TLG 0005 002 :: THEOCRITUS :: Epigrammata

THEOCRITUS Bucol.
(Syracusanus: 4–3 B.C.)

Scholia: Cf. SCHOLIA IN THEOCRITUM (5038)

Epigrammata

Source: Gow, A.S.F. (ed.), Theocritus, vol. 1, 2nd edn. Cambridge: Cambridge University Press, 1952 (repr. 1965): 240–254.

Citation: Epigram — (line)

Epigr
.

t

ΘΕΟΚΡΙΤΟΥ ΕΠΙΓΡΑΜΜΑΤΑ
Epigr
.

1

Τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσιν· ταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν, Δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισεν·
5βωμὸν δ’ αἱμάξει κεραὸς τράγος οὗτος ὁ μαλός τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.
6
Epigr
.

2

Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε, τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα, νεβρίδα, τὰν πήραν ᾇ ποκ’ ἐμαλοφόρει.
4
Epigr
.

3

Εὕδεις φυλλοστρῶτι πέδῳ, Δάφνι, σῶμα κεκμακός ἀμπαύων, στάλικες δ’ ἀρτιπαγεῖς ἀν’ ὄρη· ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος κισσὸν ἐφ’ ἱμερτῷ κρατὶ καθαπτόμενος,
5ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε, φεῦγε μεθεὶς ὕπνου κῶμα † καταγρόμενον.
6
Epigr
.

4

Τήναν τὰν λαύραν τόθι ταὶ δρύες, αἰπόλε, κάμψας σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον ἀσκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι
παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.240
5σακὸς δ’ εὐίερος περιδέδρομεν, ἀέναον δέ ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ, ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς
10 κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη. ξουθαὶ δ’ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα. ἕζεο δὴ τηνεὶ καὶ τῷ χαρίεντι Πριήπῳ εὔχε’ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,
15κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δ’ ἀνανεύσῃ, τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι· ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω σακίταν. ἀίοι δ’ εὐμενέως ὁ θεός.
18
Epigr
.

5

Λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαι ἁδύ τί μοι; κἠγὼ πακτίδ’ ἀειράμενος ἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θέλξει Δάφνις κηροδέτῳ πνεύματι μελπόμενος.
5ἐγγὺς δὲ στάντες λασίας δρυὸς ἄντρου ὄπισθεν Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.
6
Epigr
.

6

Ἆ δείλαιε τὺ Θύρσι, τί τὸ πλέον εἰ κατατάξεις δάκρυσι διγλήνους ὦπας ὀδυρόμενος; οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετ’ ἐς Ἅιδαν· τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος.
5αἱ δὲ κύνες κλαγγεῦντι· τί τὸ πλέον, ἁνίκα τήνας
ὀστίον οὐδὲ τέφρα λείπεται οἰχομένας;242
Epigr
.

7

Νήπιον υἱὸν ἔλειπες, ἐν ἁλικίᾳ δὲ καὶ αὐτός, Εὐρύμεδον, τύμβου τοῦδε θανὼν ἔτυχες. σοὶ μὲν ἕδρα θείοισι μετ’ ἀνδράσι· τὸν δὲ πολῖται τιμασεῦντι πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.
4
Epigr
.

8

Ἦλθε καὶ ἐς Μίλητον ὁ τοῦ Παιήονος υἱός, ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος Νικίᾳ, ὅς μιν ἐπ’ ἦμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται, καὶ τόδ’ ἀπ’ εὐώδους γλύψατ’ ἄγαλμα κέδρου,
5Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστάς μισθόν· ὃ δ’ εἰς ἔργον πᾶσαν ἀφῆκε τέχνην.
6
Epigr
.

9

Ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδ’ ἐφίεται Ὄρθων· χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις. καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω πότμον, ἀντὶ δὲ πολλᾶς πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.
4
Epigr
.

10

Ὑμῖν τοῦτο, θεαί, κεχαρισμένον ἐννέα πάσαις τὤγαλμα Ξενοκλῆς θῆκε τὸ μαρμάρινον, μουσικός· οὐχ ἑτέρως τις ἐρεῖ. σοφίῃ δ’ ἐπὶ τῇδε
αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται.244
Epigr
.

11

Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων † ὁ σοφιστής δεινὸς ἀπ’ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν. εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα, χὐμνοθέτης αὐτοῖς δαιμονίως φίλος ἦν.
5πάντων ὧν ἐπέοικε λάχεν τεθνεὼς ὁ σοφιστής· καίπερ ἄκικυς ἐὼν εἶχ’ ἄρα κηδεμόνας.
6
Epigr
.

12

Δαμομένης ὁ χοραγός, ὁ τὸν τρίποδ’, ὦ Διόνυσε, καὶ σὲ τὸν ἅδιστον θεῶν μακάρων ἀναθείς, μέτριος ἦν ἐν πᾶσι, χορῷ δ’ ἐκτάσατο νίκαν ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.
4
Epigr
.

13

Ἁ Κύπρις οὐ πάνδαμος. ἱλάσκεο τὰν θεὸν εἰπών οὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόνας οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε ξυνόν· ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν
5ἐκ σέθεν ἀρχομένοις, ὦ πότνια· κηδόμενοι γάρ ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.
6
Epigr
.

14

Ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἥδε τράπεζα· θεὶς ἀνελεῦ ψήφου πρὸς λόγον ἑλκομένης. ἄλλος τις πρόφασιν λεγέτω· τὰ δ’ ὀθνεῖα Κάικος
χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ.246
Epigr
.

15

Γνώσομαι εἴ τι νέμεις ἀγαθοῖς πλέον ἢ καὶ ὁ δειλός ἐκ σέθεν ὡσαύτως ἶσον, ὁδοιπόρ’, ἔχει. ‘χαιρέτω οὗτος ὁ τύμβοσ‘, ἐρεῖς, ‘ἐπεὶ Εὐρυμέδοντος κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.‘
4
Epigr
.

16

Ἡ παῖς ᾤχετ’ ἄωρος ἐν ἑβδόμῳ ἥδ’ ἐνιαυτῷ εἰς Ἀίδην πολλῆς ἡλικίης προτέρη, δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφόν, νήπιον ἀστόργου γευσάμενον θανάτου.
5αἰαῖ ἐλεινὰ παθοῦσα Περιστερή, ὡς ἐν ἑτοίμῳ ἀνθρώποις δαίμων θῆκε τὰ λυγρότατα.
6
Epigr
.

17

Θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε, σπουδᾷ, καὶ λέγ’ ἐπὴν ἐς οἶκον ἔνθῃς· ‘Ἀνακρέοντος εἰκόν’ εἶδον ἐν Τέῳ τῶν πρόσθ’ εἴ τι περισσὸν ᾠδοποιῶν.‘
5προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο, ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.
6
Epigr
.

18

Ἅ τε φωνὰ Δώριος χὠνὴρ ὁ τὰν κωμῳδίαν εὑρὼν Ἐπίχαρμος. ὦ Βάκχε, χάλκεόν νιν ἀντ’ ἀλαθινοῦ τὶν ὧδ’ ἀνέθηκαν
5τοὶ Συρακούσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει,
οἷ’ ἄνδρα πολίταν. σοφῶν ἔοικε ῥημάτων μεμναμένους τελεῖν ἐπίχειρα· πολλὰ γὰρ ποττὰν ζόαν τοῖς παισὶν εἶπε χρήσιμα.248
10μεγάλα χάρις αὐτῷ.
10
Epigr
.

19

Ὁ μουσοποιὸς ἐνθάδ’ Ἱππῶναξ κεῖται. εἰ μὲν πονηρός, μὴ προσέρχευ τῷ τύμβῳ· εἰ δ’ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν, θαρσέων καθίζευ, κἢν θέλῃς ἀπόβριξον.
4
Epigr
.

20

Ὁ μικκὸς τόδ’ ἔτευξε τᾷ Θραΐσσᾳ Μήδειος τὸ μνᾶμ’ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε Κλείτας. ἕξει τὰν χάριν ἁ γυνὰ ἀντὶ τήνων ὧν τὸν κῶρον ἔθρεψε· τί μάν; ἔτι χρησίμα καλεῖται.
4
Epigr
.

21

Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητάν τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος διῆλθε κἠπὶ νύκτα καὶ ποτ’ ἀῶ. ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων,
5 ὣς ἐμμελής τ’ ἐγένετο κἠπιδέξιος
ἔπεά τε ποιεῖν πρὸς λύραν τ’ ἀείδειν.250
Epigr
.

22

Τὸν τοῦ Ζανὸς ὅδ’ ὑμὶν υἱὸν ὡνήρ τὸν λεοντομάχαν, τὸν ὀξύχειρα, πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν Πείσανδρος συνέγραψεν οὑκ Καμίρου,
5χὤσσους ἐξεπόνασεν εἶπ’ ἀέθλους. τοῦτον δ’ αὐτὸν ὁ δᾶμος, ὡς σάφ’ εἰδῇς, ἔστας’ ἐνθάδε χάλκεον ποήσας πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.
— — —
Epigr
.

23

Αὐδήσει τὸ γράμμα, τί σᾶμά τε καὶ τίς ὑπ’ αὐτῷ. Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης.
2
Epigr
.

24

Ἀρχαῖα τὠπόλλωνι τἀναθήματα ὑπῆρχεν· ἡ βάσις δὲ τοῖς μὲν εἴκοσι, τοῖς δ’ ἑπτά, τοῖς δὲ πέντε, τοῖς δὲ δώδεκα, τοῖς δὲ διηκοσίοισι νεωτέρη ἥδ’ ἐνιαυτοῖς·
5 τοσσόσδ’ ἀριθμὸς ἐξέβη μετρούμενος.
5
Epigr
.

25*

Ἄνθρωπε, ζωῆς περιφείδεο μηδὲ παρ’ ὥρην ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος. δείλαιε Κλεόνικε, σὺ δ’ εἰς λιπαρὴν Θάσον ἐλθεῖν ἠπείγευ Κοίλης ἔμπορος ἐκ Συρίης,
5ἔμπορος, ὦ Κλεόνικε· δύσιν δ’ ὑπὸ Πλειάδος αὐτήν
ποντοπορῶν αὐτῇ Πλειάδι συγκατέδυς.252
Epigr
.

26*

Βουκολικαὶ Μοῖσαι σποράδες ποκά, νῦν δ’ ἅμα πᾶσαι ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλας.
2
Epigr
.

27*

Ἄλλος ὁ Χῖος, ἐγὼ δὲ Θεόκριτος ὃς τάδ’ ἔγραψα εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων, υἱὸς Πραξαγόραο περικλειτᾶς τε Φιλίννας·
Μοῦσαν δ’ ὀθνείαν οὔτιν’ ἐφελκυσάμαν.254