TLG 0001 002 :: APOLLONIUS RHODIUS :: Fragmenta APOLLONIUS RHODIUS Epic. Scholia et vitae: Cf. SCHOLIA IN APOLLONIUM RHODIUM (5012) Fragmenta frr. 1–2, 5, 7–10, 12–13 Citation: Fragment — (line) | ||
frr. 1–2, 5, 7–10, 12–13 | ||
Fr.1 | Κορινθιουργές ἐστι κιόνων σχῆμα | 4 |
Fr.2 | Τέρψει δὲ νηῶν ὁ γλυκύς σε χωρίτῃς πλόος κομίζων δῶρα πλουσίου Νείλου. | |
Fr.5 | Οὐδ’ ἵπποι ὀρθρινὰ κατὰ κλισίας χρεμέθεσκον, ἀλλὰ βόες πλείῃσι παρηυνάζοντο κάπῃσι, νηυσὶ δὲ πρηκτὰ κέλευθα Χελιδονίης ἀπὸ πέτρης Πληγάδας ἀξείνους καὶ ὅπου Φινήϊα δόρπα | |
5 | Ἅρπυιαι ἄτλητον ἐπὶ ψώαν πνείεσκον. | 5 |
---|---|---|
Fr.7 | Τῷ ῥά ποτ’ Ὠκυρόην νύμφην, περικαλλέα κούρην, Χησιὰς εὐπατέρεια τέκεν φιλότητι μιγεῖσα, Ὠκυρόην, ᾗ κάλλος ἀπείριτον ὤπασαν Ὧραι. | |
Fr.8 | Πατρὸς ἐμεῖο φίλου συμφράδμονα θυμὸν ἀέξων, Πομπίλε, δυσκελάδου δεδαὼς θοὰ βένθεα πόντου, σῷζέ με. | |
Fr.9 | Πομπίλον ὠκυάλων νηῶν παιήονα δούρων | 6 |
Fr.10 | Ὅσσα τε γαίης †ἔργα τε Δωτιάδος πρότεροι κάμον Αἱμονιῆες | |
Fr.12 | Ἔνθα δὲ Πηλεΐδης κατὰ μὲν κτάνε Λάμπετον Ἴρου, κὰδ δ’ Ἱκετάονα πέφνεν ἰθαιγενέος Λεπετύμνου υἱέα Μηθύμνης τε, καὶ ἀλκηέστατον ἄλλων αὐτοκασίγνητον Ἑλικάονος ἔνδοθι πάτρης | |
5 | †τηλίκον Ὑψίπυλον· θαλερὴ δέ μιν ἄασε Κύπρις. Ἡ γὰρ ἐπ’ Αἰακίδῃ κούρης φρένας ἐπτοίησεν Πεισιδίκης, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν χάρμῃ ἀγαλλόμενον θηέσκετο, πολλὰ δ’ ἐς ὑγρὴν ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητος. | |
10 | Δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιϊκὸν ἔνδοθι πάτρης παρθενική, κληῖδας ὑποχλίσσασα πυλάων, ἔτλη δ’ οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας χαλκῷ ἐληλαμένους, καὶ δούλια δεσμὰ γυναικῶν ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίῃς Ἀχιλῆος, | |
15 | ὄφρα νυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν | |
πενθεροὶ Αἰακίδαι, Φθίῃ δ’ ἔνι δώματα ναίοι ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ (οὐδ’ ὅ γ’ ἔμελλεν τὰ ῥέξειν), ὀλοῷ δ’ ἐπαγάσσατο πατρίδος οἴτῳ· ἔνθ’ ἥ γ’ αἰνότατον γάμον εἴσιδε Πηλείδαο | 7 | |
20 | Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον πανσυδίῃ θαμινῇσιν ἀράσσοντες λιθάδεσσιν. | |
Fr.13 | Καλλίμαχος τὸ κάθαρμα, τὸ παίγνιον, ὁ ξύλινος νοῦς· | |
αἴτιος ὁ γράψας Αἴτια Καλλίμαχος. | 8 |