τοὔνομ’ αὐτοῦ τὴν φύσιν διαφθερεῖ.

378

νῦν δ’ ἤν τις οἴκων πλουσίαν ἔχῃ φάτνην, πρῶτος γέγραπται τῶν τ’ ἀμεινόνων κρατεῖ· τὰ δ’ ἔργ’ ἐλάσσω χρημάτων νομίζομεν.

379

σκύφος τε μακρός

380

Ταρτάρειος

ante 381

(t)

ΘΕΡΙΣΤΑΙ

381-390

(t)

ΘΗΣΕΥΣ

381

σχεδὸν παρ’ αὐτοῖς κρασπέδοις Εὐρωπίας

382

ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις, μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια. κύκλος τις ὡς τόρνοισιν ἐκμετρούμενος, οὗτος δ’ ἔχει σημεῖον ἐν μέσῳ σαφές·
5τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο, ταύτας διείργει δ’ ἐν μέσαις ἄλλη μία· τρίτον δὲ βόστρυχός τις ὣς εἱλιγμένος· τὸ δ’ αὖ τέταρτον ἣ μὲν εἰς ὀρθὸν μία, λοξαὶ δ’ ἐπ’ αὐτῆς τρεῖς κατεστηριγμέναι
10εἰσίν· τὸ πέμπτον δ’ οὐκ ἐν εὐμαρεῖ φράσαι· γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο, αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν·
τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές.

383

(470)

τοία Στυγός σε μελανοκάρδιος πέτρα Ἀχερόντιός τε σκοπελὸς αἱματοσταγὴς φρουροῦσι Κωκυτοῦ τε περίδρομοι κύνες Ἔχιδνά θ’ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου διασπαράξει, πλευμόνων τ’ ἀνθάψεται
475Ταρτησσία μύραινα· τὼ νεφρὼ δέ σου αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω διασπάσονται Γοργόνες Τειθράσιαι.

384

κάρα τε γάρ σου συγχέω κόμαις ὁμοῦ, ῥανῶ τε πεδός’ ἐγκέφαλον· ὀμμάτων δ’ ἄπο αἱμοσταγῆ πρηστῆρε ῥεύσονται κάτω.

385

τί με δῆτ’, ὦ μελέα μᾶτερ, ἔτικτες;

386

ἀνόνητον ἄγαλμ’, ὦ πάτερ, οἴκοισι τεκών

387

καίτοι φθόνου μὲν μῦθον ἄξιον φράσω

388

ἀλλ’ ἔστι δή τις ἄλλος ἐν βροτοῖς ἔρως ψυχῆς δικαίας σώφρονός τε κἀγαθῆς. καὶ χρῆν δὲ τοῖς βροτοῖσι τόνδ’ εἶναι νόμον τῶν εὐσεβούντων οἵτινές τε σώφρονες
5ἐρᾶν, Κύπριν δὲ τὴν Διὸς χαίρειν ἐᾶν.

389

ἀνὴρ γὰρ ὅστις χρημάτων μὲν ἐνδεής, δρᾶσαι δὲ χειρὶ δυνατός, οὐκ ἀφέξεται τὰ τῶν ἐχόντων χρήμαθ’ ἁρπάζειν βίᾳ.

390

συμπολίτης

391-397

(t)

ΘΥΕΣΤΗΣ

391

οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώποις θεῶν· σπουδάζομεν δὲ πόλλ’ ὑπ’ ἐλπίδων, μάτην
πόνους ἔχοντες, οὐδὲν εἰδότες σαφές.

392

εἰ δ’ ἄτερ πόνων δοκεῖς ἔσεσθαι, μῶρος εἶ, θνητὸς γεγώς.

393

γνώμης γὰρ οὐδὲν ἁρετὴ μονουμένη.

394

οὐ πώποτ’ ἔργου μᾶλλον εἱλόμην λόγους.

395

πλούτου δ’ ἀπορρυέντος ἀσθενεῖς γάμοι· τὴν μὲν γὰρ εὐγένειαν αἰνοῦσιν βροτοί, μᾶλλον δὲ κηδεύουσι τοῖς εὐδαίμοσιν.

396

ἀλλ’ εἴπερ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν πιθανά, νομίζειν χρή σε καὶ τοὐναντίον,
ἄπιστ’ ἀληθῆ πολλὰ συμβαίνειν βροτοῖς.

397

θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις.

398-423

(t)

ΙΝΩ

398

εὕδουσα δ’ Ἰνοῦς συμφορὰ χρόνον πολὺν
νῦν ὄμμ’ ἐγείρει

399

φίλαι γυναῖκες, πῶς ἂν ἐξ ἀρχῆς δόμους Ἀθάμαντος οἰκήσαιμι τῶν πεπραγμένων δράσασα μηδέν;

400

ὦ θνητὰ πράγματ’, ὦ γυναικεῖαι φρένες· ὅσον νόσημα τὴν Κύπριν κεκτήμεθα.

401

φεῦ, ὅσῳ τὸ θῆλυ δυστυχέστερον γένος πέφυκεν ἀνδρῶν· ἔν τε τοῖσι γὰρ καλοῖς πολλῷ λέλειπται κἀπὶ τοῖς αἰσχροῖς πλέον.

402

νόμοι γυναικῶν οὐ καλῶς κεῖνται πέρι· χρῆν γὰρ τὸν εὐτυχοῦνθ’ ὅπως πλείστας ἔχειν [γυναῖκας, εἴπερ τροφὴ δόμοις παρῆν],
ὡς τὴν κακὴν μὲν ἐξέβαλλε δωμάτων,
5τὴν δ’ οὖσαν ἐσθλὴν ἡδέως ἐσῴζετο. νῦν δ’ εἰς μίαν βλέπουσι, κίνδυνον μέγαν ῥίπτοντες· οὐ γὰρ τῶν τρόπων πειρώμενοι νύμφας ἐς οἴκους ἑρματίζονται βροτοί.

403

τίς ἆρα μήτηρ ἢ πατὴρ κακὸν μέγα βροτοῖς ἔφυσε τὸν δυσώνυμον φθόνον; ποῦ καί ποτ’ οἰκεῖ σώματος λαχὼν μέρος; ἐν χερσὶν ἢ σπλάγχνοισιν ἢ παρ’ ὄμματα;
5ἔσθ’ ἡμῖν ὡς ἦν μόχθος ἰατροῖς μέγας τομαῖς ἀφαιρεῖν ἢ ποτοῖσι φαρμάκοις πασῶν μεγίστην τῶν ἐν ἀνθρώποις νόσων.

404

τό τ’ εὐγενὲς πολλὴν δίδωσιν ἐλπίδ’ ὡς ἄρξουσι γῆς.

405

τὴν εὐγένειαν, κἂν ἄμορφος ᾖ γάμος, τιμῶσι πολλοὶ προσλαβεῖν τέκνων χάριν,
τό τ’ ἀξίωμα μᾶλλον ἢ τὰ χρήματα.

406

μὴ σκυθρωπὸς ἴσθ’ ἄγαν πρὸς τοὺς κακῶς πράσσοντας, ἄνθρωπος γεγώς.

407

ἀμουσία τοι μηδ’ ἐπ’ οἰκτροῖσιν δάκρυ στάζειν· κακὸν δέ, χρημάτων ὄντων ἅλις, φειδοῖ πονηρᾷ μηδέν’ εὖ ποιεῖν βροτῶν.

408

ἐν ἐλπίσιν χρὴ τοὺς σοφοὺς ἄγειν βίον.

409

μήτ’ εὐτυχοῦσα πᾶσαν ἡνίαν χάλα κακῶς τε πράσσους’ ἐλπίδος κεδνῆς ἔχου.

410

τοιάνδε χρὴ γυναικὶ πρόσπολον ἐᾶν ἥτις τὸ μὲν δίκαιον οὐ σιγήσεται,
τὰ δ’ αἰσχρὰ μισεῖ καὶ κατ’ ὀφθαλμοὺς ἔχει.

411

ἴστω δὲ μηδεὶς ταῦθ’ ἃ σιγᾶσθαι χρεών· μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας πρήσειεν ἄν τις, καὶ πρὸς ἄντρ’ εἰπὼν ἕνα πύθοιντ’ ἂν ἀστοὶ πάντες ἃ κρύπτειν χρεών.

412

ἐμοὶ γὰρ εἴη πτωχός, εἰ δὲ βούλεται πτωχοῦ κακίων, ὅστις ὢν εὔνους ἐμοὶ φόβον παρελθὼν τἀπὸ καρδίας ἐρεῖ.

413

ἐπίσταμαι δὲ πάνθ’ ὅς’ εὐγενῆ χρεών, σιγᾶν θ’ ὅπου δεῖ καὶ λέγειν ἵν’ ἀσφαλές, ὁρᾶν θ’ ἃ δεῖ με κοὐχ ὁρᾶν ἃ μὴ πρέπει, γαστρὸς κρατεῖν δέ· καὶ γὰρ ἐν κακοῖσιν ὢν
5ἐλευθέροισιν ἐμπεπαίδευμαι τρόποις.

414

φειδώμεθ’ ἀνδρῶν εὐγενῶν, φειδώμεθα, κακοὺς δ’ ἀποπτύωμεν, ὥσπερ ἄξιοι.

415

ἄνασσα, πολλοῖς ἔστιν ἀνθρώπων κακά, τοῖς δ’ ἄρτι λήγει, τοῖς δὲ κίνδυνος μολεῖν. κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς θνητῶν τε γενεᾷ· τῶν μὲν αὔξεται βίος,
5τῶν δὲ φθίνει τε καὶ θερίζεται πάλιν.

416

πολλοί γε θνητῶν τῷ θράσει τὰς συμφορὰς ζητοῦς’ ἀμαυροῦν κἀποκρύπτεσθαι κακά.

417

κέκτησο δ’ ὀρθῶς ἃν ἔχῃς ἄνευ ψόγου, κἂν σμικρὰ σῴζου, τοὔνδικον σέβους’ ἀεί, μὴ δ’ ὡς κακὸς ναύκληρος εὖ πράξας ποτὲ ζητῶν τὰ πλείον’, εἶτα πάντ’ ἀπώλεσεν.

418

γίγνωσκε τἀνθρώπεια μηδ’ ὑπερμέτρως ἄλγει· κακοῖς γὰρ οὐ σὺ πρόσκεισαι μόνη.

419

βίᾳ νυν ἕλκετ’ ὦ κακοὶ τιμὰς βροτοί, καὶ κτᾶσθε πλοῦτον πάντοθεν θηρώμενοι, σύμμικτα μὴ δίκαια καὶ δίκαι’ ὁμοῦ·
ἔπειτ’ ἀμᾶσθε τῶνδε δύστηνον θέρος.

420

ὁρᾷς τυράννους διὰ μακρῶν ηὐξημένους, ὡς μικρὰ τὰ σφάλλοντα, καὶ μί’ ἡμέρα τὰ μὲν καθεῖλεν ὑψόθεν, τὰ δ’ ἦρ’ ἄνω. ὑπόπτερος δ’ ὁ πλοῦτος· οἷς γὰρ ἦν ποτε,
5ἐξ ἐλπίδων πίπτοντας ὑπτίους ὁρῶ.

421

κοίλοις ἐν ἄντροις ἄλυχνος, ὥστε θήρ, μόνος

422

πολλοὶ παρῆσαν, ἀλλ’ ἄπιστα Θεσσαλῶν

423

.. δ’ ἄρα

424-427

(t)

ΙΞΙΩΝ

424

Φλεγύαντος υἱέ, δέσποτ’ Ἰξίων ..

425

ὅστις γὰρ ἀστῶν πλέον ἔχειν πέφυκ’ ἀνήρ, [οὐδὲν φρονεῖ δίκαιον οὐδὲ βούλεται]
φίλοις τ’ ἄμικτός ἐστι καὶ πάσῃ πόλει.

426

τά τοι μέγιστα πάντ’ ἀπείργασται βροτοῖς τόλμ’ ὥστε νικᾶν· οὔτε γὰρ τυραννίδες χωρὶς πόνου γένοιντ’ ἂν οὔτ’ οἶκος μέγας.

428-447

(t)

ΙΠΠΟΛΥΤΟΣ

428

οἱ γὰρ Κύπριν φεύγοντες ἀνθρώπων ἄγαν νοσοῦς’ ὁμοίως τοῖς ἄγαν θηρωμένοις.

429

ἀντὶ πυρὸς γὰρ ἄλλο πῦρ μεῖζον ἐβλάστομεν γυναῖ‐ κες πολὺ δυσμαχώτερον.

430

ἔχω δὲ τόλμης καὶ θράσους διδάσκαλον ἐν τοῖς ἀμηχάνοισιν εὐπορώτατον,
Ἔρωτα, πάντων δυσμαχώτατον θεόν.

431

Ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται οὐδ’ αὖ γυναῖκας, ἀλλὰ καὶ θεῶν ἄνω ψυχὰς χαράσσει κἀπὶ πόντον ἔρχεται· καὶ τόνδ’ ἀπείργειν οὐδ’ ὁ παγκρατὴς σθένει
5Ζεύς, ἀλλ’ ὑπείκει καὶ θέλων ἐγκλίνεται.

432

αὐτός τι νῦν δρῶν εἶτα δαίμονας κάλει· τῷ γὰρ πονοῦντι καὶ θεὸς συλλαμβάνει.

433

ἔγωγε φημὶ καὶ νόμον γε μὴ σέβειν
ἐν τοῖσι δεινοῖς τῶν ἀναγκαίων πλέον.

434

οὐ γὰρ κατ’ εὐσέβειαν αἱ θνητῶν τύχαι, τολμήμασιν δὲ καὶ χερῶν ὑπερβολαῖς ἁλίσκεταί τε πάντα καὶ θηρεύεται.

435

τί δ’ ἢν λυθείς με διαβάλῃς, παθεῖν σε δεῖ;

436

ὦ πότνι’ αἰδώς, εἴθε τοῖς πᾶσιν βροτοῖς συνοῦσα τἀναίσχυντον ἐξῃροῦ φρενῶν.

437

ὁρῶ δὲ τοῖς πολλοῖσιν ἀνθρώποις ἐγὼ τίκτουσαν ὕβριν τὴν πάροιθ’ εὐπραξίαν.

438

ὕβριν τε τίκτει πλοῦτος ἢ φειδὼ βίου.

439

φεῦ φεῦ, τὸ μὴ τὰ πράγματ’ ἀνθρώποις ἔχειν
φωνήν, ἵν’ ἦσαν μηδὲν οἱ δεινοὶ λέγειν. νῦν δ’ εὐτρόχοισι στόμασι τἀληθέστατα κλέπτουσιν, ὥστε μὴ δοκεῖν ἃ χρὴ δοκεῖν.

440

Θησεῦ, παραινῶ σοὶ τὸ λῷστον, εἰ φρονεῖς, γυναικὶ πείθου μηδὲ τἀληθῆ κλύων.

441

χρόνος διέρπων πάντ’ ἀληθεύειν φιλεῖ.

442

.. πρὸς ἵππων εὐθὺς ὁρμήσας στάσιν

443

ὦ λαμπρὸς αἰθὴρ ἡμέρας θ’ ἁγνὸν φάος, ὡς ἡδὺ λεύσσειν τοῖς τε πράσσουσιν καλῶς
καὶ τοῖσι δυστυχοῦσιν, ὧν πέφυκ’ ἐγώ.

444

ὦ δαῖμον, ὡς οὐκ ἔστ’ ἀποστροφὴ βροτοῖς τῶν ἐμφύτων τε καὶ θεηλάτων κακῶν.

445

ἀλλ’ οὐ γὰρ ὀρθῶς ταῦτα κρίνουσιν θεοί.

446

ὦ μάκαρ, οἵας ἔλαχες τιμάς, Ἱππόλυθ’ ἥρως, διὰ σωφροσύνην· οὔποτε θνητοῖς ἀρετῆς ἄλλη δύναμις μείζων·
5ἦλθε γὰρ ἢ πρόσθ’ ἢ μετόπισθεν τῆς εὐσεβίας χάρις ἐσθλή.

447

δίοπος

448

(t)

ΚΑΔΜΟΣ
1οὐρανὸς ὑπὲρ ἡμᾶς καινῶς φοτῶν ἕδος δαιμόνιον τόδ’ ἐν μέσῳ τοῦ οὐρανοῦ τε καὶ χθονός,
οἳ μὲν ὀνομάζουσι χάος

449-459

(t)

ΚΡΕΣΦΟΝΤΗΣ

449

ἐχρῆν γὰρ ἡμᾶς σύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν εἰς ὅς’ ἔρχεται κακά, τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον
χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.

450

εἰ μὲν γὰρ οἰκεῖ νερτέρας ὑπὸ χθονὸς ἐν τοῖσιν οὐκέτ’ οὖσιν, οὐδὲν ἂν σθένοι.

451

εἰ γάρ ς’ ἔμελλεν, ὡς σὺ φής, κτείνειν πόσις, χρῆν καὶ σὲ μέλλειν, ὡς χόλος παρήλυθεν.

452

ἐκεῖνο γὰρ πέπονθ’ ὅπερ πάντες βροτοί· φιλῶν μάλιστ’ ἐμαυτὸν οὐκ αἰσχύνομαι.

453

Εἰρήνα βαθύπλουτε καὶ καλλίστα μακάρων θεῶν, ζῆλός μοι σέθεν ὡς χρονίζεις. δέδοικα δὲ μὴ πρὶν πόνοιςστρ.
5ὑπερβάλῃ με γῆρας, πρὶν σὰν χαρίεσσαν προσιδεῖν ὥραν καὶ καλλιχόρους ἀοιδὰς φιλοστεφάνους τε κώμους.
ἴθι μοι, πότνα, πόλιν.
10τὰν δ’ ἐχθρὰν στάσιν εἶργ’ ἀπ’ οἴ‐ κων τὰν μαινομέναν τ’ ἔριν θηκτῷ τερπομέναν σιδάρῳ.ἀντ.

454

τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν οὐδ’ ἀνδρὸς ἐστερήμεθ’, ἀλλὰ μυρίαι τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον.

455

καὶ δὶς ἕπτ’ αὐτῆς τέκνα Νιόβης θανόντα Λοξίου τοξεύμασιν

456

ὠνητέραν δὴ τήνδ’ ἐγὼ δίδωμί σοι
πληγήν

457

αἰδὼς ἐν ὀφθαλμοῖσι γίγνεται, τέκνον.

458

αἱ τύχαι δέ με μισθὸν λαβοῦσαι τῶν ἐμῶν τὰ φίλτατα σοφὴν ἔθηκαν.

459

κέρδη τοιαῦτα χρή τινα κτᾶσθαι βροτῶν, ἐφ’ οἷσι μέλλει μήποθ’ ὕστερον στένειν.

460-470

(t)

ΚΡΗΣΣΑΙ

460

λύπη μὲν ἄτῃ περιπεσεῖν αἰσχρᾷ τινι· εἰ δ’ οὖν γένοιτο, χρὴ περιστεῖλαι καλῶς κρύπτοντα καὶ μὴ πᾶσι κηρύσσειν τάδε· γέλως γὰρ ἐχθροῖς γίγνεται τὰ τοιάδε.

461

οὐκ ἂν δύναιο μὴ καμὼν εὐδαιμονεῖν, αἰσχρόν τε μοχθεῖν μὴ θέλειν νεανίαν.

462

ἐπίσταμαι δὲ καὶ πεπείραμαι λίαν ὡς τῶν ἐχόντων πάντες ἄνθρωποι φίλοι.

463

οὐ γάρ ποτ’ ἄνδρα τὸν σοφὸν γυναικὶ χρὴ
δοῦναι χαλινοὺς οὐδ’ ἀφέντ’ ἐᾶν κρατεῖν· πιστὸν γὰρ οὐδέν ἐστιν· εἰ δέ τις κυρεῖ γυναικὸς ἐσθλῆς, εὐτυχεῖ κακὸν λαβών.

464

γαμεῖτε νῦν, γαμεῖτε, κᾆτα θνῄσκετε ἢ φαρμάκοισιν ἐκ γυναικὸς ἢ δόλοις.

465

〈Ἅιδησ〉 κρινεῖ ταῦτ’ . . . . . . .

466

ἐγὼ χάριν σὴν παῖδά σου κατακτάνω;

467

τί γὰρ ποθεῖ τράπεζα; τῷ δ’ οὐ βρίθεται; πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου
5πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα.

468

τὰ δ’ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ.

469

νόμος δὲ 〈δείπνου〉 λείψαν’ ἐκβάλλειν κυσίν.

470

πρὶν ἂν .. ἐκφλῆναί με καὶ μαθεῖν λόγον

471-472

(t)

ΚΡΗΤΕΣ

471

ἀλλ’ ὦ Κρῆτες, Ἴδης τέκνα

472

Φοινικογενοῦς [παῖ τῆς Τυρίας] τέκνον Εὐρώπης καὶ τοῦ μεγάλου Ζηνός, ἀνάσσων Κρήτης ἑκατομπτολιέθρου· ἥκω ζαθέους ναοὺς προλιπών,
5οὓς αὐθιγενὴς τμηθεῖσα δοκὸς στεγανοὺς παρέχει Χαλύβῳ πελέκει καὶ ταυροδέτῳ κόλλῃ κραθεῖς’ ἀτρεκεῖς ἁρμοὺς κυπαρίσσου. ἁγνὸν δὲ βίον τείνων ἐξ οὗ
10Διὸς Ἰδαίου μύστης γενόμην, καὶ νυκτιπόλου Ζαγρέως βροντὰς τοὺς ὠμοφάγους δαίτας τελέσας μητρί τ’ ὀρείῳ δᾷδας ἀνασχὼν καὶ κουρήτων
15βάκχος ἐκλήθην ὁσιωθείς. πάλλευκα δ’ ἔχων εἵματα φεύγω γένεσίν τε βροτῶν καὶ νεκροθήκης οὐ χριμπτόμενος τήν τ’ ἐμψύχων βρῶσιν ἐδεστῶν πεφύλαγμαι.

ante 473

(t)

ΛΑΜΙΑ

473-479

(t)

ΛΙΚΥΜΝΙΟΣ

473

φαῦλον ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν, πᾶσαν ἐν ἔργῳ περιτεμνόμενον
σοφίαν, λέσχης ἀτρίβωνα

474

πόνος γάρ, ὡς λέγουσιν, εὐκλείας πατήρ.

475

τὸ τῆς ἀνάγκης οὐ λέγειν ὅσον ζυγόν.

476

Τευθράντιον δὲ σχῆμα Μυσίας χθονός

477

δέσποτα φιλόδαφνε Βάκχε, παιὰν Ἄπολλον εὔλυρε

478

θριάζειν

ante 480

(t)

ΜΕΛΑΝΙΠΠΗ

480-488

(t)

ΜΕΛΑΝΙΠΠΗ Η ΣΟΦΗ

480

Ζεὺς ὅστις ὁ Ζεύς, οὐ γὰρ οἶδα πλὴν λόγῳ

481

Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο, Ἕλλην’ ἔτικτεν

482

ἣ πρῶτα μὲν τὰ θεῖα προυμαντεύσατο χρησμοῖσι σαφέσιν ἀστέρων ἐπ’ ἀντολαῖς

483

(1124)

ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ’ ἔνεστί μοι·
1125αὐτὴ δ’ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω· τοὺς δ’ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους πολλοὺς ἀκούσας’ οὐ μεμούσωμαι κακῶς.

484

κοὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα, ὡς οὐρανός τε γαῖά τ’ ἦν μορφὴ μία· ἐπεὶ δ’ ἐχωρίσθησαν ἀλλήλων δίχα, τίκτουσι πάντα κἀνέδωκαν εἰς φάος,
5δένδρη, πετεινά, θῆρας οὕς θ’ ἅλμη τρέφει
γένος τε θνητῶν.

486

δικαιοσύνας τὸ χρύσεον πρόσωπον

487

ὄμνυμι δ’ ἱερὸν αἰθέρ’, οἴκησιν Διός

489-514

(t)

ΜΕΛΑΝΙΠΠΗ Η ΔΕΣΜΩΤΙΣ

489

τὸν δ’ ἀμφὶ βοῦς ῥιφέντα Βοιωτὸν καλεῖν

490

σύν τοι θεῷ χρὴ τοὺς σοφοὺς ἀναστρέφειν βουλεύματ’ ἀεὶ πρὸς τὸ χρησιμώτερον.

491

ἴστω δ’ ἄφρων ὢν ὅστις ἄτεκνος ὢν τὸ πρὶν παῖδας θυραίους εἰς δόμους ἐκτήσατο, τὴν μοῖραν εἰς τὸ μὴ χρεὼν παραστρέφων· ᾧ γὰρ θεοὶ διδῶσι μὴ φῦναι τέκνα,
5οὐ χρὴ μάχεσθαι πρὸς τὸ θεῖον, ἀλλ’ ἐᾶν.

492

ἀνδρῶν δὲ πολλοὶ τοῦ γέλωτος εἵνεκα ἀσκοῦσι χάριτας κερτόμους· ἐγὼ δέ πως μισῶ γελοίους, οἵτινες τήτει σοφῶν ἀχάλιν’ ἔχουσι στόματα, κεἰς ἀνδρῶν μὲν οὐ
5τελοῦσιν ἀριθμόν, ἐν γέλωτι δ’ εὐπρεπεῖς οἰκοῦσιν οἴκους καὶ τὰ ναυστολούμενα ἔσω δόμων σῴζουσι

493

ἄλγιστόν ἐστι θῆλυ μισηθὲν γένος· αἱ γὰρ σφαλεῖσαι ταῖσιν οὐκ ἐσφαλμέναις αἶσχος γυναιξὶ καὶ κεκοίνωνται ψόγον ταῖς οὐ κακαῖσιν αἱ κακαί· τὰ δ’ εἰς γάμους
5οὐδὲν δοκοῦσιν ὑγιὲς ἀνδράσιν φρονεῖν.

494

τῆς μὲν κακῆς κάκιον οὐδὲν γίγνεται γυναικός, ἐσθλῆς δ’ οὐδὲν εἰς ὑπερβολὴν
πέφυκ’ ἄμεινον· διαφέρουσι δ’ αἱ φύσεις.

495

〈ΑΓΓΕΛΟΣ.〉 — — — —
1τίς ἦν ὁ 〈τυφλὰ τάδε βέλεμν’〉 ἐφεὶς ἐμοί; ὡς δ’ οὐκ ἐφαινόμεσθα, σῖγα δ’ εἴχομεν,
πρόσω πρὸς αὐτὸν πάλιν ὑποστρέψας πόδα χωρεῖ δρομαίαν, θῆρ’ ἑλεῖν πρόθυμος ὤν,
5βοᾷ δέ· κἀν τῷδ’ ἐξεφαινόμεσθα δὴ ὀρθοσταδὸν λόγχαις ἐπείγοντες φόν〈ον. τὼ δ’ εἰσιδόντε δίπτυχον θείοιν κάρ〈α ἥσθησαν, εἶπόν θ’· εἷα συλλάβεσθ’ ἄγρα〈ς, καιρὸν γὰρ ἥκετ’· οὐδ’ ὑπώπτευον 〈δόλον,
10φίλων προσώπων εἰσορῶντες ὄ〈μματα. οἳ δ’ εἰς τὸν αὐτὸν πίτυλον ἤπειγ〈ον δορός, πέτροι τ’ ἐχώρουν χερμάδες θ’ ἡ〈μῶν πάρα, ἐκεῖθεν, οἳ δ’ ἐκεῖθεν· ὡς δ’ ᾔε〈ι μάχη σιγή τ’ ἀφ’ ἡμῶν, γνωρίσαντ〈ε δὴ τὸ πᾶν
15λέγουσι· μητρὸς ὦ κασίγνητ〈οι φίλης, τί δρᾶτ’; ἀποκτείνοντες ο〈ὓς ἥκιστα χρῆν φωρᾶσθε· πρὸς θεῶν δρᾶτ〈ε μηδαμῶς τάδε. σὼ δ’ αὐταδέλφω χερμ〈άδ’ αἴρουσιν χεροῖν, λέγουσί θ’ ὡς ἔφυσα〈ν ἐκ δούλης ποθέν,
20κοὐ δεῖ τύρανν〈α σκῆπτρα καὶ θρόνους λαβεῖν πρεσβεῖ’ ἔχοντ〈ας δυσγενεῖς τῶν εὐγενῶν. κἀπεὶ τάδ’ εἰσ〈ήκουσαν ..... — — — — — — — —
25* * * ἔσφηλέ τ’ εἰς γῆν, 〈τὸν βίον τ’ ἀ〉φ〈εί〉λετο· ἡμῶν δ’ ἐχώρει κωφὰ πρὸς γαῖαν βέλη. δ〉υοῖν δ’ ἀδελφοῖν σοῖν τὸν αὖ νεώτερον λό〉γχῃ πλατείᾳ συοφόνῳ δι’ ἥπατος
30παίσ〉ας ἔδωκε νερτέροις καλὸν νεκρὸν Βοιω〉τός, ὅσπερ τὸν πρὶν ἔκτεινεν βαλών. κἀντεῦ〉θεν ἡμεῖς οἱ λελειμμένοι φίλων κοῦφον〉 πόδ’ ἄλλος ἄλλος’ εἴχομεν φυγῇ· εἶδον δὲ τ〉ὸν μὲν ὄρεος ὑλίμῳ φόβῃ
35κρυφθέν〉τα, τὸν δὲ πευκίνων ὄζων ἔπι· οἳ δ’ εἰς φάρ〉αγγ’ ἔδυνον, οἳ δ’ ὑπ’ εὐσκίους θάμνους κα〉θῖζον· τὼ δ’ ὁρῶντ’ οὐκ ἠξίουν δούλους φονε〉ύειν φασγάνοις ἐλευθέροις. τύχην τοιαύτην σ〉ῶν κασιγνήτων κλύεις.
40ἐγὼ μὲν 〈οὖν〉 οὐκ οἶδ’ ὅτῳ σκοπεῖν χρεὼν τὴν εὐγένειαν· τοὺς γὰρ ἀνδρείους φύσιν καὶ τοὺς δικαίους τῶν κενῶν δοξασμάτων, κἂν ὦσι δούλων, εὐγενεστέρους λέγω. ΧΟΡΟΣ. αἰαῖ, κέκρανται δεινὰ πρὸσ〉 κακοῖς κακά,
45οὐδ’ ἡδόμεσθ’ ἀγῶνι δυστυ〉χεῖ δόμοις δισσῶν ἀδελφῶν μόρον ἀκούον〉τες σέθεν ΘΕΑΝΩ. οἴμοι τὸ πᾶν δῆτ’ ἐσφάλημ〉εν ἐλπίδων
— — — — — — ται μέγα

497

τείσασθε τήνδε· καὶ γὰρ ἐντεῦθεν νοσεῖ τὰ τῶν γυναικῶν· οἳ μὲν ἢ παίδων πέρι ἢ συγγενείας εἵνεκ’ οὐκ ἀπώλεσαν κακὴν λαβόντες· εἶτα τοῦτο τἄδικον
5πολλαῖς ὑπερρύηκε καὶ χωρεῖ πρόσω, ὥστ’ ἐξίτηλος ἁρετὴ καθίσταται.

498

πλὴν τῆς τεκούσης θῆλυ πᾶν μισῶ γένος.

499

μάτην ἄρ’ εἰς γυναῖκας ἐξ ἀνδρῶν ψόγος ψάλλει, κενὸν τόξευμα, καὶ κακῶς λέγει·
αἳ δ’ εἴς’ ἀμείνους ἀρσένων, ἐγὼ λέγω.

500

ὅστις δ’ ἄμεικτον πατέρ’ ἔχει νεανίας στυγνόν τ’ ἐν οἴκοις, μεγάλα κέκτηται κακά.

501

γάμους δ’ ὅσοι σπεύδουσι μὴ πεπρωμένους, μάτην πονοῦσιν· ἡ δὲ τῷ χρεὼν πόσει μένουσα κἀσπούδαστος ἦλθεν εἰς δόμους.

502

ὅσοι γαμοῦσι δ’ ἢ γένει κρείσσους γάμους ἢ πολλὰ χρήματ’, οὐκ ἐπίστανται γαμεῖν· τὰ τῆς γυναικὸς γὰρ κρατοῦντ’ ἐν δώμασιν δουλοῖ τὸν ἄνδρα, κοὐκέτ’ ἔστ’ ἐλεύθερος.
5πλοῦτος δ’ ἐπακτὸς ἐκ γυναικείων γάμων ἀνόνητος· αἱ γὰρ διαλύσεις 〈οὐ〉 ῥᾴδιαι.

503

μετρίων λέκτρων, μετρίων δὲ γάμων μετὰ σωφροσύνης
κῦρσαι θνητοῖσιν ἄριστον.

504

ὦ τέκνον, ἀνθρώποισιν ἔστιν οἷς βίος ὁ μικρὸς εὔκρας ἐγένεθ’, οἷς δ’ ὄγκος κακόν.

505

τὰ προσπεσόντα δ’ ὅστις εὖ φέρει βροτῶν, ἄριστος εἶναι σωφρονεῖν τ’ ἐμοὶ δοκεῖ.

506

δοκεῖτε πηδᾶν τἀδικήματ’ εἰς θεοὺς πτεροῖσι, κἄπειτ’ ἐν Διὸς δέλτου πτυχαῖς γράφειν τιν’ αὐτά, Ζῆνα δ’ εἰσορῶντά νιν θνητοῖς δικάζειν; οὐδ’ ὁ πᾶς ἂν οὐρανὸς
5Διὸς γράφοντος τὰς βροτῶν ἁμαρτίας ἐξαρκέσειεν οὐδ’ ἐκεῖνος ἂν σκοπῶν πέμπειν ἑκάστῳ ζημίαν· ἀλλ’ ἡ Δίκη ἐνταῦθά ποὔστιν ἐγγύς, εἰ βούλεσθ’ ὁρᾶν.

507

τί τοὺς θανόντας οὐκ ἐᾷς τεθνηκέναι
καὶ τἀκχυθέντα συλλέγεις ἀλγήματα;

508

παλαιὸς αἶνος· ἔργα μὲν νεωτέρων, βουλαὶ δ’ ἔχουσι τῶν γεραιτέρων κράτος.

509

τί δ’ ἄλλο; φωνὴ καὶ σκιὰ γέρων ἀνήρ.

510

παπαῖ, νέος καὶ σκαιὸς οἷός ἐστ’ ἀνήρ.

511

δοῦλον γὰρ ἐσθλὸν τοὔνομ’ οὐ διαφθερεῖ, πολλοὶ δ’ ἀμείνους εἰσὶ τῶν ἐλευθέρων.

512

ἀργὸς πολίτης κεῖνος, ὡς κακός γ’ ἀνήρ.

513

ἴσως ἀλάστορ’ οὐκ ἐτόλμησεν κτανεῖν.

515-539

(t)

ΜΕΛΕΑΓΡΟΣ

515

Καλυδὼν μὲν ἥδε γαῖα, Πελοπίας χθονὸς ἐν ἀντιπόρθμοις πεδί’ ἔχους’ εὐδαίμονα· Οἰνεὺς δ’ ἀνάσσει τῆσδε γῆς Αἰτωλίας, Πορθάονος παῖς, ὅς ποτ’ Ἀλθαίαν γαμεῖ,
5Λήδας ὅμαιμον, Θεστίου δὲ παρθένον.

516

Οἰνεύς ποτ’ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
θύων ἀπαρχάς

517

Μελέαγρε, μελέαν γάρ ποτ’ ἀγρεύεις ἄγραν

518

καὶ κτῆμα δ’, ὦ τεκοῦσα, κάλλιστον τόδε, πλούτου δὲ κρεῖσσον· τοῦ μὲν ὠκεῖα πτέρυξ, παῖδες δὲ χρηστοί, κἂν θάνωσι, δώμασιν καλόν τι θησαύρισμα τοῖς τεκοῦσί τε
5ἀνάθημα βιότου κοὔποτ’ ἐκλείπει δόμους.

519

δειλοὶ γὰρ ἄνδρες οὐκ ἔχουσιν ἐν μάχῃ
ἀριθμόν, ἀλλ’ ἄπεισι κἂν παρῶς’ ὅμως.

520

ἡγησάμην οὖν, εἰ παραζεύξειέ τις χρηστῷ πονηρὸν λέκτρον, οὐκ ἂν εὐτεκνεῖν, ἐσθλοῖν δ’ ἀπ’ ἀμφοῖν ἐσθλὸν ἂν φῦναι γόνον.

521

ἔνδον μένουσαν τὴν γυναῖκ’ εἶναι χρεὼν ἐσθλήν, θύρασι δ’ ἀξίαν τοῦ μηδενός.

522

εἰ κερκίδων μὲν ἀνδράσιν μέλοι πόνος, γυναιξὶ δ’ ὅπλων ἐμπέσοιεν ἡδοναί· ἐκ τῆς ἐπιστήμης γὰρ ἐκπεπτωκότες κεῖνοί τ’ ἂν οὐδὲν εἶεν οὔθ’ ἡμεῖς ἔτι.

523

κερκίδος ἀοιδοῦ μελέτας

524

ἡ γὰρ Κύπρις πέφυκε τῷ σκότῳ φίλη, τὸ φῶς δ’ ἀνάγκην προστίθησι σωφρονεῖν.

525

εἰ δ’ εἰς γάμους ἔλθοιμ’, ὃ μὴ τύχοι ποτέ, τῶν ἐν δόμοισιν ἡμερευουσῶν ἀεὶ βελτίον’ ἂν τέκοιμι λήμασιν τέκνα· ἐκ γὰρ πατρὸς καὶ μητρὸς ὅστις ἐκπονεῖ
5σκληρὰς διαίτας οἱ γόνοι βελτίονες.

526

τό τοι κράτιστον, κἂν γονῇ κακός τις ᾖ, τοῦτ’ ἔστιν ἀρετή· τὸ δ’ ὄνομ’ οὐ διαφθερεῖ.

527

μόνον δ’ ἂν ἀντὶ χρημάτων οὐκ ἂν λάβοις γενναιότητα κἀρετήν· καλὸς δέ τις
κἂν ἐκ πενήτων σωμάτων γένοιτο παῖς.

528

μισῶ γυναῖκα .., ἐκ πασῶν δὲ σέ, ἥτις πονηρὰ τἄργ’ ἔχους’ 〈εἶτ’〉 εὖ λέγεις.

529

ὡς ἡδὺ δούλοις δεσπότας χρηστοὺς λαβεῖν καὶ δεσπόταισι δοῦλον εὐμενῆ δόμοις.

530

Τελαμὼν δὲ χρυσοῦν αἰετὸν πέλτης ἔπι πρόβλημα θηρός, βότρυσι δ’ ἔστεψεν κάρα, Σαλαμῖνα κοσμῶν πατρίδα τὴν εὐάμπελον. Κύπριδος δὲ μίσημ’, Ἀρκὰς Ἀταλάντη, κύνας
5καὶ τόξ’ ἔχουσα, πελέκεως δὲ δίστομον γένυν ἔπαλλ’ Ἀγκαῖος· οἱ δὲ Θεστίου παῖδες τὸ λαιὸν ἴχνος ἀνάρβυλοι ποδός, τὸ δ’ ἐν πεδίλοις, ὡς ἐλαφρίζον γόνυ
ἔχοιεν, ὃς δὴ πᾶσιν Αἰτωλοῖς νόμος.

531

σιδηροβριθές τ’ ἔλαβε δεξιᾷ ξύλον

532

τοὺς ζῶντας εὖ δρᾶν· κατθανὼν δὲ πᾶς ἀνὴρ γῆ καὶ σκιά· τὸ μηδὲν εἰς οὐδὲν ῥέπει.

533

τερπνὸν τὸ φῶς τόδ’· ὁ δ’ ὑπὸ γῆς Ἅιδου σκότος οὐδ’ εἰς ὄνειρον ἡδὺς ἀνθρώποις μολεῖν. ἐγὼ μὲν οὖν γεγῶσα τηλικήδ’ ὅμως ἀπέπτυς’ αὐτὸ κοὔποτ’ εὔχομαι θανεῖν.

534

τὸ μὲν γὰρ ἐν φῷ, τὸ δὲ κάτω σκότος κακόν.

535

ὁρᾷς σὺ νῦν δή μ’ ὡς ἐπράυνας, τύχη.

536

φεῦ, τὰ τῶν εὐδαιμονούντων ὡς τάχιστα στρέφει θεός.

537

εἰς ἀνδροβρῶτας ἡδονὰς ἀφίξεται κάρηνα πυρσαῖς γένυσι Μελανίππου σπάσας.

538

ἀντήλιοι θεοί

539

καθωσίωσε

ante 540

(t)

ΜΥΣΟΙ(?)

540-557

(t)

ΟΙΔΙΠΟΥΣ

540

οὐρὰν δ’ ὑπίλας’ ὑπὸ λεοντόπουν βάσιν καθίζετο . .

541

ἡμεῖς δὲ Πολύβου παῖδ’ ἐρείσαντες πέδῳ ἐξομματοῦμεν καὶ διόλλυμεν κόρας.

542

οὔτοι νόμισμα λευκὸς ἄργυρος μόνον καὶ χρυσός ἐστιν, ἀλλὰ κἀρετὴ βροτοῖς
νόμισμα κεῖται πᾶσιν, ᾗ χρῆσθαι χρεών.

543

μεγάλη τυραννὶς ἀνδρὶ τέκνα καὶ γυνή· ἴσην γὰρ ἀνδρὶ συμφορὰν εἶναι λέγω τέκνων θ’ ἁμαρτεῖν καὶ πάτρας καὶ χρημάτων ἀλόχου τε κεδνῆς, ὡς μόνον τῶν χρημάτων
5ἦ κρεῖσσόν ἐστιν ἀνδρί, σώφρον’ ἢν λάβῃ.

544

ἄλλως δὲ πάντων δυσμαχώτατον γυνή.

545

πᾶσα γὰρ δούλη πέφυκεν ἀνδρὸς ἡ σώφρων γυνή· ἡ δὲ μὴ σώφρων ἀνοίᾳ τὸν ξυνόνθ’ ὑπερφρονεῖ.

546

πᾶσα γὰρ ἀνδρὸς κακίων ἄλοχος, κἂν ὁ κάκιστος
γήμῃ τὴν εὐδοκιμοῦσαν.

547

ἑνὸς 〈δ’〉 ἔρωτος ὄντος οὐ μί’ ἡδονή· οἳ μὲν κακῶν ἐρῶσιν, οἳ δὲ τῶν καλῶν.

548

νοῦν χρὴ θεᾶσθαι, νοῦν· τί τῆς εὐμορφίας ὄφελος, ὅταν τις μὴ φρένας καλὰς ἔχῃ;

549

ἀλλ’ ἦμαρ 〈ἕν〉 τοι μεταβολὰς πολλὰς ἔχει.

550

ἐκ τῶν ἀέλπτων ἡ χαρὰ μείζων βροτοῖς
[φανεῖσα μᾶλλον ἢ τὸ προσδοκώμενον].

551

φθόνος δ’ ὁ πολλῶν φρένα διαφθείρων βροτῶν ἀπώλες’ αὐτὸν κἀμὲ συνδιώλεσεν.

552

πότερα γενέσθαι δῆτα χρησιμώτερον συνετὸν ἄτολμον ἢ θρασύν τε κἀμαθῆ; τὸ μὲν γὰρ αὐτῶν σκαιόν, ἀλλ’ ἀμύνεται, τὸ δ’ ἡσυχαῖον ἀργόν· ἐν δ’ ἀμφοῖν νόσος.

553

ἐκμαρτυρεῖν γὰρ ἄνδρα τὰς αὑτοῦ τύχας εἰς πάντας ἀμαθές, τὸ δ’ ἐπικρύπτεσθαι σοφόν.

554

πολλάς γ’ ὁ δαίμων τοῦ βίου μεταστάσεις ἔδωκεν ἡμῖν μεταβολάς τε τῆς τύχης.

555

οὐ δῆκταί πως κύνες οἱ θεοί,
ἀλλ’ ἡ Δίκη γὰρ καὶ διὰ σκότου βλέπει.

556

ἀηδόνα

557

ἄναρθρος

558-570

(t)

ΟΙΝΕΥΣ

558

ΔΙΟΜ. Ὦ γῆς πατρῴας χαῖρε φίλτατον πέδον Καλυδῶνος, ἔνθεν αἷμα συγγενὲς φυγὼν Τυδεύς, τόκος μὲν Οἰνέως, πατὴρ δ’ ἐμός, ᾤκησεν Ἄργος, παῖδα δ’ Ἀδράστου λαβὼν
5συνῆψε γένναν

559

ἐγὼ δὲ πατρὸς αἷμ’ ἐτιμωρησάμην σὺν τοῖς ἐφηβήσασι τῶν ὀλωλότων

560

ἀλλ’ ἄλλος ἄλλοις μᾶλλον ἥδεται τρόποις.

561

..... σὺ δὲ τρέφοντά 〈νιν〉 τρέφεις;

562

πυκνοῖς δ’ ἔβαλλον Βακχίου τοξεύμασιν κάρα γέροντος· τὸν βαλόντα δὲ στέφειν ἐγὼ ἐτετάγμην, ἆθλα κοσσάβων διδούς.

563

σχολὴ μὲν οὐχί, τῷ δὲ δυστυχοῦντί πως
τερπνὸν τὸ λέξαι κἀποκλαύσασθαι πάλιν.

564

ὅταν κακοὶ πράξωσιν, ὦ ξένοι, καλῶς, ἄγαν κρατοῦντες κοὐ νομίζοντες δίκην δώσειν ἔδρασαν πάντ’ ἐφέντες ἡδονῇ.

565

〈ΔΙΟΜ.〉 σὺ δ’ ὧδ’ ἔρημος ξυμμάχων ἀπόλλυσαι; 〈ΟΙΝ.〉 οἳ μὲν γὰρ οὐκέτ’ εἰσίν, οἱ δ’ ὄντες κακοί.

566

ὡς οὐδὲν ἀνδρὶ πιστὸν ἄλλο πλὴν τέκνων· κέρδους δ’ ἕκατι καὶ τὸ συγγενὲς νοσεῖ.

567

τὰς βροτῶν γνώμας σκοπῶν ὥστε Μαγνῆτις λίθος
τὴν δόξαν ἕλκει καὶ μεθίησιν πάλιν.

569

ἀθράνευτον

570

ἀκρίζων

571-577

(t)

ΟΙΝΟΜΑΟΣ

571

ἀμηχανῶ δ’ ἔγωγε κοὐκ ἔχω μαθεῖν, εἴτ’ οὖν ἄμεινόν ἐστι γίγνεσθαι τέκνα θνητοῖσιν εἴτ’ ἄπαιδα καρποῦσθαι βίον. ὁρῶ γὰρ οἷς μὲν οὐκ ἔφυσαν, ἀθλίους·
5ὅσοισι δ’ εἰσίν, οὐδὲν εὐτυχεστέρους. καὶ γὰρ κακοὶ γεγῶτες ἐχθίστη νόσος, κἂν αὖ γένωνται σώφρονες, κακὸν μέγα,
λυποῦσι τὸν φύσαντα μὴ πάθωσί τι.

572

ἕν ἐστι πάντων πρῶτον εἰδέναι τουτί, φέρειν τὰ συμπίπτοντα μὴ παλιγκότως· χοὗτός γ’ ἀνὴρ ἄριστος αἵ τε συμφοραὶ ἧσσον δάκνουσιν. ἀλλὰ ταῦτα γὰρ λέγειν
5ἐπιστάμεσθα, δρᾶν δ’ ἀμηχάνως ἔχει.

573

ἀλλ’ ἔστι γὰρ δὴ κἀν κακοῖσιν ἡδονὴ θνητοῖς ὀδυρμοὶ δακρύων τ’ ἐπιρροαί· ἀλγηδόνας δὲ ταῦτα κουφίζει φρενῶν καὶ καρδίας ἔλυσε τοὺς ἄγαν πόνους.

574

τεκμαιρόμεσθα τοῖς παροῦσι τἀφανῆ.

575

ὅστις δὲ θνητῶν βούλεται δυσώνυμον εἰς γῆρας ἐλθεῖν, οὐ λογίζεται καλῶς· μακρὸς γὰρ αἰὼν μυρίους τίκτει πόνους.

576

ὁ πλεῖστα πράσσων πλεῖσθ’ ἁμαρτάνει βροτῶν.

577

ἐγὼ μὲν εὖτ’ ἂν τοὺς κακοὺς ὁρῶ βροτῶν πίπτοντας, εἶναι φημὶ δαιμόνων γένος.

578-590

(t)

ΠΑΛΑΜΗΔΗΣ

578

τὰ τῆς γε λήθης φάρμακ’ ὀρθώσας μόνος, ἄφωνα φωνήεντα συλλαβὰς τιθεὶς ἐξηῦρον ἀνθρώποισι γράμματ’ εἰδέναι, ὥστ’ οὐ παρόντα ποντίας ὑπὲρ πλακὸς
5τἀκεῖ κατ’ οἴκους πάντ’ ἐπίστασθαι καλῶς, παισίν τ’ ἀποθνῄσκοντα χρημάτων μέτρον γράψαντας εἰπεῖν, τὸν λαβόντα δ’ εἰδέναι. ἃ δ’ εἰς ἔριν πίπτουσιν ἀνθρώποις κακὰ
δέλτος διαιρεῖ, κοὐκ ἐᾷ ψευδῆ λέγειν.

579

πάλαι πάλαι δή ς’ ἐξερωτῆσαι θέλων, σχολή μ’ ἀπεῖργε

580

Ἀγάμεμνον, ἀνθρώποισι πᾶσιν αἱ τύχαι μορφὴν ἔχουσι, συντρέχει δ’ εἰς ἓν τόδε· τούτου δὲ πάντες, οἵ τε μουσικῆς φίλοι ὅσοι τε χωρὶς ζῶσι, χρημάτων ὕπερ
5μοχθοῦσιν, ὃς δ’ ἂν πλεῖστ’ ἔχῃ σοφώτατος.

581

στρατηλάται τἂν μυρίοι γενοίμεθα, σοφὸς δ’ ἂν εἷς τις ἢ δύ’ ἐν μακρῷ χρόνῳ.

582

(1446)

εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν, τούτοις ἀπιστήσαιμεν, οἷς δ’ οὐ χρώμεθα, τούτοισι χρησαίμεσθ’, ἴσως σωθεῖμεν ἄν.

583

ὅστις λέγει μὲν εὖ, τὰ δ’ ἔργ’ ἐφ’ οἷς λέγει
αἴσχρ’ ἐστί, τούτου τὸ σοφὸν οὐκ αἰνῶ ποτέ.

584

εἷς τοι δίκαιος μυρίων οὐκ ἐνδίκων κρατεῖ τὸ θεῖον τὴν δίκην τε συλλαβών.

585

τοῦ γὰρ δικαίου κἀν βροτοῖσι κἀν θεοῖς ἀθάνατος ἀεὶ δόξα διατελεῖ μόνου.

586

Θύσαν Διονύσου κόραν, ὃς ἀν’ Ἴδαν τέρπεται σὺν ματρὶ φίλᾳ τυμπάνων 〈ἐπ’〉 ἰαχαῖς

587

. . . κώπην χρυσόκολλον

588

ἐκάνετ’ ἐκάνετε τὰν πάνσοφον, ὦ Δαναοί,
τὰν οὐδέν’ ἀλγύνουσαν ἀηδόνα μουσᾶν.

590

ἔμβολα

591-600

(t)

ΠΕΙΡΙΘΟΥΣ

591

ἐμοὶ πατρὶς μὲν Ἄργος, ὄνομα δ’ Ἡρακλῆς, θεῶν δὲ πάντων πατρὸς ἐξέφυν Διός· ἐμῇ γὰρ ἦλθε μητρὶ κεδνὸν εἰς λέχος Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.
5ἥκω δὲ δεῦρο πρὸς βίαν Εὐρυσθέως.

592

ἵνα πλημοχόας τάσδ’ εἰς χθόνιον χάσμ’ εὐφήμως προχέωμεν

593

σὲ τὸν αὐτοφυᾶ τὸν ἐν αἰθερίῳ ῥύμβῳ πάντων φύσιν ἐμπλέξανθ’, ὃν πέρι μὲν φῶς, πέρι δ’ ὀρφναία νὺξ αἰολόχρως, ἄκριτός τ’ ἄστρων
5ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει

594

ἀκάμας τε χρόνος περί γ’ ἀενάῳ ῥεύματι πλήρης φοιτᾷ τίκτων αὐτὸς ἑαυτόν, δίδυμοί τ’ ἄρκτοι ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς
5τὸν Ἀτλάντειον τηροῦσι πόλον

595

αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις

596

οὐκ οὖν τὸ μὴ ζῆν κρεῖσσόν ἐστ’ ἢ ζῆν κακῶς;

597

τρόπος δὲ χρηστὸς ἀσφαλέστερος νόμου· τὸν μὲν γὰρ οὐδεὶς ἂν διαστρέψαι ποτὲ λόγος δύναιτο, τὸν δ’ ἄνω τε καὶ κάτω
ῥήτωρ σπαράσσων πολλάκις λυμαίνεται.

598

ὁ πρῶτος εἰπὼν οὐκ ἀγυμνάστῳ φρενὶ ἔρριψεν ὅστις τόνδ’ ἐκαίνισεν λόγον, ὡς τοῖσιν εὖ φρονοῦσι συμμαχεῖ τύχη.

599

ἔφεξις

600

θρᾶξαι

601-616

(t)

ΠΕΛΙΑΔΕΣ

601

Μήδεια πρὸς μὲν δώμασιν τυραννικοῖς

602

τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.

603

αἰνῶ· διδάξαι δ’ ὦ τέκνον σε βούλομαι. ὅταν μὲν ᾖς παῖς, μὴ πλέον παιδὸς φρονεῖν, ἐν παρθένοις δὲ παρθένου τρόπους ἔχειν, ὅταν δ’ ὑπ’ ἀνδρὸς χλαῖναν εὐγενοῦς πέσῃς,
4. . . . . . . . . . . .
5τὰ δ’ ἄλλ’ ἀφεῖναι μηχανήματ’ ἀνδράσιν.

604

πρὸς κέντρα μὴ λάκτιζε τοῖς κρατοῦσί σου.

605

τὸ δ’ ἔσχατον δὴ τοῦτο θαυμαστὸν βροτοῖς τυραννίς, οὐχ εὕροις ἂν ἀθλιώτερον. φίλους τε πορθεῖν καὶ κατακτανεῖν χρεών, πλεῖστος φόβος πρόσεστι μὴ δράσωσί τι.

606

οὐκ ἔστι τὰ θεῶν ἄδικ’, ἐν ἀνθρώποισι δὲ κακοῖς νοσοῦντα σύγχυσιν πολλὴν ἔχει.

607

ὁρῶσι δ’ οἱ διδόντες εἰς τὰ χρήματα.

608

ἐν τοῖσι μὲν δεινοῖσιν ὡς φίλοι φίλων· ὅταν δὲ πράξως’ εὖ, διωθοῦνται χάριν αὐτοὶ δι’ αὑτοὺς εὐτυχεῖν ἡγούμενοι.

609

ὁ γὰρ ξυνὼν κακὸς μὲν ἢν τύχῃ γεγώς, τοιούσδε τοὺς ξυνόντας ἐκπαιδεύεται, χρηστοὺς δὲ χρηστός· ἀλλὰ τὰς ὁμιλίας ἐσθλὰς διώκειν, ὦ νέοι, σπουδάζετε.

610

φθείρου· τὸ γὰρ δρᾶν οὐκ ἔχων λόγους ἔχεις.

611

ἀντεμμάσασθαι

612

ἀρταμεῖν

613

εὐστόχως

614

κατηβολή

615

λύσιμον

616

ὄβρια

617-624

(t)

ΠΗΛΕΥΣ

617

οὐκ ἔστιν ἀνθρώποισι τοιοῦτος σκότος, οὐ χῶμα γαίας κλῃστόν, ἔνθα τὴν φύσιν ὁ δυσγενὴς κρύψας ἂν εἴη σοφός.

618

τὸν ὄλβον οὐδὲν οὐδαμοῦ κρίνω βροτοῖς,
ὅν γ’ ἐξαλείφει ῥᾷον ἢ γραφὴν θεός.

619

τὸ γῆρας, ὦ παῖ, τῶν νεωτέρων φρενῶν σοφώτερον πέφυκε κἀσφαλέστερον, ἐμπειρία τε τῆς ἀπειρίας κρατεῖ.

620

κλύετ’ ὦ μοῖραι Διὸς αἵ τε παρὰ θρόνον ἀγχοτάτω θεῶν ἑζόμεναι

621

. . τὰ δ’ ἔνθεν οὐκέτ’ ἂν φράσαι λόγῳ δακρύων δυναίμην χωρίς

622

πάρεσμεν, ἀλλ’ οὐκ ᾐσθάνου παρόντα με.

623

βοάσομαί τἄρα τὰν ὑπέρτονον βοάν· ἰώ, πύλαισιν ἤ τις ἐν δόμοις;

624

ἀρκεῖ

625-633

(t)

ΠΛΕΙΣΘΕΝΗΣ

625

οὐ τὸν σὸν ἔκταν πατέρα, πολέμιόν γε μήν.

626

δήμῳ δὲ μήτε πᾶν ἀναρτήσῃς κράτος μήτ’ αὖ κακώσῃς, πλοῦτον ἔντιμον τιθείς, μηδ’ ἄνδρα δήμῳ πιστὸν ἐκβάλῃς ποτὲ μηδ’ αὖξε καιροῦ μείζον’, οὐ γὰρ ἀσφαλές,
5μή σοι τύραννος λαμπρὸς ἐξ ἀστοῦ φανῇ. κόλουε δ’ ἄνδρα παρὰ δίκην τιμώμενον· πόλει γὰρ εὐτυχοῦντες οἱ κακοὶ νόσος.

627

εἰσὶν γὰρ εἰσὶ διφθέραι μελεγγραφεῖς
πολλῶν γέμουσαι Λοξίου γηρυμάτων

628

μηλοσφαγεῖ τε δαιμόνων ἐπ’ ἐσχάραις

629

. . . καὶ κάταιθε χὥτι λῇς πόει.

630

ἐγὼ δὲ Σαρδιανός, οὐκέτ’ Ἀργόλας

631

πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν.

632

πολλῶν τὰ χρήματ’ αἴτι’ ἀνθρώποις κακῶν.

633

μόμφος

634-646

(t)

ΠΟΛΥΙΔΟΣ

634

ὅστις νέμει κάλλιστα τὴν αὑτοῦ φύσιν, οὗτος σοφὸς πέφυκε πρὸς τὸ συμφέρον.

635

οἱ τὰς τέχνας δ’ ἔχοντες ἀθλιώτεροι τῆς φαυλότητος καὶ γὰρ ἐν κοινῷ ψέγειν ἅπασι κεῖσθαι δυστυχὲς κοὐκ εὐτυχές.

636

ἔα ἔα· ὁρῶ γ’ ἐπ’ ἀκταῖς νομάδα κυματοφθόρον ἁλιαίετον· τὸν παῖδα χερσεύειν μόρος. εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν ἔπτατο
5ὁ κύματ’ οἰκῶν ὄρνις, ἡρμήνευσεν ἂν τὸν παῖδ’ ἐν ὑγροῖς κύμασιν τεθνηκέναι· νῦν δ’ ἐκλιπὼν ἤθη τε καὶ νομὸν βίου
δεῦρ’ ἔπτατ’· οὐκ οὖν ἔσθ’ ὁ παῖς ἐν οἴδμασιν.

637

φεῦ φεῦ, τὸ γῆρας ὡς ἔχει πολλὰς νόσους.

638

τίς δ’ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
τὸ κατθανεῖν δὲ ζῆν κάτω νομίζεται;

639

μάτην γὰρ οἴκῳ σὸν τόδ’ ἐκβαίη τέλος

640

... ἀνθρώπων δὲ μαίνονται φρένες, δαπάνας ὅταν θανοῦσι πέμπωσιν κενάς.

641

πλουτεῖς, τὰ δ’ ἄλλα μὴ δόκει ξυνιέναι· ἐν τῷ γὰρ ὄλβῳ φαυλότης ἔνεστί τις,
πενία δὲ σοφίαν ἔλαχε διὰ τὸ συγγενές.

642

οὐ γὰρ παρὰ κρατῆρα καὶ θοίνην μόνον τὰ χρήματ’ ἀνθρώποισιν ἡδονὰς ἔχει, ἀλλ’ ἐν κακοῖσι δύναμιν οὐ μικρὰν φέρει.

643

βαρὺ τὸ φόρημ’ οἴησις ἀνθρώπου κακοῦ.

644

ὅταν κακός τις ἐν πόλει πράσσῃ καλῶς, νοσεῖν τίθησι τὰς ἀμεινόνων φρένας, παράδειγμ’ ἐχόντων τὴν κακῶν ἐξουσίαν.

645

συγγνώμονάς τοι τοὺς θεοὺς εἶναι δόκει, ὅταν τις ὅρκῳ θάνατον ἐκφυγεῖν θέλῃ ἢ δεσμὸν ἢ βίαια πολεμίων κακά, ἢ παισὶν αὐθένταισι κοινωνῇ δόμων.
5ἤτἄρα θνητῶν εἰσιν ἀσυνετώτεροι
ἢ τἀπιεικῆ πρόσθεν ἡγοῦνται δίκης.

646

διαβάλλω

647-657

(t)

ΠΡΩΤΕΣΙΛΑΟΣ

647

ἄξιος δ’ ἐμὸς γαμβρὸς κέκλησαι παῖδά μοι ξυνοικίσας.

648

οὐ γὰρ θέμις βέβηλον ἅπτεσθαι δόμων

649

πέπονθεν οἷα καὶ σὲ καὶ πάντας μένει.

650

πόλλ’ ἐλπίδες ψεύδουσι καὶ λόγοι βροτούς.

651

οὐ θαῦμ’ ἔλεξας θνητὸν ὄντα δυστυχεῖν.

652

ὦ παῖδες οἷον φίλτρον ἀνθρώποις φρενός

653

κοινὸν γὰρ εἶναι χρῆν γυναικεῖον λέχος.

654

δυοῖν λεγόντοιν, θατέρου θυμουμένου, ὁ μὴ ἀντιτείνων τοῖς λόγοις σοφώτερος.

655

οὐκ ἂν προδοίην καίπερ ἄψυχον φίλον.

656

..σα λαιμὸν ἢ πεσοῦς’ ἀπ’ ἰσθμίου
κευθμῶνα πηγαῖον ὕδωρ

657

ὅστις δὲ πάσας συντιθεὶς ψέγει λόγῳ γυναῖκας ἑξῆς, σκαιός ἐστι κοὐ σοφός· πολλῶν γὰρ οὐσῶν τὴν μὲν εὑρήσεις κακήν, τὴν δ’ ὥσπερ αὕτη λῆμ’ ἔχουσαν εὐγενές.

658-660

(t)

ΡΑΔΑΜΑΝΘΥΣ

658

οἳ γῆν ἔχους’ Εὐβοΐδα πρόσχωρον πόλιν

659

ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου· ὃ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν, τῷ δ’ οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων πολλῶν κεκλῆσθαι βούλεται πάτωρ δόμοις·
5ἄλλῳ δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν λέγοντι πείθειν τοὺς πέλας τόλμῃ κακῇ· οἳ δ’ αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων πλάνη. ἐγὼ δὲ τούτων οὐδενὸς χρῄζω τυχεῖν,
10δόξαν 〈δὲ〉 βουλοίμην ἂν εὐκλείας ἔχειν.

660

οὐδεὶς γὰρ ἡμᾶς 〈ὅστισ〉 ἐξαιρήσεται.

661-672

(t)

ΣΘΕΝΕΒΟΙΑ

661

Οὐκ ἔστιν ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ· ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
ἢ δυσγενὴς ὢν πλουσίαν ἀροῖ πλάκα.

662

πολλοὺς δὲ πλούτῳ καὶ γένει γαυρουμένους γυνὴ κατῄσχυν’ ἐν δόμοισι νηπία.

663

ποιητὴν δ’ ἄρα Ἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν.

664

πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ χερός,
ἀλλ’ εὐθὺς αὐδᾷ ‘τῷ Κορινθίῳ ξένῳ‘.

665

τοιαῦτ’ ἀλύει· νουθετούμενος δ’ ἔρως μᾶλλον πιέζει

666

ὦ παγκακίστη καὶ γυνή· τί γὰρ λέγων μεῖζόν σε τοῦδ’ ὄνειδος ἐξείποι τις ἄν;

667

τίς ἄνδρα τιμᾷ ξεναπάτην;

668

ἄνευ τύχης γάρ, ὥσπερ ἡ παροιμία,
πόνος μονωθεὶς οὐκέτ’ ἀλγύνει βροτούς.

669

πέλας δὲ ταύτης δεινὸς ἵδρυται Κράγος ἔνθηρος, ᾗ λῃστῆρσι φρουρεῖται .. κλύδωνι δεινῷ καὶ βροτοστόνῳ βρέμει πτηνὸς πορεύσει

670

βίος δὲ πορφυροῦς θαλάσσιος οὐκ εὐτράπεζος, ἀλλ’ ἐπάκτιοι φάτναι. ὑγρὰ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς θάλασσα· τήνδ’ ἀροῦμεν, ἐκ ταύτης βίος
5βρόχοισι καὶ πέδαισιν οἴκαδ’ ἔρχεται.

671

κομίζετ’ εἴσω τήνδε· πιστεύειν δὲ χρὴ γυναικὶ μηδὲν ὅστις εὖ φρονεῖ βροτῶν.

672

ὁ δ’ εἰς τὸ σῶφρον ἐπ’ ἀρετήν τ’ ἄγων ἔρως
ζηλωτὸς ἀνθρώποισιν· ὧν εἴην ἐγώ.

673-674

(t)

ΣΙΣΥΦΟΣ ΣΑΤΥΡΙΚΟΣ

673

χαίρω σέ τ’, ὦ βέλτιστον Ἀλκμήνης τέκος, ... τόν τε μιαρὸν ἐξολωλότα.

674

ἑλίσσων

675-681

(t)

ΣΚΙΡΩΝ ΣΑΤΥΡΙΚΟΣ

675

καὶ τὰς μὲν ἄξῃ, πῶλον ἢν διδῷς ἕνα, τὰς δ’ ἢν ξυνωρίδ’· αἳ δὲ κἀπὶ τεσσάρων
φοιτῶσιν ἵππων ἀργυρῶν. φιλοῦσι δὲ τὸν ἐξ Ἀθηνῶν παρθένους ὅταν φέρῃ
5πολλάς

676

σχεδὸν χαμεύνῃ σύμμετρος Κορινθίας παιδός, κνεφάλλου δ’ οὐχ ὑπερτείνεις πόδα.

677

οὐδὲ κωλῆνες νεβρῶν

678

ἔστι τοι καλὸν κακοὺς κολάζειν

679

ἢ προσπηγνύναι κράδαις ἐριναῖς

680

ἁμαρτεῖν

681

ἔμβολα

682-686

(t)

ΣΚΥΡΙΟΙ

682

ἡ παῖς νοσεῖ σου κἀπικινδύνως ἔχει. 〈ΛΥΚ.〉 πρὸς τοῦ; τίς αὐτὴν πημονὴ δαμάζεται; μῶν κρυμὸς αὐτῆς πλευρὰ γυμνάζει χολῆς;

683

σοφοὶ δὲ συγκρύπτουσιν οἰκείας βλάβας.

684

φεῦ, τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι. οἳ μὲν γὰρ εὖ πράσσουσι, τοῖς δὲ συμφοραὶ σκληραὶ πάρεισιν εὐσεβοῦσιν εἰς θεούς, καὶ πάντ’ ἀκριβῶς κἀπὶ φροντίδων βίον
5οὕτω δικαίως ζῶσιν αἰσχύνης ἄτερ.

685

ζεύγλας

686

παρασάγγης

687-694

(t)

ΣΥΛΕΥΣ ΣΑΤΥΡΙΚΟΣ

687

πίμπρη, κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεις’ ἐς αἰθέρα,
πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.

688

ἥκιστα φαῦλος, ἀλλὰ πᾶν τοὐναντίον· τὸ σχῆμα σεμνὸς κοὐ ταπεινὸς οὐδ’ ἄγαν εὔογκος ὡς ἂν δοῦλος, ἀλλὰ καὶ στολὴν
ἰδόντι λαμπρὸς καὶ ξύλῳ δραστήριος.

689

οὐδεὶς δ’ ἐς οἴκους δεσπότας ἀμείνονας αὑτοῦ πρίασθαι βούλεται· σὲ δ’ εἰσορῶν πᾶς τις δέδοικεν. ὄμμα γὰρ πυρὸς γέμεις, ταῦρος λέοντος ὡς βλέπων πρὸς ἐμβολήν.

690

τό γ’ εἶδος αὐτὸ σοῦ κατηγορεῖ σιγῶντος ὡς εἴης ἂν οὐχ ὑπήκοος, τάσσειν δὲ μᾶλλον ἢ ἐπιτάσσεσθαι θέλοις.

691

κλίθητι καὶ πίωμεν· ἐν τούτῳ δέ μου τὴν πεῖραν εὐθὺς λάμβαν’ εἰ κρείσσων ἔσῃ.

692

τοῖς μὲν δικαίοις ἔνδικος, τοῖς δ’ αὖ κακοῖς πάντων μέγιστος πολέμιος κατὰ χθόνα.

693

εἶα δή, [φίλον] ξύλον,
ἔγειρέ μοι σεαυτὸ καὶ γίγνου θρασύ.

694

βαυβῶμεν εἰσελθόντες· ἀπόμορξαι σέθεν τὰ δάκρυα.

695

(t)

ΤΕΝΝΗΣ
1φεῦ,
οὐδὲν δίκαιόν ἐστιν ἐν τῷ νῦν γένει.

696-727

(t)

ΤΗΛΕΦΟΣ

696

Ὦ γαῖα πατρίς, ἣν Πέλοψ ὁρίζεται, χαῖρ’, ὅς τε πέτρον Ἀρκάδων δυσχείμερον 〈Πὰν〉 ἐμβατεύεις, ἔνθεν εὔχομαι γένος.
Αὔγη γὰρ Ἀλέου παῖς με τῷ Τιρυνθίῳ
5τίκτει λαθραίως Ἡρακλεῖ· ξύνοιδ’ ὄρος Παρθένιον, ἔνθα μητέρ’ ὠδίνων ἐμὴν ἔλυσεν Εἰλείθυια.

697

πτώχ’ ἀμφίβληστρα σώματος λαβὼν ῥάκη ἀλκτήρια τύχης

698

δεῖ γάρ με δόξαι πτωχὸν [εἶναι τήμερον],
εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή.

699

ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος

700

ὦ Φοῖβ’ Ἄπολλον Λύκιε, τί ποτέ μ’ ἐργάσῃ;

701

μοχθεῖν ἀνάγκη τοὺς θέλοντας εὐτυχεῖν.

702

τόλμα σὺ κἄν τι τραχὺ νείμωσιν θεοί.

703

μή μοι φθονήσητ’, ἄνδρες Ἑλλήνων ἄκροι, εἰ πτωχὸς ὢν τέτληκ’ ἐν ἐσθλοῖσιν λέγειν.

704

οἶδ’ ἄνδρα Μυσὸν Τήλεφον .. εἴτε δὲ Μυσὸς 〈γεγὼσ〉 ἦν εἴτε κἄλλοθέν ποθεν, πῶς .... Τήλεφος γνωρίζεται;

705

κώπης ἀνάσσων κἀποβὰς εἰς Μυσίαν ἐτραυματίσθην πολεμίῳ βραχίονι.

706

Ἀγάμεμνον, οὐδ’ εἰ πέλεκυν ἐν χεροῖν ἔχων μέλλοι τις εἰς τράχηλον ἐμβαλεῖν ἐμόν,
σιγήσομαι δίκαιά γ’ ἀντειπεῖν ἔχων.

707

καλῶς ἔχοι μοι· Τηλέφῳ δ’ ἁγὼ φρονῶ

708

ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν εἴπατε.

709

καθῆσθ’ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ.

710

τὸν δὲ Τήλεφον
οὐκ οἰόμεσθα; νοῦς ἄρ’ ὑμῖν οὐκ ἔνι.

711

εἶτα δὴ θυμούμεθα παθόντες οὐδὲν μεῖζον ἢ δεδρακότες;

712

ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ

713

ὦ πόλις Ἄργους, κλύεθ’ οἷα λέγει

714

τί γάρ με πλοῦτος ὠφελεῖ νόσον; σμίκρ’ ἂν θέλοιμι καὶ καθ’ ἡμέραν ἔχων ἄλυπος οἰκεῖν μᾶλλον ἢ πλουτῶν νοσεῖν.

715

οὔ τἄρ’ Ὀδυσσεύς ἐστιν αἱμύλος μόνος· χρεία διδάσκει, κἂν βραδύς τις ᾖ, σοφόν.

716

σὺ δ’ εἶκ’ ἀνάγκῃ καὶ θεοῖσι μὴ μάχου· τόλμα δὲ προσβλέπειν με καὶ φρονήματος χάλα. τά τοι μέγιστα πολλάκις θεὸς ταπείν’ ἔθηκε καὶ συνέστειλεν πάλιν.

717

τί δ’, ὦ τάλας; σὺ τῷδε πείθεσθαι μέλλεις;

718

ὥρα σε θυμοῦ κρείσσονα γνώμην ἔχειν.

719

Ἕλληνες ὄντες βαρβάροις δουλεύσομεν;

720

κακῶς ὀλοίατ’· ἄξιον γὰρ Ἑλλάδι.

721

κακός τίς ἐστι προξένῳ σοὶ χρώμενος.

722

ἴθ’ ὅποι χρῄζεις· οὐκ ἀπολοῦμαι
τῆς σῆς Ἑλένης εἵνεκα

723

Σπάρτην ἔλαχες, κείνην κόσμει· τὰς δὲ Μυκήνας ἡμεῖς ἰδίᾳ.

724

πριστοῖσι λόγχης θέλγεται ῥινήμασιν

725

λοχαῖον σῖτον

726

ψυκτήρ

727

ἀπέπτυς’ ἐχθροῦ φωτὸς ἔχθιστον τέκος.

728-741

(t)

ΤΗΜΕΝΙΔΑΙ

728

. . φιλεῖ τοι πόλεμος οὐ πάντων τυχεῖν, ἐσθλῶν δὲ χαίρει πτώμασιν νεανιῶν, κακοὺς δὲ μισεῖ. τῇ πόλει μὲν οὖν νόσος
τόδ’ ἐστί, τοῖς δὲ κατθανοῦσιν εὐκλεές.

729

εἰκὸς δὲ παντὶ καὶ λόγῳ καὶ μηχανῇ πατρίδος ἐρῶντας ἐκπονεῖν σωτηρίαν.

730

ἅπασα Πελοπόννησος εὐτυχεῖ πόλις.

731

οὐκ ἔστι κρεῖσσον ἄλλο πλὴν κρατεῖν δορί.

732

ῥώμη δέ τ’ ἀμαθὴς πολλάκις τίκτει βλάβην.

733

τοῖς πᾶσιν ἀνθρώποισι κατθανεῖν μένει. κοινὸν δ’ ἔχοντες αὐτὸ κοινὰ πάσχομεν πάντες· τὸ γὰρ χρεὼν μεῖζον ἢ τὸ μὴ χρεών.

734

ἀρετὴ δὲ κἂν θάνῃ τις οὐκ ἀπόλλυται, ζῇ δ’ οὐκέτ’ ὄντος σώματος· κακοῖσι δὲ
ἅπαντα φροῦδα συνθανόνθ’ ὑπὸ χθονός.

735

ἀσύνετος ὅστις ἐν φόβῳ μὲν ἀσθενής, λαβὼν δὲ μικρὸν τῆς τύχης φρονεῖ μέγα.

736

ὡς σκαιὸς ἁνὴρ καὶ ξένοισιν ἄξενος καὶ μνημονεύων οὐδὲν ὧν ἐχρῆν φίλου. σπάνιον ἄρ’ ἦν θανοῦσιν ἀσφαλεῖς φίλοι, κἂν ὁμόθεν ὦσι· τὸ γὰρ ἔχειν πλέον κρατεῖ
5τῆς εὐσεβείας· ἡ δ’ ἐν ὀφθαλμοῖς χάρις ἀπόλωλ’, ὅταν τις ἐκ δόμων ἀνὴρ θάνῃ.

737

καλόν γ’ ἀληθὴς κἀτενὴς παρρησία.

738

πολλοὶ γεγῶτες ἄνδρες οὐκ ἔχους’ ὅπως
δείξουσιν αὑτοὺς τῶν κακῶν ἐξουσίᾳ.

739

φεῦ φεῦ, τὸ φῦναι πατρὸς εὐγενοῦς ἄπο ὅσην ἔχει φρόνησιν ἀξίωμά τε. κἂν γὰρ πένης ὢν τυγχάνῃ, χρηστὸς γεγὼς τιμὴν ἔχει τιν’, ἀναμετρούμενος δέ πως
5τὸ τοῦ πατρὸς γενναῖον ὠφελεῖ τρόπῳ.

740

. . . . . . ἦλθεν δ’ ἐπὶ χρυσόκερων ἔλαφον, μεγάλων ἄθλων ἕνα δεινὸν ὑποστάς, κατ’ ἔναυλ’ ὀρέων ἀβάτους ἐπί τε
5λειμῶνας ποίμνιά τ’ ἄλση.

742-751

(t)

ΤΗΜΕΝΟΣ

742

ἄλλη πρὸς ἄλλο γαῖα χρησιμωτέρα.

743

τὸ δὲ στρατηγεῖν τοῦτ’ ἐγὼ κρίνω, καλῶς γνῶναι τὸν ἐχθρὸν ᾗ μάλισθ’ ἁλώσιμος.

744

ἄρξεις ἄρ’ οὕτω· χρὴ δὲ τὸν στρατηλάτην ὁμῶς δίκαιον ὄντα ποιμαίνειν στρατόν.

745

τολμᾶν δὲ χρεών· ὁ γὰρ ἐν καιρῷ μόχθος πολλὴν εὐδαιμονίαν τίκτει θνητοῖσι τελευτῶν.

746

αἰδὼς γὰρ ὀργῆς πλείον’ ὠφελεῖ βροτούς.

747

αἰσίως

748

ἀνανομήν

749

ἄπυργος

750

κατηβολή

751

σφακελισμός

752-770

(t)

ΥΨΙΠΥΛΗ

752

Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς καθαπτὸς ἐν πεύκαισι Παρνασὸν κάτα
πηδᾷ χορεύων παρθένοις σὺν Δελφίσιν

753

δείξω μὲν Ἀργείοισιν Ἀχελῴου ῥόον

754

ἕτερον ἐφ’ ἑτέρῳ αἰρόμενος ἄγρευμ’ ἀνθέων ἡδομένᾳ ψυχᾷ τὸ νήπιον ἄπληστον ἔχων

755

ἀνὰ τὸ δωδεκαμήχανον ἄστρον

756

περίβαλ’, ὦ τέκνον, ὠλένας

757

ἅ γ’ οὖν παραινῶ, ταῦτά μου δέξαι, γύναι. ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν, θάπτει τε τέκνα χἅτερ’ αὖ κτᾶται νέα, αὐτός τε θνῄσκει· καὶ τάδ’ ἄχθονται βροτοί,
5εἰς γῆν φέροντες γῆν. ἀναγκαίως δ’ ἔχει βίον θερίζειν ὥστε κάρπιμον στάχυν, καὶ τὸν μὲν εἶναι, τὸν δὲ μή· τί ταῦτα δεῖ στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν;
δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς.

758

κακοῖς τὸ κέρδος τῆς δίκης ὑπέρτερον.

759

πρὸς τὰ φύσεις χρὴ καὶ τὰ πράγματα σκοπεῖν καὶ τὰς διαίτας τῶν κακῶν τε κἀγαθῶν, πειθὼ δὲ τοῖς μὲν σώφροσιν πολλὴν ἔχειν, τοῖς μὴ δικαίοις δ’ οὐδὲ συμβάλλειν χρεών.

760

ἔξω γὰρ ὀργῆς πᾶς ἀνὴρ σοφώτερος.

761

ἄελπτον οὐδέν, πάντα δ’ ἐλπίζειν χρεών.

762

εὔφημα καὶ σᾶ καὶ κατεσφραγισμένα

763

ἢ ἑτέρᾳ φράσω;

764

ἰδού, πρὸς αἰθέρ’ ἐξαμίλλησαι κόρας γραπτούς 〈τ’ ἐν αἰετ〉οῖσι πρόσβλεψον τύπους.

765

οἰνάνθα τρέφει τὸν ἱερὸν βότρυν

766

ἀναδρομαί

767

ἄρκτος

768

ἐκδημία

769

κροταλισάσης

770

νεαρός

771-786

(t)

ΦΑΕΘΩΝ

771

Μέροπι τῆσδ’ ἄνακτι γῆς, ἣν ἐκ τεθρίππων ἁρμάτων πρώτην χθόνα Ἥλιος ἀνίσχων χρυσέᾳ βάλλει φλογί. καλοῦσι δ’ αὐτὴν γείτονες μελάμβροτοι
5Ἕω φαεννὰς Ἡλίου θ’ ἱπποστάσεις.

772

θερμὴ δ’ ἄνακτος φλὸξ ὑπερτέλλουσα γῆς
καίει τὰ πόρρω, τἀγγύθεν δ’ εὔκρατ’ ἔχει.

773

μνησθεὶς ὅ μοί ποτ’ εἶφ’ ὅτ’ ηὐνάσθη θεός. αἰτοῦ τί χρῄζεις ἕν· πέρᾳ γὰρ οὐ θέμις λαβεῖν σε· κἂν μὲν τυγχάνῃς ε... θεοῦ πέφυκας· εἰ δὲ μή, ψευδὴς ἐγώ.
5ΦΑΕ. πῶς οὖν πρόσειμι δῶμα θερμὸν Ἡλίου; ΚΛΥ. κείνῳ μελήσει σῶμα μὴ βλάπτειν τὸ σόν. ΦΑΕ. εἴπερ πατὴρ πέφυκεν, οὐ κακῶς λέγεις. ΚΛΥ. σάφ’ ἴσθι· πεύσῃ δ’ αὐτὸ τῷ χρόνῳ σαφῶς. ΦΑΕ. ἀρκεῖ· πέποιθα γάρ σε μὴ ψευδῆ λέγειν.
10ἀλλ’ ἕρπ’ ἐς οἴκους· καὶ γὰρ αἵδ’ ἔξω δόμων δμῳαὶ περῶσιν, αἳ πατρὸς κατὰ σταθμοὺς σαίρουσι δῶμα καὶ δόμων κειμήλια καθ’ ἡμέραν φοιβῶσι κἀπιχωρίοις ὀσμαῖσι θυμιῶσιν εἰσόδους δόμων.
15ὅταν δ’ ὕπνον γεραιὸς ἐκλιπὼν πατὴρ πύλας ἀμείψῃ καὶ λόγους γάμων πέρι λέξῃ πρὸς ἡμᾶς, Ἡλίου μολὼν δόμους τοὺς σοὺς ἐλέγξω, μῆτερ, εἰ σαφεῖς λόγοι.
ΧΟΡ. . . . . . . .στρ. α
20. . . . . κατὰ γᾶν .δειλα..α̣.κ̣υ̣..μ̣α̣ι̣ . . . . . . . . μέλπει δ’ ἐν δένδρεσι λεπτὰν ἀηδὼν ἁρμονίαν
25ὀρθρευομένα γόοις Ἴτυν Ἴτυν πολύθρηνον.
σύριγγας δ’ οὐριβάται κινοῦσιν ποίμνας ἐλάται·ἀντ. α
ἔγρονται δ’ εἰς βοτάναν
30ξανθᾶν πώλων συζυγίαι. ἤδη δ’ εἰς ἔργα κυναγοὶ στείχουσιν θηροφόνοι, παγαῖς τ’ ἐπ’ Ὠκεανοῦ μελιβόας κύκνος ἀχεῖ.
35ἄκατοι δ’ ἀνάγονται ὑπ’ εἰρεσίας ἀνέμων τ’ εὐαέσσιν ῥοθίοις ἀνὰ δ’ ἱστία ....... . . . . . . . . . . . . . . . .στρ. β
40. . . . . . . . . . . . . . . . . σινδὼν δὲ πρότονον ἐπὶ μέσον πελάζει.
τὰ μὲν οὖν ἑτέροισι μέριμνα πέλει· κόσμον δ’ ὑμεναίων δεσποσύνωνἀντ. β
45ἐμὲ καὶ τὸ δίκαιον ἄγει καὶ ἔρως ὑμνεῖν· δμωσὶν γὰρ ἀνάκτων εὐαμερίαι προσιοῦσαι μολπᾶν θράσος αἴρους’ ἐπὶ χάρματ’· εἰ δὲ τύχα τι τέκοι,

773

(50)

βαρὺν βαρεῖα φόβον ἔπεμψεν οἴκοις.
ὁρίζεται δὲ τόδε φάος γάμων τέλος, τὸ δή ποτ’ εὐχαῖς ἐγὼ λισσομένα προσέβαν ὑμέναιον ἀεῖσαιἐπ.
55φίλον φίλων δεσποτᾶν. θεὸς ἔδωκε, χρόνος ἔκρανε λέχος ἐμοῖσιν ἀρχέταις. ἴτω τελεία γάμων ἀοιδά. ἀλλ’ ὅδε γὰρ δὴ βασιλεὺς πρὸ δόμων
60κῆρύξ θ’ ἱερὸς καὶ παῖς Φαέθων βαίνουσι, τριπλοῦν ζεῦγος, ἔχειν χρὴ στόμ’ ἐν ἡσυχίᾳ· περὶ γὰρ μεγάλων γνώμας δείξει, παῖδ’ ὑμεναίοις, ὡς φησί, θέλων
65ζεῦξαι νύμφης τε λεπάδνοις.
〈ΚΗΡ.〉 Ὠκεανοῦ πεδίων οἰκήτορες, εὐφαμεῖτ’, ὦ, ἐκτόπιοί τε δόμων ἀπαείρετε, ὦ ἴτε, λαοί.
70κηρύσσω δ’ ὁσίαν βασιλήιον, αἰτῶ δ’ αὐδὰν εὐτεκνίαν τε γάμοις, ὧν ἔξοδος ἅδ’ ἕνεχ’ ἥκει, παιδὸς πατρός τε τῇδ’ ἐν ἡμέρᾳ λέχη
75κρᾶναι θελόντων· ἀλλὰ σῖγ’ ἔστω λεώς. ΜΕΡ. . . . . . . . . . . . .
. . . . . . . εἰ γὰρ εὖ λέγω

774

ναῦν τοι μί’ ἄγκυρ’ οὐχ ὁμῶς σῴζειν φιλεῖ ὡς τρεῖς ἀφέντι· προστάτης θ’ ἁπλοῦς πόλει
σφαλερός, ὑπὼν δὲ κἄλλος οὐ κακὸν πέλει.

775

ἐλεύθερος δ’ ὢν δοῦλός ἐστι τοῦ λέχους, πεπραμένον τὸ σῶμα τῆς φερνῆς ἔχων.

776

δεινόν γε, τοῖς πλουτοῦσι τοῦτο δ’ ἔμφυτον, σκαιοῖσιν εἶναι· τί ποτε τοῦτο ταἴτιον; ἆρ’ ὄλβος αὐτοῖς ὅτι τυφλὸς συνηρετεῖ, τυφλὰς ἔχουσι τὰς φρένας καὶ τῆς τύχης;

777

ὡς πανταχοῦ γε πατρὶς ἡ βόσκουσα γῆ.

778

εὐδαιμονίζων ὄχλος ἐξέπληξέ με.

779

ἔλα δὲ μήτε Λιβυκὸν αἰθέρ’ εἰσβαλών· κρᾶσιν γὰρ ὑγρὰν οὐκ ἔχων, ἁψῖδα σὴν κάτω διήσει . . . . . . . ἵει δ’ ἐφ’ ἑπτὰ πλειάδων ἔχων δρόμον ....
5τοσαῦτ’ ἀκούσας παῖς ἔμαρψεν ἡνίας· κρούσας δὲ πλευρὰ πτεροφόρων ὀχημάτων μεθῆκεν, αἳ δ’ ἔπταντ’ ἐπ’ αἰθέρος πτυχάς. πατὴρ δ’ ὄπισθε νῶτα σειραίου βεβὼς ἵππευε παῖδα νουθετῶν· ἐκεῖς’ ἔλα,
10τῇδε στρέφ’ ἅρμα, τῇδε.

781

πυρός τ’ ἐρινὺς ἐν νεκροῖς θερηνυαι ζῶς’ ἥδ’ ἀνίης’ ἀτμὸν ἐμφανῆ . . ἀπωλόμην· οὐκ οἴσετ’ εἰς δόμους ν〈έκυν;〉 νοεῖς; πόσις μοι πλησίον γαμηλίους
5μολπὰς ἀυτεῖ παρθένοις ἡγούμενος. οὐ θᾶσσον; οὐ σταλαγμὸν ἐξομόρξετε, εἴ πού τις ἔστιν αἵματος χαμαὶ πεσών;
ἐπείγετ’ εἶα, δμωίδες· κρύψω δέ νιν ξεστοῖσι θαλάμοις, ἔνθ’ ἐμῷ κεῖται πόσει
10χρυσός· μόνη δὲ κλῇθρ’ ἐγὼ σφραγίζομαι. ὦ καλλιφεγγὲς Ἥλι’, ὥς μ’ ἀπώλεσας καὶ τόνδ’· Ἀπόλλων δ’ ἐν βροτοῖς ὀρθῶς καλῇ, ὅστις τὰ σιγῶντ’ ὀνόματ’ οἶδε δαιμόνων.
στρ.ΧΟΡ. Ὑμὴν Ὑμήν,
15τὰν Διὸς οὐρανίαν ἀείδομεν τὰν ἐρώτων πότνιαν, τὰν παρθένοις γαμήλιον Ἀφροδίταν. πότνια, σοὶ τάδ’ ἐγὼ νυμφεῖ’ ἀείδω, Κύπρι θεῶν καλλίστα,
20τῷ τε νεόζυγι σῷ πώλῳ, τὸν ἐν αἰθέρι κρύπτεις σῶν γάμων γένναν·
ἀντ.ἃ τὸν μέγαν τᾶσδε πόλεως βασιλῆ νυμφεύεται,
25ἀστερωποῖσιν δόμοισιν χρυσέων ἀρχόν, φίλον Ἀφροδίτᾳ. ὦ μακάρων βασιλεὺς μείζων ἔτ’ ὄλβον· ὃς θεὰν κηδεύσεις καὶ μόνος ἀθανάτων
30γαμβρὸς δι’ ἀπείρονα γαῖαν θνατὸς ὑμνήσῃ. ΜΕΡ. χώρει σὺ καὶ τάσδ’ εἰς δόμους ἄγων κόρας γυναῖκ’ ἄνωχθι πᾶσι τοῖς κατὰ στόμα θεοῖς χορεῦσαι καὶ κυκλώσασθαι δόμους
35σεμνοῖσιν ὑμεναίοισιν, Ἑστίας θ’ ἕδος, ἀφ’ ἧς γε σώφρων πᾶς ἂν ἄρχεσθαι θέλοι εὐχὰς πο〈εῖσθαι〉 . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
40. . . . . . . . . . . . . . . . . . . . . . . . θεᾶς προσελθεῖν τέμενος ἐξ ἐμῶν δόμων. ΘΕΡ. ὦ δέσποτ’, ἔστρεψ’ ἐκ δόμων ταχὺν πόδα. οὗ γὰρ σὺ σῴζῃ σεμνὰ θησαυρίσματα
45χρυσοῦ, δι’ ἁρμῶν ἐξαμείβεται πύλης καπνοῦ μέλαιν’ ἄησις ἔνδοθεν στέγης. προσθεὶς πρόσωπον φλόγα μὲν οὐχ ὁρῶ πυρός, γέμοντα δ’ οἶκον μέλανος ἔνδοθεν καπνοῦ. ἀλλ’ ἔσιθ’ ἐς οἶκον, μή τιν’ Ἥφαιστος χόλον

781

(50)

δόμοις ἐπεισφρεὶς μέλαθρα συμφλέξῃ πυρὶ ἐν τοῖσιν ἡδίστοισι Φαέθοντος γάμοις. ΜΕΡ. πῶς φής; ὅρα μὴ θυμάτων πυρουμένων κατ’ οἶκον ἀτμὸν κεῖς’ ἀποσταλέντ’ ἴδῃς. ΘΕΡ. ἅπαντα ταῦτ’ ἠθρησεκανπωτουσεχει
55ΜΕΡ. οἶδεν δ’ ἐμὴ τάδ’ ἢ οὐκ ἐπίσταται δάμαρ; ΘΕΡ. θυηπολοῦσα θεοῖς ἐκεῖς’ ἔχει φρένας. ΜΕΡ. ἀλλ’ εἶμ’, ἐπεί τοι καὶ φιλεῖ τὰ τοιάδε ληφθέντα φαύλως ἐς μέγαν χειμῶν’ ἄγειν. σὺ δ’ ὡς πάρος δέσποινα Δήμητρος κόρη
60Ἥφαιστέ τ’ ἔστε πρευμενεῖς δόμοις ἐμοῖς. ΧΟΡ. τάλαιν’ ἐγώ, τάλαινα, ποῖ πόδα πτερόεντα καταστάσω; ἀν’ αἰθέρ’; ἢ γᾶς ὑπὸ κεῦθος ἄφαν‐ τον ἐξαμαυρωθῶ;
65ἰώ μοί μοι, κακὰ φανήσεται· βασίλεια τάλαινα παῖς τ’ ἔσω κρυφαῖος νέκυς. ὀτοτοτοῖ, κεραύνιαί τ’ ἐκ Διὸς πυρίβολοι πλαγαὶ λέχεά θ’ Ἁλίου.
70ὦ δυστάλαινα τῶν ἀμετρήτων κακῶν Ὠκεανοῦ κόρα, πατρὸς ἴθι πρόσπεσε γόνυ 〈λι〉ταῖς, σφαγὰς σφαγὰς οἰκτρά τ’ ἀρκέσαι σᾶς δειρᾶς.
75ΜΕΡ. ἰώ μοί μοι. ΧΟΡ. ἠκούσατ’ ἀρχὰς δεσπότου στεναγμάτων; ΜΕΡ. ἰὼ τέκνον. ΧΟΡ. καλεῖ τὸν οὐ κλύοντα δυστυχῆ γόνον
.......των ὁρᾶν σαφῆ.

782

ψυκτήρια
δένδρεα φίλαισιν ὠλέναισι λέξεται.

783

χρυσέα βῶλος

784

ἐν τοῖσι μώροις τοῦτ’ ἐγὼ κρίνω βροτῶν, ὅστις τῶν πατέρων παισὶ μὴ φρονοῦσιν εὖ ἢ καὶ πολίταις παραδίδως’ ἐξουσίαν.

785

μισῶ δὲ . . . . . . ἀγκύλον τόξον κρανείας, γυμνάσια δ’ οἰχοίατο.

786

φίλος δέ μοι
ἄλουτος ἐν φάραγξι σήπεται νέκυς.

787-803

(t)

ΦΙΛΟΚΤΗΤΗΣ

787

πῶς δ’ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς ἠριθμημένῳ στρατοῦ
ἴσον μετασχεῖν τῷ σοφωτάτῳ τύχης;

788

οὐδὲν γὰρ οὕτω γαῦρον ὡς ἀνὴρ ἔφυ· τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέον τιμῶμεν ἄνδρας τ’ ἐν πόλει νομίζομεν.

789

ὀκνῶν δὲ μόχθων τῶν πρὶν ἐκχέαι χάριν καὶ τοὺς παρόντας οὐκ ἀπωθοῦμαι πόνους.

790

δύσμορφα μέντοι τἄνδον εἰσιδεῖν, ξένε.

791

ἅλις, ὦ βιοτά· πέραινε, πρίν τινα συντυχίαν
ἢ κτεάτεσσιν ἐμοῖς ἢ σώματι τῷδε γενέσθαι.

792

φαγέδαιν’ ἀεί μου σάρκα θοινᾶται ποδός

793

μακάριος ὅστις εὐτυχῶν οἴκοι μένει· ἐν γῇ δ’ ὁ φόρτος, καὶ πάλιν ναυτίλλεται.

794

ὁρᾶτε δ’ ὡς κἀν θεοῖσι κερδαίνειν καλόν, θαυμάζεται δ’ ὁ πλεῖστον ἐν ναοῖς ἔχων χρυσόν. τί δῆτα καὶ σὲ κωλύει 〈λαβεῖν〉 κέρδος, παρόν γε κἀξομοιοῦσθαι θεοῖς;

795

τί δῆτα θάκοις μαντικοῖς ἐνήμενοι σαφῶς διόμνυσθ’ εἰδέναι τὰ δαιμόνων; οὐ τῶνδε χειρώνακτες ἄνθρωποι λόγων· ὅστις γὰρ αὐχεῖ θεῶν ἐπίστασθαι πέρι,
5οὐδέν τι μᾶλλον οἶδεν ἢ πείθειν λέγων.

796

ὑπέρ γε μέντοι παντὸς Ἑλλήνων στρατοῦ αἰσχρὸν σιωπᾶν, βαρβάρους δ’ ἐᾶν λέγειν.

797

λέξω δ’ ἐγώ, κἄν μου διαφθείρας δοκῇ λόγους ὑποστὰς αὐτὸς ἠδικηκέναι· ἀλλ’ ἐξ ἐμοῦ γὰρ τἀμὰ μαθήσῃ κλύων,
ὃ δ’ αὐτὸς αὑτὸν ἐμφανιεῖ σοι λέγων.

798

πατρὶς καλῶς πράσσουσα τὸν τυχόντ’ ἀεὶ μείζω τίθησι, δυστυχοῦσα δ’ ἀσθενῆ.

799

ὥσπερ δὲ θνητὸν καὶ τὸ σῶμ’ ἡμῶν ἔφυ, οὕτω προσήκει μηδὲ τὴν ὀργὴν ἔχειν ἀθάνατον ὅστις σωφρονεῖν ἐπίσταται.

800

φεῦ, μήποτ’ εἴην ἄλλο πλὴν θεοῖς φίλος ὡς πᾶν τελοῦσι, κἂν βραδύνωσιν χρόνῳ.

801

ἀπέπνευσεν αἰῶνα

802

αἱρεῖς

803

ἀκριβές

804-818

(t)

ΦΟΙΝΙΞ

804

μοχθηρόν ἐστιν ἀνδρὶ πρεσβύτῃ τέκνα δίδωσιν ὅστις οὐκέθ’ ὡραῖος γαμεῖ· δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.

805

ὦ γῆρας, οἷον τοῖς ἔχουσιν εἶ κακόν.

806

ἀλλ’ οὔποτ’ αὐτὸς ἀμπλακὼν ἄλλον βροτὸν παραινέσαιμ’ ἂν παισὶ προσθεῖναι κράτη πρὶν ἂν κατ’ ὄσσων τυγχάνῃ με καὶ σκότος, εἰ χρὴ διελθεῖν πρὸς τέκνων νικώμενον.

807

πικρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.

808

γυνή τε πάντων ἀγριώτατον κακόν.

809

. . . . 〈οἱ〉 πεῖραν οὐ δεδωκότες μᾶλλον δοκοῦντες ἢ πεφυκότες σοφοί

810

μέγιστον ἀρ’ ἦν ἡ φύσις· τὸ γὰρ κακὸν οὐδεὶς τρέφων εὖ χρηστὸν ἂν θείη ποτέ.

811

τἀφανῆ τεκμηρίοισιν εἰκότως ἁλίσκεται.

812

ἤδη δὲ πολλῶν ᾑρέθην λόγων κριτὴς καὶ πόλλ’ ἁμιλληθέντα μαρτύρων ὕπο τἀναντί’ ἔγνων συμφορᾶς μιᾶς πέρι. κἀγὼ μὲν οὕτω χὥστις ἔστ’ ἀνὴρ σοφὸς
5λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν σκοπῶν δίαιτάν θ’ ἥντιν’ ἡμερεύεται ... ὅστις δ’ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, οὐ πώποτ’ ἠρώτησα, γιγνώσκων ὅτι
τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών.

813

ὦ πλοῦθ’, ὅσῳ μὲν ῥᾷστον εἶ βάρος φέρειν, πόνοι δὲ κἀν σοὶ καὶ φθοραὶ πολλαὶ βίου ἔνεις’· ὁ γὰρ πᾶς ἀσθενὴς αἰὼν βροτοῖς.

814

φθόνον οὐ σέβω, φθονεῖσθαι δὲ θέλοιμ’ ἂν ἐπ’ ἐσθλοῖς.

815

δμωσὶν δ’ ἐμοῖσιν εἶπον ὡς ταυτηρίαις πυρίδες καὶ διιπετῆ κτεῖναι

816

καίτοι ποτ’ εἴ τιν’ εἰσίδοιμ’ ἀνὰ πτόλιν
τυφλὸν προηγητῆρος ἐξηρτημένον, ἀδημονοῦντα συμφοραῖς ἐλοιδόρουν, ὡς δειλὸς εἴη θάνατον ἐκποδὼν ἔχων.
5καὶ νῦν λόγοισι τοῖς ἐμοῖς ἐναντίως πέπτωχ’ ὁ τλήμων· ὦ φιλόζωοι βροτοί, οἳ τὴν ἐπιστείχουσαν ἡμέραν ἰδεῖν ποθεῖτ’ ἔχοντες μυρίων ἄχθος κακῶν. οὕτως ἔρως βροτοῖσιν ἔγκειται βίου·
10τὸ ζῆν γὰρ ἴσμεν, τοῦ θανεῖν δ’ ἀπειρίᾳ πᾶς τις φοβεῖται φῶς λιπεῖν τόδ’ ἡλίου.

817

σὺ δ’, ὦ πατρῴα χθὼν ἐμῶν γεννητόρων, χαῖρ’· ἀνδρὶ γάρ τοι, κἂν ὑπερβάλλῃ κακοῖς, οὐκ ἔστι τοῦ θρέψαντος ἥδιον πέδον.

818

ἀμνήστευτος γυνή

819-838

(t)

ΦΡΙΞΟΣ

819

Σιδώνιόν ποτ’ ἄστυ Κάδμος ἐκλιπών, Ἀγήνορος παῖς, ἦλθε Θηβαίαν χθόνα Φοῖνιξ πεφυκώς, ἐκ δ’ ἀμείβεται γένος Ἑλληνικόν, Διρκαῖον οἰκήσας πέδον.
5ᾗ δ’ ἦλθ’ ἀνάγκῃ πεδία Φοινίκης λιπών, λέγοιμ’ ἄν. ἦσαν τρεῖς Ἀγήνορος κόροι· Κίλιξ, ἀφ’ οὗ καὶ Κιλικία κικλήσκεται, Φοῖνίξ 〈θ’〉, ὅθεν περ τοὔνομ’ ἡ χώρα φέρει,
καὶ Θάσος

821

εἰ μὲν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳ καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν, εἰκὸς σφαδᾴζειν ἦν ἂν ὡς νεόζυγα πῶλον χαλινὸν ἀρτίως δεδεγμένον·
5νῦν δ’ ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν.

822

γυνὴ γὰρ ἐν κακοῖσι καὶ νόσοις πόσει
ἥδιστόν ἐστι, δώματ’ ἢν οἰκῇ καλῶς, ὀργήν τε πραΰνουσα καὶ δυσθυμίας ψυχὴν μεθιστᾶς’· ἡδὺ κἀπάται φίλων.

823

δίκαι’ ἔλεξε· χρὴ γὰρ εὐναίῳ πόσει γυναῖκα κοινῇ τὰς τύχας φέρειν ἀεί.

824

ὡς οὐδὲν ὑγιὲς φασὶ μητρυιὰς φρονεῖν νόθοισι παισίν, ὧν φυλάξομαι ψόγον.

825

κρείσσων δὲ βαιὸς ὄλβος ἀβλαβὴς βροτοῖς ἢ δῶμα πλούτῳ δυσσεβῶς ὠγκωμένον.

826

δι’ ἐλπίδος ζῆ καὶ δι’ ἐλπίδος τρέφου.

827

καὶ μὴν ἀνοῖξαι μὲν σιροὺς οὐκ ἠξίου

828

αἱ γὰρ πόλεις εἴς’ ἄνδρες, οὐκ ἐρημία.

829

ἀνὴρ δ’ ὃς εἶναι φής, ἀνδρὸς οὐκ ἄξιον δειλὸν κεκλῆσθαι καὶ νοσεῖν αἰσχρὰν νόσον.

830

λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων

831

πολλοῖσι δούλοις τοὔνομ’ αἰσχρόν, ἡ δὲ φρὴν τῶν οὐχὶ δούλων ἐστ’ ἐλευθερωτέρα.

832

εἰ δ’ εὐσεβὴς ὢν τοῖσι δυσσεβεστάτοις εἰς ταὔτ’ ἔπρασσον, πῶς τάδ’ ἂν καλῶς ἔχοι;
ἢ Ζεὺς ὁ λῷστος μηδὲν ἔνδικον φρονεῖ;

833

τίς δ’ οἶδεν εἰ ζῆν τοῦθ’ ὃ κέκληται θανεῖν, τὸ ζῆν δὲ θνῄσκειν ἐστί; πλὴν ὅμως βροτῶν νοσοῦσιν οἱ βλέποντες, οἱ δ’ ὀλωλότες οὐδὲν νοσοῦσιν οὐδὲ κέκτηνται κακά.

834

καὶ γὰρ πέφυκε τοῦτ’ ἐν ἀνθρώπου φύσει· ἢν καὶ δίκῃ θνῄσκῃ τις, οὐχ ἧσσον ποθεῖ πᾶς τις δακρύειν τοὺς προσήκοντας φίλους.

835

ὅστις δὲ θνητῶν οἴεται τοὐφ’ ἡμέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται,
ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη.

836

πώγωνα πυρός

837

ἰλλάδας

839-844

(t)

ΧΡΥΣΙΠΠΟΣ

839

Γαῖα μεγίστη καὶ Διὸς Αἰθήρ, ὃ μὲν ἀνθρώπων καὶ θεῶν γενέτωρ, ἣ δ’ ὑγροβόλους σταγόνας νοτίας παραδεξαμένη τίκτει θνητούς,
5τίκτει βοτάνην φῦλά τε θηρῶν· ὅθεν οὐκ ἀδίκως μήτηρ πάντων νενόμισται. χωρεῖ δ’ ὀπίσω τὰ μὲν ἐκ γαίας φύντ’ εἰς γαῖαν,
10τὰ δ’ ἀπ’ αἰθερίου βλαστόντα γονῆς εἰς οὐράνιον πάλιν ἦλθε πόλον· θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλου
μορφὴν ἑτέραν ἀπέδειξεν.

840

λέληθεν οὐδὲν τῶνδέ μ’ ὧν σὺ νουθετεῖς,
γνώμην δ’ ἔχοντά μ’ ἡ φύσις βιάζεται.

841

αἰαῖ, τόδ’ ἤδη θεῖον ἀνθρώποις κακόν, ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή,

842

γνώμης σόφισμα καὶ χέρ’ ἀνδρείαν ἔχων δύσμορφος εἴην μᾶλλον ἢ καλὸς κακός.

843

ὦ δέσποτ’, οὐδεὶς οἶδεν ἄνθρωπος γεγὼς οὔτ’ εὐτυχοῦς ἀριθμὸν οὔτε δυστυχοῦς.

844

εἰάζων

845-1106

(t)

INCERTARUM FABULARUM FRAGMENTA

845

ἀπρόσειλος

846

Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος, ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ Ἄργος κατασχών

847

εἰ μὴ γὰρ ἴδιον ἔλαβον εἰς χεῖρας μύσος

848

γαυριᾶν

849

ἀκανθώδη ῥάχιν

850

ἡ γὰρ τυραννὶς πάντοθεν τοξεύεται δεινοῖς ἔρωσιν, ἧς φυλακτέον πέρι.

852

ὅστις δὲ τοὺς τεκόντας ἐν βίῳ σέβει, ὅδ’ ἐστὶ καὶ ζῶν καὶ θανὼν θεοῖς φίλος· ὅστις δὲ τοὺς φύσαντας μὴ τιμᾶν θέλῃ, μή μοι γένοιτο μήτε συνθύτης τοῖς θεοῖς
5μήτ’ ἐν θαλάσσῃ κοινόπλουν στέλλοι σκάφος.

853

τρεῖς εἰσὶν ἀρεταὶ τὰς χρεών ς’ ἀσκεῖν, τέκνον, θεούς τε τιμᾶν τούς τε φύσαντας γονῆς νόμους τε κοινοὺς Ἑλλάδος· καὶ ταῦτα δρῶν κάλλιστον ἕξεις στέφανον εὐκλείας ἀεί.

854

τὸ μὲν σφαγῆναι δεινόν, εὔκλειαν δ’ ἔχει· τὸ μὴ θανεῖν δὲ δειλόν, ἡδονὴ δ’ ἔνι.

855

ἀναδρομαί

856

ἀλκυόνες, αἳ παρ’ ἀενάοις θαλάσσας κύμασιν στωμύλλετε, τέγγουσαι νοτίοις πτερῶν
ῥανίσι χρόα διανιζόμεναι

857

ἔλαφον δ’ Ἀχαιῶν χερσὶν ἐνθήσω φίλαις κεροῦσσαν, ἣν σφάζοντες αὐχήσουσι σὴν σφάζειν θυγατέρα

858

ὦ θερμόβουλον σπλάγχνον

859

διαβάλλω

861

δείξας γὰρ ἄστρων τὴν ἐναντίαν ὁδὸν
δήμους τ’ ἔσῳσα καὶ τύραννος ἱζόμην.

862

ὁθούνεκα ἐν 〈αὐτὸσ〉 αὑτῷ πάντα συλλαβὼν ἔχει

863

ἥκει δ’ ἐπ’ ὤμοις ἢ συὸς φέρων βάρος ἢ τὴν ἄμορφον λύγκα, δύστοκον δάκος.

864

παίζω· μεταβολὰς γὰρ πόνων ἀεὶ φιλῶ.

865

φήμη τὸν ἐσθλὸν κἀν μυχοῖς δείκνυσι γῆς.

866

ἀλλ’ ἥδε μ’ ἐξέσῳσεν, ἥδε μοι τροφός, μήτηρ, ἀδελφή, δμωίς, ἄγκυρα στέγης.

867

ἀλλ’ ἄγχιμος γὰρ ἥδε Φοιβεία γυνή

868

θεοὶ χθόνιοι ζοφερὰν ἀδίαυλον ἔχοντες ἕδραν φθειρομένων Ἀχεροντίαν λίμνην

869

ἄδωρος χάρις

870

δράκοντος αἱματωπὸν ὄμμα

871

αἱματοσταγῆ
κηλῖδα τέγγῃ

872

ἀκόμπαστος λόγος

873

ἀκόμπαστος φάτις

874

οὔ σοι παραινῶ μηχανωμένῃ κακὰ ἐχθροῖσι, σαυτῇ προσβαλεῖν ἀλάστορα.

875

ὦ Κύπρις, ὡς ἡδεῖα καὶ μοχθηρὸς 〈εἶ〉.

876

τρομὸν δράμημα γηραιοῦ ποδός

877

ἀλλ’ αἰθὴρ τίκτει σε, κόρα,
Ζεὺς ὃς ἀνθρώποις ὀνομάζεται.

878

τίς ἔσθ’ ὁ μέλλων σκόλοπος ἢ λευσμοῦ τυχεῖν;

879

ὁ λῷστος οὗτος καὶ φιλοξενέστατος

880

οὐκ ἐν γυναιξὶ τοὺς νεανίας χρεὼν ἀλλ’ ἐν σιδήρῳ κἀν ὅπλοις τιμὰς ἔχειν.

882

ἅλα πορφυρέην

883

ἀλλ’ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.

884

τηλοῦ γὰρ οἰκῶν βίοτον ἐξιδρυσάμην.

885

ἄληθες, ὦ παῖ τῆς θαλασσίας θεοῦ;

886

μισῶ πολίτην ὅστις ὠφελεῖν πάτραν βραδὺς φανεῖται, μεγάλα δὲ βλάπτειν ταχύς, καὶ πόριμον αὑτῷ, τῇ πόλει δ’ ἀμήχανον.

887

ὅταν τὰ νῦν ἄπιστα πίσθ’ ἡγώμεθα, τὰ δ’ ὄντα πίστ’ ἄπιστα

888

βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέσσαρα

889

πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος

890

λόγων δίκαιον μισθὸν ἂν λόγους φέροις,
ἔργον δ’ ἐκεῖνος ἔργον ὃς παρέσχετο.

892

ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον, Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου, ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν; ὧν οὐκ ἀπαρκεῖ πλησμονή· τρυφῇ δέ τοι
5ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν.

893

ἀρκεῖ μετρία βιοτά μοι σώφρονος τραπέζης, τὸ δ’ ἄκαιρον ἅπαν ὑπερβάλ‐
λον τε μὴ προσείμαν.

894

τἀλλότρια .. τὸν καλῶς εὐδαίμονα

895

ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ’ οὔ.

896

Βακχίου φιλανθέμου Αἴθοπα πεπαίνοντ’ ὀρχάτους ὀπωρινούς,
ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.

897

παίδευμα δ’ Ἔρως σοφίας ἀρετῆς πλεῖστον ὑπάρχει, καὶ προσομιλεῖν οὗτος ὁ δαίμων πάντων ἥδιστος ἔφυ θνητοῖς·
5καὶ γὰρ ἄλυπον τέρψιν τιν’ ἔχων εἰς ἐλπίδ’ ἄγει. τοῖς δ’ ἀτελέστοις τῶν τοῦδε πόνων μήτε συνείην χωρίς τ’ ἀγρίων ναίοιμι τρόπων. τὸ δ’ ἐρᾶν προλέγω τοῖσι νέοισιν
10μήποτε φεύγειν, χρῆσθαι δ’ ὀρθῶς, ὅταν ἔλθῃ.

898

τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός; ἣν οὐδ’ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν ὅση πέφυκε κἀφ’ ὅσον διέρχεται. αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς.
5τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς, ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ. ἐρᾷ μὲν ὄμβρου γαῖ’, ὅταν ξηρὸν πέδον ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ· ἐρᾷ δ’ ὁ σεμνὸς οὐρανὸς πληρούμενος
10ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο· ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο, φύουσιν ἡμῖν πάντα καὶ τρέφους’ ἅμα,
δι’ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος.

899

εἴ μοι τὸ Νεστόρειον εὔγλωσσον μέλος Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός, οὐκ ἂν δυναίμην μὴ στέγοντα πιμπλάναι, σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους.

900

ὤφειλε δῆθεν, εἴπερ ἔστ’ ἐν οὐρανῷ
Ζεύς, μὴ τὸν αὐτὸν δυστυχῆ καθιστάναι.

901

πολλάκι μοι πραπίδων διῆλθε φροντίς, εἴτε τύχα 〈τισ〉 εἴτε δαίμων τὰ βρότεια κραίνει, παρά τ’ ἐλπίδα καὶ παρὰ δίκαν τοὺς μὲν ἀπ’ οἴκων δ’ ἐναπίπτοντας
5ἀτὰρ θεοῦ, τοὺς δ’ εὐτυχοῦντας ἄγει.

902

τὸν ἐσθλὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονός,
κἂν μήποτ’ ὄσσοις εἰσίδω, κρίνω φίλον.

903

ἄφρων ἂν εἴην, εἰ τρέφοιν τὰ τῶν πέλας.

904

ἀλλ’ ἄκρας εὐηθίας
ἅπτοιτ’ ἂν ὅστις τὴν φύσιν νικᾶν θέλει.

905

μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός.

906

ψῦχος δὲ λεπτῷ χρωτὶ πολεμιώτατον.

907

κρέασι βοείοις χλωρὰ σῦκ’ ἐπήσθιεν ἄμους’ ὑλακτῶν ὥστε βαρβάρῳ μαθεῖν.

908

τὸ μὴ γενέσθαι κρεῖσσον ἢ φῦναι βροτοῖς.
ἔπειτα παῖδας σὺν πικραῖς ἀλγηδόσιν τίκτω; τεκοῦσα δ’ ἢν μὲν ἄφρονας τέκω, στένω ματαίως, εἰσορῶσα 〈μὲν〉 κακούς,
5χρηστοὺς δ’ ἀπολλῦς’· ἢν δὲ καὶ σεσωσμένους, τήκω τάλαιναν καρδίαν ὀρρωδίᾳ. τί τοῦτο δὴ τὸ χρηστόν; οὐκ ἀρκεῖ μίαν ψυχὴν ἀλύειν κἀπὶ τῇδ’ ἔχειν πόνους;

909

οὐδεμίαν ὤνησε κάλλος εἰς πόσιν ξυνάορον, ἁρετὴ δ’ ὤνησε πολλάς πᾶσα γὰρ ἀγαθὴ γυνὴ ἥτις ἀνδρὶ συντέτηκε σωφρονεῖν ἐπίσταται. πρῶτα μέν γε τοῦθ’ ὑπάρχει· κἂν ἄμορφος ᾖ πόσις,
5χρὴ δοκεῖν εὔμορφον εἶναι τῇ γε νοῦν κεκτημένῃ· οὐ γὰρ ὀφθαλμὸς τὸ κρίνειν .. ἐστὶν ἀλλὰ νοῦς. εὖ λέγειν δ’, ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἃν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ τελεῖν. ἡδὺ δ’, ἢν κακὸν πάθῃ τι, συσκυθρωπάζειν πόσει
10ἄλοχον ἐν κοινῷ τε λύπης ἡδονῆς τ’ ἔχειν μέρος ... σοὶ δ’ ἔγωγε καὶ νοσοῦντι συννοσοῦς’ ἀνέξομαι
καὶ κακῶν τῶν σῶν ξυνοίσω, κοὐδὲν ἔσται μοι πικρόν.

910

ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ’ εἰς ἀδίκους πράξεις ὁρμῶν,
5ἀλλ’ ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρων, πῇ τε συνέστη καὶ ὅπῃ καὶ ὅπως. τοῖς δὲ τοιούτοις οὐδέποτ’ αἰσχρῶν
ἔργων μελέδημα προσίζει.

911

χρύσεαι δή μοι πτέρυγες περὶ νώτῳ καὶ τὰ σειρήνων πτερόεντα πέδιλα [ἁρμόζεται], βάσομαί τ’ εἰς αἰθέριον πόλον ἀρθεὶς Ζηνὶ προσμείξων

912

σοὶ τῷ πάντων μεδέοντι χοὴν πέλανόν τε φέρω, Ζεὺς εἴτ’ Ἀίδης ὀνομαζόμενος στέργεις· σὺ δέ μοι θυσίαν ἄπυρον παγκαρπείας
5δέξαι πλήρη προχυθεῖσαν. σὺ γὰρ ἔν τε θεοῖς τοῖς οὐρανίδαις σκῆπτρον τὸ Διὸς μεταχειρίζεις χθονίων θ’ Ἅιδῃ μετέχεις ἀρχῆς. πέμψον δ’ ἐς φῶς ψυχὰς ἐνέρων
10τοῖς βουλομένοις ἄθλους προμαθεῖν πόθεν ἔβλαστον, τίς ῥίζα κακῶν, τίνα δεῖ μακάρων ἐκθυσαμένους
εὑρεῖν μόχθων ἀνάπαυλαν.

913

τίς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ, μετεωρολόγων δ’ ἑκὰς ἔρριψεν σκολιὰς ἀπάτας; ὧν ἀτηρὰ γλῶσς’ εἰκοβολεῖ περὶ τῶν ἀφανῶν
5οὐδὲν γνώμης μετέχουσα.

914

κακὸν γυναῖκα πρὸς νέον ζεῦξαι νέαν· ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν, ἣ δ’ ἐνδεὴς τοῦδ’ οὖσα βουλεύει κακά.

915

νικᾷ δὲ χρεία μ’ ἡ κακῶς τ’ ὀλουμένη
γαστήρ, ἀφ’ ἧς δὴ πάντα γίγνεται κακά.

916

ὦ πολύμοχθος βιοτὴ θνητοῖς, ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι, καὶ τὰ μὲν αὔξεις, τὰ δ’ ἀποφθινύθεις· κοὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς
5εἰς ὅντινα χρὴ κέλσαι θνητοῖς, πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν θανάτου πεμφθεῖσα τελευτή.

917

ὅσοι δ’ ἰατρεύειν καλῶς, πρὸς τὰς διαίτας τῶν ἐνοικούντων πόλιν τὴν γῆν ἰδόντας τὰς νόσους σκοπεῖν χρεών.

918

πρὸς ταῦθ’ ὅτι χρὴ καὶ παλαμάσθων καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέσθων·
τὸ γὰρ εὖ μετ’ ἐμοῦ καὶ τὸ δίκαιον ξύμμαχον ἔσται,
5κοὐ μή ποθ’ ἁλῶ κακὰ πράσσων.

919

κορυφὴ δὲ θεῶν ὁ πέριξ χθόν’ ἔχων φαεννὸς αἰθήρ

920

ἡ φύσις ἐβούλεθ’, ᾗ νόμων οὐδὲν μέλει.

921

ἀωρὶ πόντου κύματ’ εὐρέος περᾷ ... σμικραῖς ἑαυτοὺς ἐπιτρέπουσιν ἐλπίσιν

922

τίς τοὐμὸν ὄνομα τοὐπονείδιστον βροτοῖς οὐκ οἶδε Λαμίας τῆς Λιβυστικῆς γένος;

923

οὐκ ἐγγυῶμαι, ζημίαν φιλεγγύων σκοπῶν· τὰ Πυθοῖ δ’ οὐκ ἐᾷ με γράμματα.

924

μή μοι λεπτῶν θίγγανε μύθων, ψυχή· τί περισσὰ φρονεῖς; εἰ μὴ μέλλεις
σεμνύνεσθαι παρ’ ὁμοίοις.

926

γλώσσῃ διαψαίρουσα μυκτήρων πόρους

927

ἔνδον γυναικῶν καὶ παρ’ οἰκέταις λόγος

928

οὐ γὰρ ἀσφαλὲς περαιτέρω τὸ κάλλος ἢ μέσον λαβεῖν.

929

ἑῷος ἡνίχ’ ἱππότης ἐξέλαμψεν ἀστήρ

930

οἴμοι, δράκων μου γίγνεται τὸ ἥμισυ· τέκνον, περιπλάκηθι τῷ λοιπῷ πατρί.

931

λωτίνας ἀηδόνας

932

Αἰγυπτία ἐμπολή

933

βάσκανον μέγιστον ψυχαγωγόν

934

νοῦν ἔχοντος 〈ἦν ἄρα〉 φίλον πρίασθαι χρημάτων πολλῶν σαφῆ.

935

ἀλλ’ ὦ φίλιπποι Τρῶες

936

οὔκ· ἀλλ’ ἔτ’ ἔμπνουν Ἀίδης μ’ ἐδέξατο.

937

μὴ κτεῖνε· τὸν ἱκέτην γὰρ οὐ θέμις κτανεῖν.

938

νῦν οὖν ἕκατι ῥημάτων κτενεῖτέ με;

939

ὦ παγκάκιστα χθόνια γῆς παιδεύματα

940

τί δ’ ἔστι; πρὸς χορὸν γὰρ οἰκείων ἐρεῖς.

941

ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις;
τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.

943

πυριγενὴς δὲ δράκων ὁδὸν ἡγεῖται [ταῖς] τετραμόρφοις
ὥραις ζευγνὺς ἁρμονίᾳ πολύκαρπον ὄχημα.

944

καὶ Γαῖα μῆτερ· Ἑστίαν δέ ς’ οἱ σοφοὶ βροτῶν καλοῦσιν ἡμένην ἐν αἰθέρι.

945

ἀεί τι καινὸν ἡμέρα παιδεύεται.

946

εὖ ἴσθ’, ὅταν τις εὐσεβῶν θύῃ θεοῖς, κἂν μικρὰ θύῃ, τυγχάνει σωτηρίας.

947

ἦ πολλὰ καὶ δύσγνωστα βουλεύει θεός.

948

θεοὺς ἀρέσκου· πᾶν γὰρ ἐκ θεῶν τέλος.

949

καὶ τοῖς τεκοῦσιν ἀξίαν τιμὴν νέμειν

950

ὡς ἡδὺ πατέρα παισὶν ἤπιον κυρεῖν καὶ παῖδας εἶναι πατρὶ μὴ στυγουμένους.

951

ἢν οἱ τεκόντες τοῦτο γιγνώσκως’ ὅτι νέοι ποτ’ ἦσαν, ἠπίως τὴν τῶν τέκνων οἴσουσι κύπριν, φύντες οὐ σκαιοὶ φύσιν.

952

ὅστις πατὴρ πρὸς παῖδας ἐκβαίνει πικρός, τὸ γῆρας οὗτος ἑρματίζεται βαρύ.

953

ὦ πάτερ, ἐχρῆν μὲν οὓς ἐγὼ λόγους λέγω, τούτους λέγειν σε· καὶ γὰρ ἁρμόζει φρονεῖν σὲ μᾶλλον ἢ ἐμὲ καὶ λέγειν ὅπου τι δεῖ· ἐπεὶ δ’ ἀφῆκας, λοιπόν ἐστ’ ἴσως ἐμὲ
5ἐκ τῆς ἀνάγκης τά γε δίκαι’ αὐτὴν λέγειν. ἐκεῖνος εἰ μὲν μεῖζον ἠδίκηκέ τι, οὐκ ἐμὲ προσήκει λαμβάνειν τούτων δίκην· ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκεν αἰσθέσθαι με δεῖ. ἀλλ’ ἀγνοῶ δὴ τυχὸν ἴσως ἄφρων ἐγὼ
10οὖς’, οὐκ ἂν ἀντείποιμι· καίτοι γ’, ὦ πάτερ, εἰ τἄλλα κρίνειν ἐστὶν ἀνόητον γυνή, περὶ τῶν γ’ ἑαυτῆς πραγμάτων ἴσως φρονεῖ .... ἔστω δ’ ὃ βούλει· τοῦτο τί μ’ ἀδικεῖ, λέγε. ἔστ’ ἀνδρὶ καὶ γυναικὶ κείμενος νόμος,
15τῷ μὲν διὰ τέλους ἣν ἔχει στέργειν ἀεί, τῇ δ’ ὅς’ ἂν ἀρέσκῃ τἀνδρὶ ταῦτ’ αὐτὴν ποεῖν. γέγονεν ἐκεῖνος εἰς ἔμ’ οἷον ἠξίουν, ἐμοί τ’ ἀρέσκει πάνθ’ ἃ κἀκείνῳ, πάτερ. ἀλλ’ ἔστ’ ἐμοὶ μὲν χρηστός, ἠπόρηκε δέ.
20σὺ δ’ ἀνδρί μ’, ὡς φής, ἐκδίδως νῦν πλουσίῳ, ἵνα μὴ καταζῶ τὸν βίον λυπουμένη. καὶ ποῦ τοσαῦτα χρήματ’ ἐστίν, ὦ πάτερ, ἃ μᾶλλον ἀνδρὸς εὐφρανεῖ παρόντα με; ἢ πῶς δίκαιόν ἐστιν ἢ καλῶς ἔχον
25τῶν μὲν ἀγαθῶν με τὸ μέρος ὧν εἶχεν λαβεῖν, τοῦ συναπορηθῆναι δὲ μὴ λαβεῖν μέρος; φέρ’ ἢν ὁ νῦν 〈δὴ〉 λαμβάνειν μέλλων μ’ ἀνήρ, ὃ μὴ γένοιτο, Ζεῦ φίλ’, οὐδ’ ἔσται ποτέ, οὐκ οὖν θελούσης οὐδὲ δυναμένης ἐμοῦ,
30ἢν οὗτος αὖθις ἀποβάλῃ τὴν οὐσίαν, ἑτέρῳ με δώσεις ἀνδρί; κᾆτ’ ἐὰν πάλιν ἐκεῖνος, ἑτέρῳ; μέχρι πόσου τὴν τῆς τύχης, πάτερ, σὺ λήψῃ πεῖραν ἐν τὠμῷ βίῳ; ὅτ’ ἦν ἐγὼ παῖς, τότε σε χρῆν ζητεῖν ἐμοὶ
35ἄνδρ’ ᾧ με δώσεις· σὴ γὰρ ἦν τόθ’ αἵρεσις· ἐπεὶ δ’ ἅπαξ δέδωκας, ἤδη ἐστίν, πάτερ, ἐμὸν σκοπεῖν τοῦτ’, εἰκότως· μὴ γὰρ καλῶς κρίνας’ ἐμαυτῆς τὸν ἴδιον βλάψω βίον. ταῦτ’ ἔστιν· ὥστε μή με, πρὸς τῆς ἑστίας,
40ἀποστερήσῃς ἀνδρὸς ᾧ συνῴκισας· χάριν δικαίαν καὶ φιλάνθρωπον, πάτερ, αἰτῶ σε ταύτην. εἰ δὲ μή, σὺ μὲν βίᾳ πράξεις ἃ βούλει· τὴν δ’ ἐμὴν ἐγὼ τύχην
πειράσομ’ ὡς δεῖ μὴ μετ’ αἰσχύνης φέρειν.

955

Δήμητρος λάτριν

956

εὔξῃ τοιοῦτον ἄνδρα σοι παρεστάναι.

957

μικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα.

958

τίς δ’ ἔστι δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;

959

ἐγὼ δ’ οὐδὲν πρεσβύτερον νομί‐ ζω τᾶς σωφροσύνας, ἐπεὶ
τοῖς ἀγαθοῖς ἀεὶ ξύνεστιν.

960

τιμᾶν τὰν τέτασθε, πλούτῳ δ’ ἀρετὰν κατεργά‐ σασθαι δοκεῖτ’, ἐν ἐσθλοῖς δὲ καθήσεσθ’ ἄνολβοι.

961

φεῦ, τοῖσι γενναίοισιν ὡς ἅπαν καλόν.

962

.. ἄλλ’ ἐπ’ ἄλλῃ φάρμακον κεῖται νόσῳ· λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων, ἄγαν δὲ μωραίνοντι νουθετήματα.

963

μηδ’ εὐτύχημα μηδὲν ὧδ’ ἔστω μέγα, ὅ ς’ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν φρονεῖν, μηδ’ ἤν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν· ἀλλ’ αὑτὸς αἰεὶ μίμνε τὴν σαυτοῦ φύσιν
5σῴζων βεβαίως ὥστε χρυσὸς ἐν πυρί.

964

ἐγὼ δὲ 〈ταῦτα〉 παρὰ σοφοῦ τινος μαθὼν εἰς φροντίδας νοῦν συμφοράς τ’ ἐβαλλόμην, φυγάς τ’ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς θανάτους τ’ ἀώρους καὶ κακῶν ἄλλας ὁδούς,
5ἵν’ εἴ τι πάσχοιμ’ ὧν ἐδόξαζον φρενί, μή μοι νεῶρες προσπεσὸν μᾶλλον δάκοι.

965

ὅστις δ’ ἀνάγκῃ συγκεχώρηκεν βροτῶν,
σοφὸς παρ’ ἡμῖν καὶ τὰ θεῖ’ ἐπίσταται.

966

βίος γὰρ ὄνομ’ ἔχει πόνος γεγώς.

967

εἴης μοι, μέτριος δέ πως εἴης μηδ’ ἀπολείποις.

968

Ἑκάτης ἄγαλμα φωσφόρου κύων ἔσῃ.

969

οὐ βούλομαι πλουτοῦντι δωρεῖσθαι πένης,
μή μ’ ἄφρονα κρίνῃς ἢ διδοὺς αἰτεῖν δοκῶ.

970

ἀλλ’ ἀνοιστέος λόγος

971

ὃ δ’ ἄρτι θάλλων σάρκα διοπετὴς ὅπως ἀστὴρ ἀπέσβη, πνεῦμ’ ἀφεὶς ἐς αἰθέρα.

972

πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτων σφάλλουσιν ἡμᾶς κρείσσονες πεφυκότες.

973

μάντις δ’ ἄριστος ὅστις εἰκάζει καλῶς.

974

τῶν ἄγαν γὰρ ἅπτεται θεός, τὰ μικρὰ δ’ εἰς τύχην ἀφεὶς ἐᾷ.

975

χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶν.

976

ἀκόλασθ’ ὁμιλεῖν γίγνεται δούλων τέκνα.

977

ἡ γὰρ σιωπὴ τοῖς σοφοῖσιν ἀπόκρισις.

978

εἰ δ’ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι,
οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο· νῦν δ’, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος λαβεῖν ἀμοχθί, πᾶς τις ἥδεται λέγων
5τά τ’ ὄντα καὶ μή· ζημίαν γὰρ οὐκ ἔχει.

979

οὔτοι προσελθοῦς’ ἡ Δίκη σε, μὴ τρέσῃς, παίσει πρὸς ἧπαρ οὐδὲ τῶν ἄλλων βροτῶν τὸν ἄδικον, ἀλλὰ σῖγα καὶ βραδεῖ ποδὶ στείχουσα μάρψει τοὺς κακούς, ὅταν τύχῃ.

980

τὰ τῶν τεκόντων σφάλματ’ εἰς τοὺς ἐκγόνους
οἱ θεοὶ τρέπουσιν.

981

εἰ δὲ πάρεργον χρή τι κομπάσαι, γύναι, οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον, ἵν’ οὔτ’ ἄγαν πῦρ οὔτε χεῖμα συμπίτνει· ἃ δ’ Ἑλλὰς Ἀσία τ’ ἐκτρέφει κάλλιστα, γῆν
5δέλεαρ ἔχοντες 〈τήνδε〉 συνθηρεύομεν.

982

πολλοὺς δὲ βροντῆς πνεῦμ’ ἄναιμον ὤλεσεν.

983

οἶνος περάσας πλευμόνων διαρροάς

984

ἄλλην θέλουσιν εἰσαγώγιμον λαβεῖν

985

ὁ πετόμενος ἱερὸν ἀνὰ Διὸς αἰθέρα γοργοφόνος

986

πλούτῳ χλιδῶσα θνητὰ δὴ γύναι φρόνει.

987

εἴθ’ ἦν ἄφωνον σπέρμα δυστήνων βροτῶν.

988

τέκτων γὰρ ὢν ἔπρασσες οὐ ξυλουργικά.

989

ὁ τῆς τύχης παῖς κλῆρος

990

φίλης τ’ ὀπώρας διπτύχους ἦρός τ’ ἴσους

991

ἀλλ’ ἔστι, κεἴ τις ἐγγελᾷ λόγῳ, Ζεὺς καὶ θεοὶ βρότεια λεύσσοντες πάθη.

992

ἀμφίπολος Ἄρεος ἀνιέρου

993

φίλων λαβεῖν 〈γὰρ〉 πεῖραν οὐ σμικρὸν κακόν.

994

εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν,
εἰς ἀρετὴν καταλυσαμένους βίον.

995

πολλοῖσι πολλήν, δὶς τόσοις δὲ πλείονα

996

σύμμικτον εἶδος κἀποφώλιον τρέφος

997

ταύρου μεμῖχθαι καὶ βροτοῦ διπλῇ φύσει

998

αἰεὶ πρασίμοχθοι κοὔποθ’ ἥσυχοι δορί

999

ἀγήρων ἀρετήν

1000

Ζεὺς συγγένειος

1001

.. λίνου κλωστῆρα περιφέρει λαβών

1002

κορμοῖσι πεύκης

1003

λῦε πηκτὰ δωμάτων

1005

ἐγὼ δ’ ἐμός εἰμι

1006

οὐχ ἑσπέρας φάς’, ἀλλὰ καὶ μεσημβρίας τούτους ἀφεστήκασιν ἡμέραν τρίτην.

1007

λευκοὺς λίθους χέοντες αὐχοῦσιν μέγα.

1008

〈τί φής;〉 τί σιγᾷς; μῶν φόνον τιν’ εἰργάσω;

1009

γλαυκῶπίς τε στρέφεται μήνη

1010

ἤπειρον εἰς ἄπειρον ἐκβάλλων πόδα

1011

τί χρέος ἔβα δῶμα;

1012

ἀεί ποτ’ 〈ἐστὶ〉 σπέρμα κηρύκων λάλον.

1013

τὸ μὲν τέθνηκε σῶμα, τοῦτο δ’ ἀναβλέπει.

1014

πόλεως μὲν ἀρχῷ, φωτὶ δ’ οὐκ ἔτῃ πρέπων

1015

αἰεὶ δὲ μήτηρ φιλότεκνος μᾶλλον πατρός· ἣ μὲν γὰρ αὑτῆς οἶδεν ὄνθ’, ὃ δ’ οἴεται.

1017

τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν.

1018

ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ θεός.

1019

δούλοισι γάρ τε ζῶμεν οἱ ἐλεύθεροι.

1020

ὃ δ’ ἐσφάδᾳζεν οὐκ ἔχων ἀπαλλαγάς.

1023

Αἰθέρα καὶ Γαῖαν πάντων γενέτειραν ἀείδω.

1024

φθείρουσιν ἤδη χρήσθ’ ὁμιλίαι κακαί.

1025

θεοῦ γὰρ οὐδεὶς χωρὶς εὐτυχεῖ βροτῶν οὐδ’ εἰς τὸ μεῖζον ἦλθε· τὰς θνητῶν δ’ ἐγὼ χαίρειν κελεύω θεῶν ἄτερ προθυμίας.

1026

τὰ πλεῖστα θνητοῖς τῶν κακῶν αὐθαίρετα.

1027

παῖς ὢν φυλάσσου πραγμάτων αἰσχρῶν ἄπο· ὡς ἢν τραφῇ τις μὴ κακῶς, αἰσχύνεται ἀνὴρ γενόμενος αἰσχρὰ δρᾶν· νέος δ’ ὅταν πόλλ’ ἐξαμάρτῃ, τὴν ἁμαρτίαν ἔχει
5εἰς γῆρας αὑτοῦ τοῖς τρόποισιν ἔμφυτον.

1028

ὅστις νέος ὢν μουσῶν ἀμελεῖ, τόν τε παρελθόντ’ ἀπόλωλε χρόνον
καὶ τὸν μέλλοντα τέθνηκεν.

1029

οὐκ ἔστιν ἀρετῆς κτῆμα τιμιώτερον· οὐ γὰρ πέφυκε δοῦλον οὔτε χρημάτων οὔτ’ εὐγενείας οὔτε θωπείας ὄχλου. ἀρετὴ δ’ ὅσῳ περ μᾶλλον ἂν χρῆσθαι θέλῃς,
5τοσῷδε μείζων αὔξεται τελουμένη.

1030

ἀρετὴ μέγιστον τῶν ἐν ἀνθρώποις καλόν.

1031

τὸ μὴ εἰδέναι σε μηδὲν ὧν ἁμαρτάνεις, ἔκκαυμα τόλμης ἱκανόν ἐστι καὶ θράσους.

1032

τὸ δ’ ὠκὺ τοῦτο καὶ τὸ λαιψηρὸν φρενῶν
εἰς συμφορὰν καθῆκε πολλὰ δὴ βροτούς.

1033

εὖ γὰρ τόδ’ ἴσθι, κεἴ ς’ ἐλάνθανεν πάρος, τὸ σκαιὸν εἶναι πρῶτ’ ἀμουσίαν ἔχει.

1034

φεῦ φεῦ, τὸ νικᾶν τἄνδιχ’ ὡς καλὸν γέρας, τὰ μὴ δίκαια δ’ ὡς ἁπανταχοῦ κακόν· καὶ γλῶσσα φλαύρα καὶ φθόνος τοῦ μὴ φθονεῖν ὅσῳ κάκιον μὴ καλῶς ὠγκωμένοις.

1035

δύστηνος ὅστις τὰ καλὰ καὶ ψευδῆ λέγων οὐ τοῖσδε χρῆται τοῖς καλοῖς ἀληθέσιν.

1036

πότερα θέλεις σοι μαλθακὰ ψευδῆ λέγω ἢ σκλήρ’ ἀληθῆ; φράζε· σὴ γὰρ ἡ κρίσις.

1037

ἀτὰρ σιωπᾶν τά γε δίκαι’ οὐ χρή ποτε.

1038

ὀργαὶ γὰρ ἀνθρώποισι συμφορᾶς ὕπο δειναί, πλάνος τε καρδίᾳ προσίσταται.

1039

ὁ θυμὸς ἀλγῶν ἀσφάλειαν οὐκ ἔχει.

1040

ἐὰν ἴδῃς πρὸς ὕψος ἠρμένον τινὰ λαμπρῷ τε πλούτῳ καὶ γένει γαυρούμενον ὀφρύν τε μείζω τῆς τύχης ἐπηρκότα,
τούτου ταχεῖαν νέμεσιν εὐθὺς προσδόκα.

1041

κρινεῖ τίς αὑτὸν πώποτ’ ἀνθρώπων μέγαν, ὃν ἐξαλείφει πρόφασις ἡ τυχοῦς’ ὅλον;

1042

ἅπαντές ἐσμεν εἰς τὸ νουθετεῖν σοφοί, αὐτοὶ δ’ ἁμαρτάνοντες οὐ γιγνώσκομεν.

1043

οὐδεὶς ἔπαινον ἡδοναῖς ἐκτήσατο.

1044

οὔτ’ ἐκ χερὸς μεθέντα καρτερὸν λίθον
ῥᾷον κατασχεῖν οὔτ’ ἀπὸ γλώσσης λόγον.

1045

μὴ κάμνε πατρίδα σὴν λαβεῖν πειρώμενος.

1046

πολλοῦ γὰρ χρυσοῦ καὶ πλούτου κρείσσων πάτρα σώφρονι ναίειν. τὸ δὲ σύντροφον ἁδύ τι θνητοῖς ἐν βίῳ χωρεῖ.

1047

ἅπας μὲν ἀὴρ αἰετῷ περάσιμος, ἅπασα δὲ χθὼν ἀνδρὶ γενναίῳ πατρίς.

1048

οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον· χρῆν γὰρ τύχας μὲν τὰς μάτην πλανωμένας μηδὲν δύνασθαι, τἀμφανῆ δ’ ὑψήλ’ ἄγειν. ὅστις κατ’ ἰσχὺν πρῶτος ὢν ἠτάζετο
5ἢ τόξα πάλλων ἢ μάχῃ δορὸς σθένων,
τοῦτον τυραννεῖν τῶν κακιόνων ἐχρῆν.

1049

ἐγὼ γὰρ ὅστις μὴ δίκαιος ὢν ἀνὴρ βωμὸν προσίζει, τὸν νόμον χαίρειν ἐῶν πρὸς τὴν δίκην ἄγοιμ’ ἂν οὐ τρέσας θεούς· κακὸν γὰρ ἄνδρα χρὴ κακῶς πάσχειν ἀεί.

1050

ἀλλ’ οὐ πρέπει τύραννον, ὡς ἐγὼ φρονῶ, οὐδ’ ἄνδρα χρηστὸν νεῖκος αἴρεσθαι κακοῖς· τιμὴ γὰρ αὕτη τοῖσιν ἀσθενεστέροις.

1051

σὺν τοῖσι δεινοῖς αὔξεται κλέος βροτοῖς.

1052

νεανίας γὰρ ὅστις ὢν Ἄρη στυγῇ, κόμη μόνον καὶ σάρκες, ἔργα δ’ οὐδαμοῦ. ὁρᾷς τὸν εὐτράπεζον ὡς ἡδὺς βίος ὅ τ’ ὄλβος ἔξωθέν τίς ἐστι πραγμάτων·
5ἀλλ’ οὐκ ἔνεστι στέφανος οὐδ’ εὐανδρία, εἰ μή τι καὶ τολμῶσι κινδύνου μέτα· οἱ γὰρ πόνοι τίκτουσι τὴν εὐανδρίαν, ἡ δ’ εὐλάβεια σκότον ἔχει καθ’ Ἑλλάδα,
τὸ διαβιῶναι μόνον ἀεὶ θηρωμένη.

1053

μισῶ δ’ ὅταν τις καὶ χθονὸς στρατηλάτης μὴ πᾶσι πάντων προσφέρῃ μειλίγματα.

1054

ἔρωτα δεινὸν ἔχομεν· ἐκ δ’ ἐμῶν λόγων ἑλοῦ τὰ βέλτισθ’· ὡς ἄπιστόν ἐστ’ ἔρως κἀν τῷ κακίστῳ τῶν φρενῶν οἰκεῖν φιλεῖ.

1055

οἰκοφθόρον γὰρ ἄνδρα κωλύει γυνὴ
ἐσθλὴ παραζευχθεῖσα καὶ σῴζει δόμους.

1056

οὐ πάντες οὔτε δυστυχοῦσιν ἐν γάμοις οὔτ’ εὐτυχοῦσι· συμφορὰ δ’ ὃς ἂν τύχῃ κακῆς γυναικός, εὐτυχεῖ δ’ ἐσθλῆς τυχών

1057

μακάριος ὅστις εὐτυχεῖ γάμον λαβὼν ἐσθλῆς γυναικός, δυστυχεῖ δ’ ὁ μὴ λαβών.

1058

ἐγὼ γὰρ ἕξω λέκτρα αὐτοῖς καλῶς ἔχειν δίκαιόν ἐστιν οἷσι συγγηράσομαι.

1059

δεινὴ μὲν ἀλκὴ κυμάτων θαλασσίων, δειναὶ δὲ ποταμῶν καὶ πυρὸς θερμοῦ πνοαί, δεινὸν δὲ πενία, δεινὰ δ’ ἄλλα μυρία, ἀλλ’ οὐδὲν οὕτω δεινὸν ὡς γυνὴ κακόν·
5οὐδ’ ἂν γένοιτο γράμμα τοιοῦτον γραφῇ οὐδ’ ἂν λόγος δείξειεν. εἰ δέ του θεῶν τόδ’ ἐστὶ πλάσμα, δημιουργὸς ὢν κακῶν
μέγιστος ἴστω καὶ βροτοῖσι δυσμενής.

1060

ἐχθροῖσιν εἴη πολεμίαν δάμαρτ’ ἔχειν.

1061

μοχθοῦμεν ἄλλως θῆλυ φρουροῦντες γένος· ἥτις γὰρ αὐτὴ μὴ πέφυκεν ἔνδικος, τί δεῖ φυλάσσειν κἀξαμαρτάνειν πλέον;

1062

γυναικὶ δ’ ὄλβος, ἢν πόσιν στέργοντ’ ἔχῃ.

1063

δεῖ πυνθάνεσθαι γάρ σε νῷν χἡμᾶς σέθεν. τὸ μὲν μέγιστον, οὔποτ’ ἄνδρα χρὴ σοφὸν λίαν φυλάσσειν ἄλοχον ἐν μυχοῖς δόμων· ἐρᾷ γὰρ ὄψις τῆς θύραθεν ἡδονῆς·
5ἐν δ’ ἀφθόνοισι τοῖσδ’ ἀναστρωφωμένη
βλέπουσά τ’ εἰς πᾶν καὶ παροῦσα πανταχοῦ τὴν ὄψιν ἐμπλήσας’ ἀπήλλακται κακῶν· τό τ’ ἄρσεν ἀεὶ τοῦ κεκρυμμένου λίχνον. ὅστις δὲ μοχλοῖς καὶ διὰ σφραγισμάτων
10σῴζει δάμαρτα, δρᾶν τι δὴ δοκῶν σοφὸν μάταιός ἐστι καὶ φρονῶν οὐδὲν φρονεῖ· ἥτις γὰρ ἡμῶν καρδίαν θύραζ’ ἔχει, θᾶσσον μὲν οἰστοῦ καὶ πτεροῦ χαρίζεται, λάθοι δ’ ἂν Ἄργου τὰς πυκνοφθάλμους κόρας·
15καὶ πρὸς κακοῖσι τοῦτο δὴ μέγας γέλως, ἁνήρ τ’ ἀχρεῖος χἡ γυνὴ διοίχεται.

1064

ἀλλ’ ἴσθ’, ἐμοὶ μὲν οὗτος οὐκ ἔσται νόμος,
τὸ μὴ οὐ σὲ μῆτερ προσφιλῆ νέμειν ἀεὶ καὶ τοῦ δικαίου καὶ τόκων τῶν σῶν χάριν. στέργω δὲ τὸν φύσαντα τῶν πάντων βροτῶν
5μάλισθ’· ὁρίζω τοῦτο, καὶ σὺ μὴ φθόνει· κείνου γὰρ ἐξέβλαστον· οὐδ’ ἂν εἷς ἀνὴρ γυναικὸς αὐδήσειεν, ἀλλὰ τοῦ πατρός.

1065

καὶ τῶν παλαιῶν πόλλ’ ἔπη καλῶς ἔχει· λόγοι γὰρ ἐσθλοὶ φάρμακον φόβου βροτοῖς.

1066

ἦ τοῖς ἐν οἴκῳ χρήμασιν λελείμμεθα, ἡ δ’ εὐγένεια καὶ τὸ γενναῖον μένει.

1067

τὸν σὸν δὲ παῖδα σωφρονοῦντ’ ἐπίσταμαι χρηστοῖς θ’ ὁμιλοῦντ’ εὐσεβεῖν τ’ ἠσκηκότα. πῶς οὖν ἂν ἐκ τοιοῦδε σώματος κακὸς
γένοιτ’ ἄν; οὐδεὶς τοῦτό μ’ ἂν πίθοι ποτέ.

1068

οὐ γάρ τις οὕτω παῖδας εὖ παιδεύσεται, ὥστ’ ἐκ πονηρῶν μὴ οὐ κακοὺς πεφυκέναι.

1069

〈Α.〉 χρυσοῦ σὲ πλήθει, τούσδε δ’ οὐ χαίρειν χρεών; 〈Β.〉 σκαιὸν τὸ πλουτεῖν κἄλλο μηδὲν εἰδέναι.

1070

ὅστις δὲ λύπας φησὶ πημαίνειν βροτούς, δεῖν δ’ ἀγχονῶν τε καὶ πετρῶν ῥίπτειν ἄπο, οὐκ ἐν σοφοῖσιν ἔστιν, εὐχέσθω δ’ ὅμως ἄπειρος εἶναι τῆς νόσου ταύτης ἀεί.

1071

λῦπαι γὰρ ἀνθρώποισι τίκτουσιν νόσους.

1072

μέλλων τ’ ἰατρὸς τῇ νόσῳ διδοὺς χρόνον
ἰάσατ’ ἤδη μᾶλλον ἢ τεμὼν χρόα.

1073

οὐ χρή ποτ’ ὀρθαῖς ἐν τύχαις βεβηκότα ἕξειν τὸν αὐτὸν δαίμον’ εἰς ἀεὶ δοκεῖν· ὁ γὰρ θεός πως, εἰ θεόν σφε χρὴ καλεῖν, κάμνει ξυνὼν τὰ πολλὰ τοῖς αὐτοῖς ἀεί.
5θνητῶν δὲ θνητὸς ὄλβος· οἱ δ’ ὑπέρφρονες καὶ τῷ παρόντι τοὐπιὸν πιστούμενοι ἔλεγχον ἔλαβον τῆς τύχης ἐν τῷ παθεῖν.

1074

βέβαια δ’ οὐδεὶς εὐτυχεῖ θνητὸς γεγώς.

1075

θνητὸς γὰρ ὢν καὶ θνητὰ πείσεσθαι δόκει· 〈ἢ〉 θεοῦ βίον ζῆν ἀξιοῖς ἄνθρωπος ὤν;

1076

πάντων ἄριστον μὴ βιάζεσθαι θεούς, στέργειν δὲ μοῖραν· τῶν ἀμηχάνων δ’ ἔρως πολλοὺς ἔθηκε τοῦ παρόντος ἀμπλακεῖν.

1077

πέπονθας οἷα χἅτεροι πολλοὶ βροτῶν· τὰς γὰρ παρούσας οὐχὶ σῴζοντες τύχας
ὤλοντ’ ἐρῶντες μειζόνων ἀβουλίᾳ.

1078

ἀνδρῶν τάδ’ ἐστὶν ἐνδίκων τε καὶ σοφῶν, κἀν τοῖς κακοῖσι μὴ τεθυμῶσθαι θεοῖς.

1079

οὐκ ἔστι λύπης ἄλλο φάρμακον βροτοῖς ὡς ἀνδρὸς ἐσθλοῦ καὶ φίλου παραίνεσις· ὅστις δὲ ταύτῃ τῇ νόσῳ ξυνὼν ἀνὴρ μέθῃ ταράσσει καὶ γαληνίζει φρένα,
5παραυτίχ’ ἡσθεὶς ὕστερον στένει διπλᾶ.

1080

ὦ γῆρας, οἵαν ἐλπίδ’ ἡδονῆς ἔχεις, καὶ πᾶς τις εἰς σὲ βούλετ’ ἀνθρώπων μολεῖν· λαβὼν δὲ πεῖραν, μεταμέλειαν λαμβάνει,
ὡς οὐδὲν ἔστι χεῖρον ἐν θνητῷ γένει.

1081

τύμβῳ γὰρ οὐδεὶς πιστὸς ἀνθρώπων φίλος.

1082

Ζεὺς γὰρ κακὸν μὲν Τρωσί, πῆμα δ’ Ἑλλάδι θέλων γενέσθαι ταῦτ’ ἐβούλευσεν πατήρ.

1083

πολὺν μὲν ἄροτον, ἐκπονεῖν δ’ οὐ ῥᾴδιον· κοίλη γὰρ ὄρεσι περίδρομος τραχεῖά τε δυσείσβολός τε πολεμίοις . . . . . . . . . καλλίκαρπον . . .
5κατάρρυτόν τε μυρίοισι νάμασιν καὶ βουσὶ καὶ ποίμναισιν εὐβοτωτάτην, οὔτ’ ἐν πνοαῖσι χείματος δυσχείμερον οὔτ’ αὖ τεθρίπποις ἡλίου θερμὴν ἄγαν
8. . . . . . . . . . . . γαίας Λακαίνης κύριον φαύλου χθονός
9. . . . . . . . . . . .
10ἀρετὴν ἐχούσης μείζον’ ἢ λόγῳ φράσαι
10. . . . . . . . . . . . Παμισὸν εἰς θάλασσαν ἐξορμώμενον
11. . . . . . . . . . . . πρόσω .. ναυτίλοισιν . . . . . πρόσω δὲ βάντι ποταμὸν Ἦλις ἡ Διὸς
γείτων κάθηται.

1084

ἥκω περίκλυστον προλιποῦς’ Ἀκροκόρινθον, ἱερὸν ὄχθον, πόλιν Ἀφροδίτας.

1085

τὰς διωνομασμένας ναίειν Κελαινὰς ἐσχάτοις Ἴδης τόποις

1086

ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων

1087

εὐφημία γὰρ εὐκολώτατος πόνων.

1088

ἀρχαῖον εἴρηκας ..

1089

σῷσαι γὰρ ὁπόταν τῷ θεῷ δοκῇ,
πολλὰς προφάσεις δίδωσιν εἰς σωτηρίαν.

1090

ἀνέχου πάσχων· δρῶν γὰρ ἔχαιρες.

1091

νόμου τὸν ἐχθρὸν δρᾶν, ὅπου λάβῃς, κακῶς

1092

ἐχθροὺς κακῶς δρᾶν ἀνδρὸς ἡγοῦμαι μέρος.

1095

αἱμύλη

1096

ἀμβλυωπός

1097

ἀπάγου

1098

ἀρκεσίγυιος

1099

ἐμβριμώμενος

1100

εὐπαιδευσία

1101

θυστάς

1102

Ξάνθιος

1103

ξενοφόνον

1104

ἐπροξένει

1105

ῥαχίζειν

1106

χνοῦν

1107-1132

(t)

FRAGMENTA DUBIA ET SPURIA

1107

ἄρχεσθαι χρεὼν κακοὺς ὑπ’ ἐσθλῶν καὶ κλύειν τῶν κρεισσόνων.

1108

νῦν εὐσέληνον φέγγος ἡ διφρήλατος

1109

ὦ τοῦ μεγίστου Ζηνὸς ἄλκιμον τέκος Παλλάς, τί δρῶμεν; οὐκ ἐχρῆν ἡμᾶς ἔτι μέλλειν Ἀχαιῶν ὠφελεῖν στρατεύματα. νῦν γὰρ κακῶς πράσσουσιν ἐν μάχῃ δορὸς
5λόγχῃ βιαίως Ἕκτορος στροβούμενοι. ἐμοὶ γὰρ οὐδὲν ἔστιν ἀλγέων ἄκος, ἐξ οὗ γ’ ἔκρινε Κύπριν Ἀλέξανδρος θεὰν κάλλει προήκειν τῆς ἐμῆς εὐμορφίας καὶ σῆς, Ἀθάνα, φιλτάτης ἐμοὶ θεῶν,
10εἰ μὴ κατασκαφεῖσαν ὄψομαι πόλιν
Πριάμου βίᾳ πρόρριζον ἐκτετριμμένην.

1110

Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος καὶ τέλος αὐτὸς ἔχει.

1111

κρίμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος

1112

ἔδει γὰρ ἡμᾶς τοῖς θεοῖς θύειν, ὅταν γυναῖκα κατορύττῃ τις, οὐχ ὅταν γαμῇ.

1113

ἡ φύσις ἑκάστῳ τοῦ γένους ἐστὶν πατρίς.

1114

ἀγοραῖος νοῦς

1115

ἡδονὴ πανταχοῦ ἐστι καὶ πάντα δι’ ἡδονῆς γίνεται.

1117

κακᾶν βίων διαγωγήν

1123

ἀλίαστον

1124

ἀλλήλων

1125

ἔρρ’ ἰών

1126

κρυπταί

1127

περιδῦσαι

1129

θεὸν δὲ ποῖον, εἰπέ μοι, νοητέον; τὸν πάνθ’ ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον.

1130

ποῖος δ’ ἂν οἶκος τεκτόνων πλασθεὶς ὕπο δέμας τὸ θεῖον περιβάλοι τοίχων πτυχαῖς;

1131

ὁρᾶθ’ ὅσοι νομίζετ’ οὐκ εἶναι θεόν,
δὶς ἐξαμαρτάνοντες οὐκ εὐγνωμόνως; ἔστιν γὰρ ἔστιν. εἰ δέ τις πράσσει καλῶς κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω·
5χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην.

1132

ΕΡΜΗΣ. Δόμοι μὲν οἵδ’ εὔπυργά τ’ ἐρύματα χθονὸς οὐκ ἐν πολυχρύσοισιν ἤσκηται χλιδαῖς· ἀρχὴν δὲ τῶνδε καὶ θεῶν ἱδρύματα Ἀκρίσιος εἴληχεν, τύραννος τῆσδε γῆς·
5Ἕλλησι δ’ Ἄργος ἡ πόλις κικλήσκεται. οὗτος δ’ ἔρωτι παιδὸς ἄρσενος σχεθεὶς Πυθώδ’ ἀφῖκτο, καὶ λέγει Φοίβῳ τάδε· πῶς ἂν γένοιτο σπέρμα παιδὸς ἐν δόμῳ, τίνος θεῶν βροτῶν τε πρευμενοῦς τυχών;
10κεῖνος δὲ δυσξύμβλητον ἐξήνεγκ’ ὄπα· ἔσται μὲν ἔσται παιδὸς ἄρσενος τόκος οὐκ ἐξ ἐκείνου· πρῶτα γὰρ θῆλυν σπορὰν φῦσαι δεήσει. κᾆτά πως κείνη ποτὲ εὐνὴν κρυφαίαν γνοῦσα καὶ μὴ γνοῦσα δὴ
15ὑπόπτερον λέοντα τέξεται πατρί, ὃς τῆσδέ τ’ ἄρξει χἁτέρας πολλῆς χθονός. τοιαῦτ’ ἀκούσας Λοξίου μαντεύματα γάμων ἀπείχεθ’· ὅμως δέ γε τίκτει λαθών, πρὸς τοῦ παρόντος ἱμέρου νικώμενος.
20Δανάην δέ πως ὠνόμασε τήνδ’, ὁθούνεκα πολὺς παρῆλθεν εἰς γονὴν παίδων χρόνος.
ἐν παρθενῶσι δ’ εὐθὺς οἷς ἐδείματο δίδωσιν Ἀργείαισιν ἔμφρουρον κόραις, εἰς ἀνδρὸς ὄψιν εὐλαβούμενος μολεῖν.
25εἶθ’ ὡς ὁ μακρὸς ηὔξανεν ταύτην χρόνος, καὶ κάλλος εἶχεν ἔξοχον καθ’ Ἑλλάδα, φίλτροις ἀφύκτοις Ζεὺς κατασχεθεὶς πατὴρ εὐνῇ συνελθεῖν λάθρᾳ πως ἠβούλετο. σαφῶς δὲ πείθειν οὐκ ἔχων, εἰς μηχανὴν
30τοιάνδ’ ἐχώρης’, ὡς ἄπυρος χρυσὸς γεγώς, ποθεινὸν εἰδὼς κτῆμα τοῦτο τοῖς βροτοῖς, διὰ στέγους ῥεύσειεν ἐν χερσὶν κόρης. ἣ δ’ ἀγνοοῦσα τὸν κεκρυμμένον δόλον κόλποισι τὸν θεὸν εἰσρέοντ’ ἐδέξατο.
35χρόνῳ δ’ ἑαυτὴν ὡς κατεῖδ’ ἐγκύμονα, εἰς θαῦμ’ ἐσῄει κἀξεπέπληκτο σφοδρῶς, ὡς εἰς τόδ’ ἦλθε μέμψιν εὐλαβουμένη. φυγῇ δὲ λάθρᾳ τῆσδε γῆς ὁρμωμένην μαθὼν πατήρ νιν, ἐγκατάκλειστον δόμοις
40ἔργει χολωθεὶς καὶ σκότῳ κρύψας ἔχει, τἀληθὲς ὄψει προσκοπούμενος μαθεῖν· κἂν ταῦτ’ ἀληθῆ καὶ σαφῶς ἔχοντ’ ἴδῃ, ἔγνωκεν ἄμφω ποντίους ἀφιέναι, τὴν παῖδα καὶ τὸ τεχθέν. ὧν δέ γ’ ἐστάλην,
45μύθους Δανάῃ τούσδ’ εὐπροσηγόρους ἄγων ἐκ Διός, ἀφίξομαι τάχιστα σημανῶν. ὑπηρέτην γὰρ ὄντα τἀπεσταλμένα πράσσειν προθύμως, ὅστις ἄν γ’ ᾖ νουνεχής. ΧΟΡΟΣ. τίς ὁ καινοτρόπος οὗτος μῦθος

1132

(50)

κατ’ ἐμὰν ἧκεν ἀκουάν; ἔνθ’ ἀσπερχὲς μενεαίνουσα τοῖσδε δώμασι κοιράνου ἀμφίδοξος πελάζω. τίς δεσπότιν ἐμὴν Δανάην βάξις ἔχει κατὰ πτόλιν;
55ἣν μήποτ’ ὤφελ’ εἰς ὦτα φέρειν ὁ πρῶτος τάδε φράσαι τολμήσας, ὡς ἐγκύμων εἴληπται χρανθεῖς’ ἄλεκτρος ἀνδρός· πατὴρ δέ μιν κλῄσας
ἐν παρθενῶσι σφραγῖσι δέμας φυλάσσει.
60ταῦτ’ ἐτήτυμα μαθεῖν θέλω. ἀλλ’ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς Ἀργείας Ἀκρίσιον πρὸ δόμων στείχοντα. ὀργῇ βαρύς, ὡς δόξαι, κέαρ. ΑΚΡΙΣΙΟΣ. σὺ δ’ εἰ κατ’ οἴκους εὐνοῶν ἐτύγχανες,
65οὐκ ἄν ποτ’ ἦλθες εἰς τόδε θράσους ..