TLG 0004 002 :: DIOGENES LAERTIUS :: Epigrammata DIOGENES LAERTIUS Biogr. Epigrammata Dup. partim 0004 001 AG 7.89: Cf. CALLIMACHUS Philol. (0533 004) Citation: Book — epigram — (line) | ||
7.57(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Καὶ τίς ἔφυ σοφὸς ὧδε; τίς ἔργον ἔρεξε τοσοῦτον, ὅσσον ὁ παντοδαὴς μήνυσε Δημόκριτος; ὃς θάνατον παρεόντα τρί’ ἤματα δώμασιν ἔσχεν καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν. | |
---|---|---|
7.85(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Γυμνικὸν αὖ ποτ’ ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ, τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου. αἰνέω, ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς οὐκέθ’ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο. | |
7.87(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ, ὀστὰ δ’ ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες· ψυχὴν δ’ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον· εὖ γὰρ | |
θῆκε νόμους αὐτοῖς ἄχθεα κουφότατα. | ||
7.88(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Φωσφόρε, σοί, Πολύδευκες, ἔχω χάριν, οὕνεκεν υἱὸς Χίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινον. εἰ δ’ ὁ πατὴρ στεφανοῦχον ἰδὼν 〈τέκνον〉 ἤμυσεν ἡσθείς, οὐ νεμεσητόν· ἐμοὶ τοῖος ἴτω θάνατος. | |
7.91(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς εἰς Ἀίδην πολιῷ γήραϊ νιφόμενον· εἶπε γάρ, εἶπε δίκην ἑτάρου τινός· εἶτ’ ἀποκλινθεὶς παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον. | |
7.92(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Ἐς Σκυθίην Ἀνάχαρσις ὅτ’ ἤλυθε πολλὰ μογήσας, πάντας ἔπειθε βιοῦν ἤθεσιν Ἑλλαδικοῖς· τὸν δ’ ἔτι μῦθον ἄκραντον ἐνὶ στομάτεσσιν ἔχοντα πτηνὸς ἐς ἀθανάτους ἥρπασεν ὦκα δόναξ. | |
7.95(p1) | ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ | |
1 | Ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας· ἀλλ’ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον, ὁ δ’ αὑτὸν | |
ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης. | ||
7.96(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Πῖνέ νυν ἐν Διὸς ὤν, ὦ Σώκρατες· ἦ σε γὰρ ὄντως καὶ σοφὸν εἶπε θεὸς καὶ θεὸν ἡ Σοφία. πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς μὲν ἐδέξω, αὐτοὶ δ’ ἐξέπιον τοῦτο τεῷ στόματι. | |
7.97(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον, ἀλλ’ ἄνοδον ζητῶν, ἐς Διὸς ἥτις ἄγοι, παιδείης παρ’ ἑῆς, Ἑλληνικὰ πράγματα δείξας ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος. | |
7.98(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται φεύγειν κατέγνων τοῦ φίλου χάριν Κύρου, ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν (οὕτως ἀρέσκῃ) κεῖθι καὶ μένειν ἔγνως. | |
7.101(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Ἀλλ’ εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι, οὐκ ἂν ἔπεισέ μέ τις τόδε λέξαι, ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος· οὐ γὰρ ἀθυμῶν κάτθανεν ἂν διά τι σφόδρα μικρόν. | |
7.102(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Χαλκῇ προσκόψας λεκάνῃ ποτὲ καὶ τὸ μέτωπον πλήξας ἴαχεν „Ὤ“ σύντονον, εἶτ’ ἔθανεν, ὁ πάντα παντὶ Ξενοκράτης ἀνὴρ γεγώς. | |
7.104(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Ἀρκεσίλαε, τί μοι, τί τοσοῦτον ἄκρητον ἀφειδῶς ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἑῶν; οἰκτείρω δ’ οὐ τόσσον, ἐπεὶ θάνες, ἀλλ’ ὅτι Μούσας ὕβρισας οὐ μετρίῃ χρησάμενος κύλικι. | |
7.105(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Καὶ σέο, Λακύδη, φάτιν ἔκλυον, ὡς ἄρ’ ἄκαιρος Βάκχος ἑλὼν Ἀίδην ποσσὶν ἔσυρέ ς’ ἄκροις. ἦ σαφὲς ἦν· Διόνυσος ὅταν πολὺς ἐς δέμας ἔλθῃ, λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ; | |
7.106(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | „Χαίρετε καὶ μέμνησθε τὰ δόγματα“ τοῦτ’ Ἐπίκουρος ὕστατον εἶπε φίλοις οἷσιν ἀποφθίμενος· θερμὴν ἐς πύελον γὰρ ἐσήλυθε καὶ τὸν ἄκρητον ἔσπασεν, εἶτ’ ἀίδην ψυχρὸν ἐπεσπάσατο. | |
7.107(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Εὐρυμέδων ποτ’ ἔμελλεν Ἀριστοτέλην ἀσεβείας γράψασθαι Δηοῦς μύστιδος ὢν πρόπολος· ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε. τοῦτ’ ἀκονιτὶ | |
ἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους. | ||
7.108(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Καὶ πῶς, εἰ μὴ Φοῖβος ἀν’ Ἑλλάδα φύσε Πλάτωνα, ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο; καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρ σώματος ὡς ψυχῆς ἀθανάτοιο Πλάτων. | |
7.109(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα, τὸν μέν, ἵνα ψυχήν, τὸν δ’, ἵνα σῶμα σάοι· δαισάμενος δὲ γάμον πόλιν ἤλυθεν, ἥν ποθ’ ἑαυτῷ ἔκτισε καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο. | |
7.110(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη, ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον· δὴ γὰρ καὶ Θεόφραστος, ἕως ἐπόνει μέν, ἄπηρος ἦν δέμας, εἶτ’ ἀνεθεὶς κάτθανε πηρομελής. | |
7.111(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Λεπτὸς ἀνὴρ δέμας ἦν· εἰ μὴ προσέχῃς, ἀπόχρη μοι· Στράτωνα τοῦτον φημί γε, Λάμψακος ὅν ποτ’ ἔφυσεν· ἀεὶ δὲ νόσοισι παλαίων | |
θνῄσκει λαθὼν οὐδ’ ᾔσθετο. | ||
7.112(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς κάτθανε· θαυμάζω τοῦτο μάλιστα δ’ ἐγώ, τὴν οὕτως ἀίδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ. | |
7.113(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον ἰὸν ἔχουσα πολὺν ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπ’ ὀμμάτων, ἀλλ’ ἀίδην μέλανα. | |
7.114(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη, ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι δράκων· ἀλλὰ διεψεύσθης, σεσοφισμένε· δὴ γὰρ ὁ μὲν θὴρ ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὢν ἑάλως. | |
7.115(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Τὸν βίον ἦσθα κύων, Ἀντίσθενες. —„Ὧδε πεφυκώς, ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν.“ — Ἀλλ’ ἔθανες φθισικός, τάχ’ ἐρεῖ τις ἴσως. —„Τί δὲ τοῦτο; | |
πάντως εἰς ἀίδην δεῖ τιν’ ὁδηγὸν ἔχειν.“ | ||
7.116(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Διόγενες, ἄγε λέγε, τίς ἔλαβέ σε μόρος ἐς Ἄϊδος; —„Ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.“ | |
7.118(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Τὸν Κιτιέα Ζήνωνα θανεῖν λόγος, ὡς ὑπὸ γήρως πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος· 〈οἱ δ’, ὅτι προσκόψας ποτ’ ἔφη χερὶ γῆν ἀλοήσας· „Ἔρχομαι αὐτόματος. τί δὴ καλεῖς με;“〉 | |
7.121(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Οὐ μόνος ἐμψύχων ἄπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς. τίς γάρ, ὃς ἐμψύχων ἥψατο, Πυθαγόρη; ἀλλ’ ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇ, δὴ τότε καὶ ψυχὴν μὴ ἔχον ἐσθίομεν. | |
7.122(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Αἰαῖ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη καὶ θάνε φοιτηταῖς ἄμμιγα τοῖς ἰδίοις; χωρίον ἦν κυάμων· ἵνα μὴ τούτους δὲ πατήσῃ, ἐξ Ἀκραγαντίνων κάτθαν’ ἐνὶ τριόδῳ. | |
7.123(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Καὶ σύ ποτ’, Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθάνατον· οὐκ ἐρέω δ’, ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης, | |
ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων. | ||
7.124(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος, ὥς ποτ’ ἀμάξης ἔκπεσε καὶ μηρὸν κλάσσατο δεξιτερόν. εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν, πῶς ἂν ἔτ’ ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος; | |
7.126(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν· εἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς, ἀτυχεῖς. οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη, ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν. | |
7.127(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν ὧδε διαντλήσας δύσμορος εἶτ’ ἔθανεν· σῶμα γὰρ ἀρδεύουσα κακὴ νόσος ὕδατι φέγγος | |
ἔσβεσεν ἐκ βλεφάρων καὶ σκότον ἠγάγετο. | ||
7.129(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Ἤθελες, ὦ Ζήνων, (καλὸν ἤθελες) ἄνδρα τύραννον κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν. ἀλλ’ ἐδάμης· δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ κόψε. τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ. | |
7.130(p1) | 〈ΤΟΥ ΑΥΤΟΥ〉 | |
1 | Καὶ σέο, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρ’ Ἀθηνῶν ἔκ ποτ’ ἰὼν καθ’ ὁδὸν πρέσβυς ἐὼν ἔθανες· εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺ μέν που Παλλάδος ἄστυ φύγες, Πλουτέα δ’ οὐκ ἔφυγες. | |
7.133(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ〉 | |
1 | Πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα, θύλακός ἐστι· πτίσσετ’, Ἀνάξαρχος δ’ ἐν Διός ἐστι πάλαι· καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει ῥήματα Φερσεφόνη· „Ἔρρε, μυλωθρὲ κακέ.“ | |
7.620(p1) | ΔΙΟΓΕΝΟΥΣ ΛΑΕΡΤΙΟΥ | |
1 | Μήποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος, ἀλλὰ τέρπεο πᾶσιν ὁμῶς, οἷσι δίδωσι θεός· καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη, | |
οὕνεκεν οὐκ ἔτυχεν πρήξιος, ἧς ἔθελεν. | ||
7.706(p1) | ΔΙΟΓΕΝΟΥΣ | |
1 | Ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν Χρύσιππος, οὐδ’ ἐφείσατο οὐ τῆς στοᾶς, οὐχ ἧς πάτρας, οὐ τῆς ψυχῆς, ἀλλ’ ἦλθε δῶμ’ ἐς Ἀίδεω. | |
7.744(p1) | 〈ΔΙΟΓΕΝΟΥΣ〉 | |
1 | Ἐν Μέμφει λόγος ἐστὶ προμαθεῖν τὴν ἰδίην Εὔδοξόν ποτε μοῖραν παρὰ τοῦ καλλίκερω ταύρου· κοὐδὲν ἔλεξεν. βοῒ γὰρ πόθεν λόγος; φύσις οὐκ ἔδωκε μόσχῳ λάλον Ἄπιδι στόμα. | |
5 | παρὰ δ’ αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στολὴν προφανῶς τοῦτο διδάσκων· „Ἀποδύσῃ βιοτὴν ὅσον οὔπω.“ διὸ καί οἱ ταχέως ἦλθε μόρος | |
δεκάκις πέντε τε καὶ τρεῖς ἐσιδόντι Πλειάδας. |