TLG 0005 005 :: THEOCRITUS :: Epigrammata THEOCRITUS Bucol. Scholia: Cf. SCHOLIA IN THEOCRITUM (5038) Epigrammata Dup. 0005 002–003 Citation: Book — epigram — (line) | ||
6.336(p1) | ΘΕΟΚΡΙΤΟΥ | |
1 | Τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσιν, ταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν, Δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε· | |
---|---|---|
5 | βωμὸν δ’ αἱμάξει κεραὸς τράγος, οὗτος ὁ μᾶλος, τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα. | |
6.337(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἦλθε καὶ ἐς Μίλατον ὁ τῶ Παιήονος υἱὸς ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος Νικίᾳ, ὅς μιν ἐπ’ ἆμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται καὶ τόδ’ ἀπ’ εὐώδους γλύψατ’ ἄγαλμα κέδρου, | |
5 | Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς μισθόν· ὁ δ’ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχναν. | |
6.338(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ὑμῖν τοῦτο, θεαί, κεχαρισμένον ἄνθετο πάσαις τὤγαλμα Ξενοκλῆς, τοῦτο τὸ μαρμάρινον, μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίᾳ δ’ ἐπὶ τᾷδε αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται. | |
6.339(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Δαμομένης ὁ χοραγός, ὁ τὸν τρίποδ’, ὦ Διόνυσε, καὶ σὲ τὸν ἅδιστον θεῶν μακάρων ἀναθείς, μέτριος ἦν ἐν πᾶσι· χορῷ δ’ ἐκτάσατο νίκαν | |
ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν. | ||
6.340(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἁ Κύπρις οὐ πάνδαμος· ἱλάσκεο τὰν θεὸν εἰπὼν Οὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόνας οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον ἔσχε ξυνόν· ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν | |
5 | ἐκ σέθεν ἀρχομένοις, ὦ πότνια· κηδόμενοι γὰρ ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί. | |
7.262(p1) | [ΘΕΟΚΡΙΤΟΥ ΒΟΥΚΟΛΙΚΟΥ] | |
1 | Αὐδήσει τὸ γράμμα, τί σᾶμά τε καὶ τίς ὑπ’ αὐτῷ· „Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης.“ | |
7.658(p1) | ΘΕΟΚΡΙΤΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ ΤΑΡΑΝΤΙΝΟΥ | |
1 | Γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον ἢ καὶ ὁ δειλὸς ἐκ σέθεν ὡσαύτως ἶσον, ὁδοιπόρ’, ἔχει. „Χαιρέτω οὗτος ὁ τύμβοσ“, ἐρεῖς, „ἐπεὶ Εὐρυμέδοντος κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.“ | |
9.338(p1) | ΘΕΟΚΡΙΤΟΥ ΣΥΡΑΚΟΥΣΙΟΥ | |
1 | Εὕδεις φυλλοστρῶτι πέδῳ, Δάφνι, σῶμα κεκμακὸς ἀμπαύων· στάλικες δ’ ἀρτιπαγεῖς ἀν’ ὄρη. ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος κισσὸν ἐφ’ ἱμερτῷ κρατὶ καθαπτόμενος | |
5 | ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε, φεῦγε, μεθεὶς ὕπνου κῶμα καταγρόμενον. | |
9.432(p1) | ΘΕΟΚΡΙΤΟΥ | |
1 | Ἆ δείλαιε τὺ Θύρσι, τί τοι πλέον, εἰ καταταξεῖς δάκρυσι διγλήνως ὦπας ὀδυρόμενος; οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετ’ ἐς Ἅιδαν· τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος, | |
5 | αἱ δὲ κύνες κλαγγεῦντι. τί τοι πλέον, ἁνίκα τήνας | |
ὀστίον οὐδὲ τέφρα λείπετ’ ἀποιχομένας; | ||
9.433(p1) | ΤΟΥ ΑΥΤΟΥ ΘΕΟΚΡΙΤΟΥ | |
1 | Λῇς, ποτὶ τᾶν Νυμφᾶν, διδύμοις αὐλοῖσιν ἀεῖσαι ἁδύ τί μοι; κἠγὼ πακτίδ’ ἀειράμενος ἀρξεῦμαί τι κρέκειν· ὁ δὲ βουκόλος ἄμμιγα θέλξει Δάφνις κηροδέτῳ πνεύματι μελπόμενος· | |
5 | ἐγγὺς δὲ στάντες λασιαύχενος ἄντρου ὄπισθεν Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου. | |
9.434(p1) | [ΤΟΥ ΑΥΤΟΥ] | |
1 | Ἄλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδ’ ἔγραψα, εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων, υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίννης· Μοῦσαν δ’ ὀθνείαν οὔ τιν’ ἐφελκυσάμαν. | |
9.435(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἅδε τράπεζα· θεὶς ἀνελεῦ ψήφου πρὸς λόγον ἐρχομένης. ἄλλος τις πρόφασιν λεγέτω, τὰ δ’ ὀθνεῖα Κάικος | |
χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ. | ||
9.437(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τήναν τὰν λαύραν, τόθι ταὶ δρύες, αἰπόλε, κάμψας σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον, τρισκελές, αὐτόφλοιον, ἀνούατον, ἀλλὰ φάλητι παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν. | |
5 | ἕρκος δ’ εὐίερον περιδέδρομεν· ἀέναον δὲ ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ, ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι ἄμπελος· εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς | |
10 | κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη· ξουθαὶ δ’ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα. ἕζεο δὴ τηνεὶ καὶ τῷ χαρίεντι Πριάπῳ εὔχου ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους, | |
15 | κεὐθὺς ἀπορρέξειν χίμαρον καλόν· ἢν δ’ ἀνανεύσῃ, τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι· ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω | |
σακίταν· νεύοι δ’ εὐμενέως ὁ θεός. | ||
9.598(p1) | ΘΕΟΚΡΙΤΟΥ | |
1 | Τὸν τῶ Ζανὸς ὅδ’ ὗμιν υἱὸν ὡνήρ, τὸν λειοντομάχαν, τὸν ὀξύχειρα, πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν Πείσανδρος συνέγραψεν οὑκ Καμίρου, | |
5 | χὤσσους ἐξεπόνασεν, εἶπ’ ἀέθλους· τοῦτον δ’ αὐτὸν ὁ δᾶμος, ὡς σάφ’ εἰδῇς, ἔστας’ ἐνθάδε χάλκεον ποήσας πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς. | |
9.599(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε, σπουδᾷ καὶ λέγ’, ἐπὰν ἐς οἶκον ἔνθῃς· „Ἀνακρέοντος εἰκόν’ εἶδον ἐν Τέῳ, τῶν πρόσθ’ εἴ τι περισσὸν ᾠδοποιοῦ.“ | |
5 | προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο, ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα. | |
9.600(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἅ τε φωνὰ Δώριος χὠνὴρ ὁ τὰν κωμῳδίαν εὑρών, Ἐπίχαρμος. ὦ Βάκχε, χάλκεόν νιν ἀντ’ ἀλαθινοῦ τὶν ὧδ’ ἀνέθηκαν, | |
5 | τοὶ Συρακούσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει, οἷ, ἀνδρὶ πολίτᾳ, —σωρὸν γὰρ εἶχε ῥημάτων—μεμναμένοι τελεῖν ἐπίχειρα· πολλὰ γὰρ ποττὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα· | |
10 | μεγάλα χάρις αὐτῷ. | |
13.3(p1) | ΘΕΟΚΡΙΤΟΥ | |
1 | Ὁ μουσοποιὸς ἐνθάδ’ Ἱππῶναξ κεῖται. εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ· εἰ δ’ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν, θαρσέων καθίζευ, κἢν θέλῃς, ἀπόβριξον. | |
15.21(p1) | ΣΥΡΙΓΞ ΘΕΟΚΡΙΤΟΥ | |
1 | Οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ, μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα, οὐχὶ Κεράσταν, ὅν ποτε θρέψατο ταυροπάτωρ, ἀλλ’ οὗ πειλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους | |
5 | οὔνομ’ Ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος, ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγου, ὃς σβέσεν ἀνορέαν ἰσαυδέα | |
10 | παπποφόνου Τυρίας τ’ 〈ἐξήλασεν〉, ᾧ τόδε τυφλοφόρων ἐρατὸν πᾶμα Πάρις θέτο Σιμιχίδας. ψυχὰν ᾇ, βροτοβάμων, στήτας οἶστρε Σαέττας, | |
15 | κλωποπάτωρ, ἀπάτωρ, λαρνακόγυιε, χαρεὶς ἁδὺ μελίσδοις ἔλλοπι κούρᾳ Καλλιόπᾳ | |
20 | νηλεύστῳ. |