TLG 0002 003 :: THEOGNIS :: Fragmenta dubia THEOGNIS Eleg. Fragmenta dubia Source: Young, D. (post E. Diehl) (ed.), Theognis, 2nd edn. Leipzig: Teubner, 1971: 84–85. frr. 1–10 Citation: Fragment — (line) | ||
1 | ὑμεῖς δ’, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι οὔτε δυωδέκατοι οὔτ’ ἐν λόγωι οὔτ’ ἐν ἀριθμῶι. | |
2 | ... φόρμιγγα ἄχορδον ... | |
3 | † βόμβων † ἐπαινήσω, 〈Πολυπαίδη〉 ... | |
4 | Μήποτέ μοι πενίην θυμοφθόρον ἀνδρὶ χαλεφθείς, μηδ’ ἀχρημοσύνην, Κύρνε, κακὴν πρόφερε. Ζεὺς γάρ τοι τὸ τάλαντον ἐπιρρέπει ἄλλοτε ἄλλως, ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε μηδὲν ἔχειν. | |
5 | χρὴ δ’ ἀεὶ κατὰ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης δίζεσθαι χαλεπῆς, Κύρνε, λύσιν πενίης. | |
---|---|---|
5 | Κύρν’, ἀγαθὸς μὲν ἀνὴρ γνώμην ἔχει ἔμπεδον αἰεί, | |
τολμᾶι δ’ ἔν τ’ ἀγαθοῖς κείμενος ἔν τε κακοῖς. εἰ δὲ θεὸς κακῶι ἀνδρὶ βίον καὶ πλοῦτον ὀπάσσηι ἀφραίνων βίοτον οὐ δύναται κατέχειν. | 84 | |
6 | Πολλοῖς’ ἀνθρώπων γλώσσηι θύρα οὐκ ἐπίκειται ἁρμοδίη, καί σφιν πόλλ’ ἀλάλητα πέλει. πολλάκι γὰρ τὸ κακὸν κατακείμενον ἔνδοθεν ἦλθεν· ἐσθλὸν δ’ ἐξελθεῖν λώιον ἢ τὸ κακόν. | |
7 | Ἐν πυρὶ μὲν χρυσόν τε καὶ ἄργυρον ἴδριες ἄνδρες γινώσκους’, ἀνδρὸς δ’ οἶνος ἔδειξε νόον, καὶ μάλα περ πινυτοῦ· κακότητα δὲ πᾶσαν ἐλέγχει, ὥστε καταισχύνειν καὶ τὸν ἐόντα σοφόν. | |
8 | Οἶνος πινόμενος πολὺς κακός· ἢν δέ τις αὐτὸν πίνηι ἐπισταμένως, οὐ κακός, ἀλλ’ ἀγαθός. | |
9 | Οὐδένα θησαυρὸν καταθήσεαι ἔνδον ἀμείνω αἰδοῦς, ἢν ἀγαθοῖς’ ἀνδράσι, Κύρνε, διδῶις. | |
10 | Χρῆμα γυναικὸς ἀνὴρ ἐσθλῆς λαίζεται οὐδὲν | |
κάλλιον, 〈οὐδέ ποτ’ αὖ ῥίγιον ἄλλο κακῆς.〉 | 85 |